117
παιδεύσεως 60.534 ἕνεκεν τοῦτο γίνεται, καὶ τοῦ δειχθῆναι τοῦ Πνεύματος τὴν ἀγάπην, ὅτι μέχρι τοσούτου συγκαταβαίνει. Ὅθεν καὶ τὸ ἀκούεσθαι ἐγίνετο τῷ εὐχομένῳ, διὰ τὸ κατὰ Θεὸν γίνεσθαι τὴν εὐχήν. Ὁρᾷς δι' ὅσων αὐτοὺς παιδεύει τὴν ὑπὲρ αὐτῶν ἀγάπην καὶ τὴν τιμὴν τὴν γινομένην εἰς αὐτούς; ηʹ. Τί γὰρ οὐκ ἐποίησε δι' ἡμᾶς ὁ Θεός; Φθαρτὸν τὸν κόσμον δι' ἡμᾶς, καὶ ἄφθαρτον ἐποίησε δι' ἡμᾶς· κακωθῆναι τοὺς προφήτας συνεχώρησε δι' ἡμᾶς, εἰς αἰχμαλωσίαν ἔπεμψε δι' ἡμᾶς, εἰς κάμινον ἀφῆκεν ἐμπεσεῖν δι' ἡμᾶς, τὰ μυρία ὑπομεῖναι κακά. Καὶ προφήτας δὲ δι' ἡμᾶς αὐτοὺς ἐποίησε, καὶ ἀποστόλους δι' ἡμᾶς· τὸν Μονογενῆ δι' ἡμᾶς ἐξέδωκε, τὸν διάβολον δι' ἡμᾶς κολάζει· ἐκάθισεν ἡμᾶς ἐν δεξιᾷ· ὠνειδίσθη δι' ἡμᾶς· Οἱ ὀνειδισμοὶ γὰρ, φησὶ, τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ' ἐμέ. Ἀλλ' ὅμως μετὰ τοσαῦτα ἀφισταμένους ἡμᾶς οὐκ ἀφίησιν, ἀλλὰ καὶ παρακαλεῖ πάλιν, καὶ ἑτέρους παρασκευάζει παρακαλεῖν ὑπὲρ ἡμῶν, ἵνα ἡμῖν χαρίσηται· ὅπερ ἐπὶ τοῦ Μωϋσέως γέγονε. Καὶ γὰρ ἐκείνῳ φησίν· Ἄφες με, καὶ ἐξαλείψω αὐτούς· ἵνα αὐτὸν ἐμβάλῃ εἰς τὴν ὑπὲρ ἐκείνων ἱκετηρίαν· καὶ νῦν τὸ αὐτὸ ποιεῖ. ∆ιὰ τοῦτο καὶ χάρισμα εὐχῆς ἐδίδου. Ἐποίει δὲ τοῦτο, οὐκ αὐτὸς παρακλήσεως δεόμενος, ἀλλ' ἵνα ἡμεῖς μὴ, ἁπλῶς σωζόμενοι, φαυλότεροι καταστῶμεν. ∆ιά τοι τοῦτο πολλάκις διὰ τὸν ∆αυῒδ καὶ τὸν δεῖνα καὶ τὸν δεῖνά φησιν αὐτοῖς καταλλάττεσθαι, τοῦτο αὐτὸ κατασκευάζων πάλιν, ἵνα καὶ σχῆμα ἐπιτεθῇ τῇ καταλλαγῇ· καίτοι μειζόνως ἂν αὐτὸς ἐφάνη φιλάνθρωπος, εἰ μὴ διὰ τὸν δεῖνα καὶ τὸν δεῖνα, ἀλλὰ δι' ἑαυτὸν ἔλεγεν αὐτοῖς ἀφεῖναι τὴν ὀργήν. Ἀλλ' οὐχ οὕτω τοῦτο ἐσπούδακεν, ὡς τὸ τοῖς σωζομένοις μὴ γενέσθαι ῥᾳθυμίας ἀφορμὴν τὴν τῆς καταλλαγῆς ὑπόθεσιν. ∆ιὰ τοῦτο καὶ τῷ Ἱερεμίᾳ ἔλεγε· Μὴ ἀξίου περὶ τοῦ λαοῦ τούτου, ὅτι οὐκ εἰσακούσομαί σου· οὐχὶ παῦσαι αὐτὸν θέλων ἀξιοῦντα (πολὺ γὰρ ἐπιθυμεῖ τῆς σωτηρίας τῆς ἡμετέρας), ἀλλ' ἐκείνους φοβῆσαι· ὅπερ οὖν καὶ ὁ προφήτης συνιδὼν, οὐκ ἐπαύσατο ἀξιῶν. Καὶ ἵνα μάθῃς, ὅτι οὐκ ἀποστῆσαι αὐτὸν θέλων, ἀλλ' ἐντρέψαι, ταῦτα ἔλεγεν, ἄκουσον τί φησιν· Ἢ οὐχ ὁρᾷς τί αὐτοὶ ποιοῦσι; Καὶ πρὸς τὴν πόλιν δὲ ὅταν λέγῃ· Ἐὰν ἀποπλύνῃ νίτρῳ, καὶ πληθύνῃς σεαυτῇ πόαν, κεκηλίδωσαι ἐναντίον μου· οὐχ ἵνα εἰς ἀπόγνωσιν ἐμβάλῃ, λέγει, ἀλλ' ἵνα εἰς μετάνοιαν διαναστήσῃ. Ὥσπερ γὰρ ἐπὶ τῶν Νινευϊτῶν ἀδιορίστως εἰπὼν τὴν ἀπόφασιν, καὶ μὴ ὑποτείνας χρηστὰς ἐλπίδας, μᾶλλον ἐφόβησε καὶ εἰς μετάνοιαν ἤγαγεν· οὕτω καὶ ἐνταῦθα ποιεῖ, ἐκείνους τε διεγείρων καὶ τὸν προφήτην αἰδεσιμώτερον κατασκευάζων, ἵνα κἂν οὕτως αὐτοῦ ἀκούσωσιν. Εἶτα ἐπειδὴ ἔμενον ἀνίατα νοσοῦντες, καὶ οὐδὲ τῶν ἄλλων ἀπενεχθέντων ἐσωφρονίσθησαν, τὸ μὲν πρῶτον παραινεῖ μένειν αὐτόθι· ὡς δὲ οὐκ ἠνείχοντο, ἀλλ' ηὐτομόλουν εἰς Αἴγυπτον, τοῦτο μὲν συνεχώρησεν, αἰτεῖ δὲ παρ' αὐτῶν τὸ μὴ μετ' Αἰ 60.534 γύπτου καὶ πρὸς τὴν ἀσέβειαν αὐτομολῆσαι. Ὡς δὲ οὐδὲ τοῦτο ἐπείσθησαν, συμπέμπει τὸν προφήτην αὐτοῖς, ὥστε μὴ τέλεον ἐξοκεῖλαι λοιπόν. Ἐπειδὴ γὰρ αὐτοὶ οὐκ ἠκολούθησαν αὐτῷ καλοῦντι, αὐτὸς αὐτοῖς ἕπεται λοιπὸν διορθούμενος, καὶ κωλύων προσωτέρω φέρεσθαι τῆς κακίας καθάπερ πατὴρ φιλόστοργος παιδίῳ δυστυχῶς ἔχοντι πρὸς ἅπαντα, πανταχοῦ συμπεριάγων καὶ συμπεριακολουθῶν. ∆ιὰ δὴ τοῦτο οὐκ εἰς Αἴγυπτον μόνον τὸν Ἱερεμίαν, ἀλ 60.535 λὰ καὶ εἰς Βαβυλῶνα τὸν Ἰεζεκιὴλ ἔπεμπεν. Οἱ δὲ οὐκ ἀντέλεγον. Ἐπειδὴ γὰρ τὸν ἑαυτῶν ∆εσπότην εἶδον σφόδρα αὐτοὺς φιλοῦντα, καὶ αὐτοὶ τοῦτο ποιοῦντες διετέλουν· ὥσπερ ἂν εἴ τις υἱὸν ἄχρηστον δοῦλος εὐγνώμων ἐλεήσειεν, ὁρῶν τὸν πατέρα ἀλγοῦντα ὑπὲρ αὐτοῦ καὶ κοπτόμενον. Τί γὰρ οὐκ ἔπασχον δι' αὐτούς; Ἐπρίζοντο, ἠλαύνοντο, ὠνειδίζοντο, ἐλιθάζοντο, μυρία ἔπασχον δεινά· καὶ μετὰ ταῦτα ἅπαντα, πρὸς αὐτοὺς ἔτρεχον πάλιν. Καὶ γὰρ ὁ Σαμουὴλ οὐ διέλειπε πενθῶν τὸν Σαοὺλ, καίτοι γε χαλεπῶς ὑβρισθεὶς παρ' αὐτοῦ, καὶ τὰ ἀνήκεστα παθών· ἀλλ' ὅμως οὐδενὸς ἐκείνων ἐμέμνητο. Τῷ δὲ Ἰουδαίων δήμῳ καὶ θρήνους γραπτοὺς ὁ Ἱερεμίας συνέθηκε· καὶ τοῦ στρατηγοῦ τῶν Περσῶν διδόντος αὐτῷ μετὰ ἀδείας