116
γίνεται σὸν, τὸ τῆς ὑπομονῆς· τὸ δὲ τῆς τοῦ Πνεύματος χορηγίας, εἴς τε τὴν ἐλπίδα σε ἀλείφοντος καὶ δι' αὐτῆς πάλιν τοὺς πόνους σου κουφίζοντος. Εἶτα, ἵνα μάθῃς, ὅτι οὐκ ἐν τοῖς πόνοις σου μόνον καὶ τοῖς κινδύνοις παρέστηκεν αὕτη ἡ χάρις, ἀλλὰ καὶ ἐν τοῖς εὐκολωτάτοις δοκοῦσιν εἶναι συμπράττει, καὶ πανταχοῦ τὴν παρ' ἑαυτῆς εἰσφέρει συμμαχίαν, ἐπήγαγε λέγων· Τὸ γὰρ τί προσευξώμεθα καθ' ὃ δεῖ, οὐκ οἴδαμεν. Ταῦτα δὲ ἔλεγε, τήν τε πολλὴν τοῦ Πνεύματος πρόνοιαν ἐμφαίνων τὴν περὶ ἡμᾶς, καὶ παιδεύων αὐτοὺς, μὴ πάντως ἐκεῖνα νομίζειν εἶναι συμφέροντα, ἃ τοῖς λογισμοῖς φαίνεται τοῖς ἀνθρωπίνοις. Ἐπειδὴ γὰρ ἦν εἰκὸς αὐτοὺς μαστιζομένους, ἐλαυνομένους, μυρία 60.533 πάσχοντας δεινὰ, ἄνεσιν ζητεῖν, καὶ νομίζειν αὐτοῖς λυσιτελεῖν καὶ ταύτην αἰτεῖν παρὰ τοῦ Θεοῦ τὴν χάριν, λέγει· Μὴ πάντως τὰ δοκοῦντα ὑμῖν εἶναι συμφέροντα, ταῦτα καὶ εἶναι νομίζετε. Καὶ γὰρ εἰς τοῦτο τῆς τοῦ Θεοῦ δεόμεθα βοηθείας· οὕτως ἐστὶν ἀσθενὴς ὁ ἄνθρωπος, καὶ καθ' ἑαυτὸν οὐδέν. ∆ιὸ καὶ ἔλεγε· Τὸ γὰρ τί προσευξώμεθα καθ' ὃ δεῖ, οὐκ οἴδαμεν. Ἵνα γὰρ μηκέτι ὁ μαθητὴς αἰσχύνηται τὴν ἄγνοιαν, ἔδειξε καὶ τοὺς διδασκάλους ἐν τοῖς αὐτοῖς ὄντας. Οὐ γὰρ εἶπεν, Οὐκ οἴδατε, ἀλλ', Οὐκ οἴδαμεν. Καὶ ὅτι οὐ μετριάζων ταῦτα ἔλεγεν, ἐδήλωσε δι' ἑτέρων. Καὶ γὰρ ἀδιαλείπτως ἐπὶ τῶν προσευχῶν αὐτοῦ τὴν Ῥώμην ἰδεῖν ἐδεῖτο, καὶ οὐχ ὅτε ἐδεῖτο, τότε ἐπέτυχε· καὶ ὑπὲρ τοῦ σκόλοπος τοῦ δεδομένου αὐτῷ ἐν τῇ σαρκὶ, τουτέστι, ὑπὲρ τῶν κινδύνων πολλάκις παρεκάλεσε, καὶ ὁλοσχερῶς ἀπέτυχε· καὶ ὁ Μωϋσῆς δὲ ἐν τῇ Παλαιᾷ ὑπὲρ τοῦ τὴν Παλαιστίνην ἰδεῖν δεόμενος, καὶ ὁ Ἱερεμίας ὑπὲρ Ἰουδαίων ἱκετεύων, καὶ ὁ Ἀβραὰμ ὑπὲρ Σοδομιτῶν ἐντυγχάνων. Ἀλλ' αὐτὸ τὸ πνεῦμα ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις. Ἀσαφὲς τὸ εἰρημένον διὰ τὸ πολλὰ τῶν τότε γινομένων θαυμάτων πεπαῦσθαι νῦν. ∆ιόπερ ἀναγκαῖον διδάξαι ὑμᾶς τὴν τότε κατάστασιν, καὶ οὕτω σαφέστερος λοιπὸν ἔσται ὁ λόγος. Τίς οὖν ἡ τότε κατάστασις ἦν; ∆ιάφορα πᾶσι τοῖς τότε βαπτιζομένοις ἐδίδου χαρίσματα ὁ Θεὸς, ἃ δὴ καὶ πνεύματα ἐκαλεῖτο· Πνεύματα γὰρ προφητῶν προφήταις ὑποτάσσεται, φησί. Καὶ ὁ μὲν εἶχε προφητείας χάρισμα, καὶ προέλεγε τὰ μέλλοντα· ὁ δὲ σοφίας, καὶ ἐδίδασκε τοὺς πολλούς· ὁ δὲ ἰαμάτων, καὶ ἐθεράπευε τοὺς νοσοῦντας· ὁ δὲ δυνάμεων, καὶ ἤγειρε τοὺς νεκρούς· ὁ δὲ γλωσσῶν, καὶ διαφόροις ἐλάλει φωναῖς. Μετὰ δὲ τούτων ἁπάντων ἦν καὶ εὐχῆς χάρισμα, ὃ καὶ αὐτὸ πνεῦμα ηὔχετο. Ἐπειδὴ γὰρ πολλὰ τῶν συμφερόντων ἡμῖν ἀγνοοῦντες, τὰ μὴ συμφέροντα αἰτοῦμεν, ἤρχετο χάρισμα εὐχῆς εἰς ἕνα τινὰ τῶν τότε, καὶ τὸ κοινῇ συμφέρον τῆς Ἐκκλησίας ἁπάσης αὐτός τε ὑπὲρ ἁπάντων ἵστατο αἰτῶν, καὶ τοὺς ἄλλους ἐπαίδευε. Πνεῦμα τοίνυν ἐνταῦθα καλεῖ τό τε χάρισμα τὸ τοιοῦτον, καὶ τὴν ψυχὴν τὴν δεχομένην τὸ χάρισμα καὶ ἐντυγχάνουσαν τῷ Θεῷ καὶ στενάζουσαν. Ὁ γὰρ τοιαύτης καταξιωθεὶς χάριτος, ἑστὼς μετὰ πολλῆς τῆς κατανύξεως, μετὰ πολλῶν τῶν στεναγμῶν τῶν κατὰ διάνοιαν τῷ Θεῷ προσπίπτων, τὰ συμφέροντα πᾶσιν αἰτεῖ. Οὗ καὶ νῦν σύμβολόν ἐστιν ὁ διάκονος τὰς ὑπὲρ τοῦ δήμου ἀναφέρων εὐχάς. Τοῦτο τοίνυν δηλῶν ὁ Παῦλος ἔλεγεν· Αὐτὸ τὸ πνεῦμα ἐντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις. Ὁ δὲ ἐρευνῶν τὰς καρδίας. Ὁρᾷς, ὅτι οὐ περὶ τοῦ Παρακλήτου ὁ λόγος, ἀλλὰ περὶ τῆς καρδίας τῆς πνευματικῆς; ἐπεὶ εἰ μὴ τοῦτο ἦν, ἔδει εἰπεῖν· Ὁ δὲ ἐρευνῶν τὸ Πνεῦμα. Ἀλλ' ἵνα μάθῃς, ὅτι περὶ ἀνθρώπου ὁ λόγος πνευματικοῦ, καὶ χάρισμα ἔχοντος εὐχῆς, ἐπήγαγεν· Ὁ δὲ ἐρευνῶν τὰς καρδίας, οἶδε τί τὸ φρόνημα τοῦ πνεύματος· τουτέστι, τοῦ ἀνθρώπου τοῦ πνευματικοῦ· ὅτι κατὰ Θεὸν ἐντυγχάνει ὑπὲρ ἁγίων. Οὐ γὰρ ἀγνοοῦντα, φησὶ, διδάσκει τὸν Θεὸν, ἀλλὰ τοῦτο γίνεται, ἵνα ἡμεῖς μάθωμεν εὔχεσθαι ταῦτα ἃ χρὴ, καὶ αἰτεῖν παρὰ τοῦ Θεοῦ τὰ δοκοῦντα αὐτῷ· τοῦτο γάρ ἐστι τὸ, Κατὰ Θεόν. Ὥστε καὶ παρακλήσεως ἕνεκεν ἐγίνετο τοῦτο τῶν προσιόντων, καὶ διδασκαλίας ἀρίστης· καὶ γὰρ ὁ παρέχων καὶ τὰ χαρίσματα καὶ τὰ μυρία διδοὺς ἀγαθὰ, ὁ Παράκλητος ἦν. Ταῦτα γὰρ πάντα, φησὶν, ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα. Καὶ τῆς ἡμετέρας