118
οἰκεῖν καὶ ἐλευθερίας ἁπάσης ὅπου βούλοιτο, προετίμησε τῆς οἴκοι διατριβῆς τὴν τοῦ λαοῦ κακουχίαν καὶ τὴν ἐν ἀλλοτρίᾳ ταλαιπωρίαν. Οὕτω καὶ Μωϋσῆς τὰ βασίλεια καὶ τὴν ἐκεῖ διατριβὴν ἀφεὶς, πρὸς τὰς ἐκείνων ἔδραμε συμφοράς. Καὶ ∆ανιὴλ δὲ ἐν εἰκοσιὲξ ἡμέραις ἄσιτος ἔμεινεν, ἄγχων ἑαυτὸν τῇ βαρυτάτῃ νηστείᾳ, ἵνα τὸν Θεὸν αὐτοῖς καταλλάξῃ· καὶ οἱ παῖδες δὲ οἱ τρεῖς ἐν καμίνῳ ὄντες καὶ τοσούτῳ πυρὶ, τὴν ὑπὲρ αὐτῶν ἱκετηρίαν ἀνέφερον. Οὐ γὰρ δὴ ὑπὲρ ἑαυτῶν ἤλγουν τῶν σεσωσμένων· ἀλλ' ἐπειδὴ τότε μάλιστα ᾤοντο παῤῥησίαν ἔχειν, διὰ τοῦτο ὑπὲρ αὐτῶν ἐδέοντο. ∆ιὸ καὶ ἔλεγον· Ἐν ψυχῇ συντετριμμένῃ καὶ πνεύματι ταπεινώσεως προσδεχθείημεν. ∆ιὰ τούτους καὶ Ἰησοῦς τὰ ἱμάτια διέῤῥηξε· διὰ τούτους καὶ Ἰεζεκιὴλ ἐθρήνει καὶ ὠλοφύρετο κατακοπτομένους ὁρῶν· καὶ Ἱερεμίας ἔλεγεν· Ἄφετέ με, πικρῶς κλαύσομαι. Καὶ πρὸ τούτου δὲ, ἐπειδὴ ἀξιῶσαι ὑπὲρ συγχωρήσεως τῶν δεινῶν παντελοῦς οὐκ ἐτόλμα, προθεσμίαν ἐζήτει λέγων· Ἕως πότε, Κύριε; φιλόστοργον γὰρ ἅπαν τὸ τῶν ἁγίων γένος. ∆ιὸ καὶ ὁ Παῦλος ἔλεγεν· Ἐνδύσασθε οὖν, ὡς ἐκλεκτοὶ Θεοῦ ἅγιοι, σπλάγχνα οἰκτιρμῶν, χρηστότητα, ταπεινοφροσύνην. θʹ. Ὁρᾷς τὴν ἀκρίβειαν τοῦ ῥήματος, καὶ πῶς διηνεκῶς ἐλεήμονας ἡμᾶς βούλεται εἶναι; Οὐ γὰρ εἶπεν, Ἐλεήσατε, ἁπλῶς, ἀλλ', Ἐνδύσασθε· ἵνα ὥσπερ τὸ ἱμάτιον ἀεὶ μεθ' ἡμῶν ἐστιν, οὕτω καὶ ἡ ἐλεημοσύνη. Καὶ οὐκ εἶπεν ἁπλῶς, Ἐλεημοσύνην, ἀλλὰ, Σπλάγχνα οἰκτιρμῶν, ἵνα φυσικὴν μιμησώμεθα φιλοστοργίαν. Ἀλλ' ἡμεῖς τἀναντία ποιοῦμεν· κἂν προσέλθῃ τις αἰτῶν ὀβολὸν ἕνα, ὑβρίζομεν, λοιδοροῦμεν, ἐπιθέτην καλοῦμεν. Οὐ φρίττεις, ἄνθρωπε, οὐκ ἐρυθριᾷς, ἐπιθέτην ὑπὲρ ἄρτου καλῶν; Εἰ δὲ καὶ ἐπίθεσιν ὁ τοιοῦτος ποιεῖ, διὰ τοῦτο καὶ ἐλεεῖσθαι δίκαιος, ὅτι οὕτως ὑπὸ λιμοῦ πιέζεται ὡς τοιοῦτον ὑποδῦναι προσωπεῖον. Καὶ τοῦτο τῆς ἡμετέρας ὠμότητος ἔγκλημα. Ἐπειδὴ γὰρ εὐκόλως παρέχειν οὐκ ἀνεχόμεθα, μυρίας ἀναγκάζονται ἐπινοεῖν μηχανὰς, ὥστε ἡμῶν σοφίσασθαι τὴν ἀπανθρωπίαν, καὶ τὴν τραχύτητα καταμαλάξαι. Ἄλλως δὲ, εἰ μὲν ἀργύριον ᾔτει καὶ χρυσίον, εἶχεν ἄν σοι τὰ τῆς ὑποψίας λόγον· εἰ δὲ ὑπὲρ ἀναγκαίας σοι τροφῆς προσέρχεται, τί φιλοσοφεῖς ἀκαίρως, καὶ ἀκριβολογεῖ περιττὰ, ἀργίαν ἐγκαλῶν καὶ ὄκνον; Εἰ γὰρ δεῖ ταῦτα λέγειν, οὐχ ἑτέροις, ἀλλ' ἡμῖν αὐτοῖς ἐπιλέγειν δεῖ. Ὅταν γοῦν τῷ Θεῷ προσίῃς ἁμαρτημάτων αἰτῶν συγχώρησιν, τούτων ἀναμνήσθητι τῶν ῥημάτων, καὶ γνώσῃ ὅτι δικαιότερον ταῦτα αὐτὸς ἀκούσῃ 60.536 παρὰ τοῦ Θεοῦ, ἢ ὁ πένης παρὰ σοῦ. Ἀλλ' ὅμως οὐδέποτε πρὸς σὲ ταῦτα εἶπε τὰ ῥήματα ὁ Θεὸς, οἷον, Ἀπόστηθι· καὶ γὰρ ἐπιθέτης εἶ, εἰς μὲν ἐκκλησίαν εἰσιὼν συνεχῶς, καὶ νόμων ἀκούων τῶν ἐμῶν, ἐν δὲ τῇ ἀγορᾷ καὶ χρυσίον καὶ ἐπιθυμίαν καὶ φιλίαν καὶ πάντα ἁπλῶς προτιμῶν τῶν ἐμῶν ἐπιταγμάτων· καὶ νῦν μὲν ταπεινὸς γίνῃ, μετὰ δὲ τὴν εὐχὴν καὶ θρασὺς καὶ ὠμὸς καὶ ἀπάνθρωπος· ἄπιθι τοίνυν ἐντεῦθεν, καὶ μηκέτι μοι πρόσιθι. Ταῦτα γὰρ, καὶ τούτων πλείονα ἀκούειν ἦμεν ἄξιοι· ἀλλ' ὅμως οὐδέποτε τοιοῦτον οὐδὲν ὠνείδισεν, ἀλλὰ καὶ μακροθυμεῖ καὶ τὰ παρ' ἑαυτοῦ πάντα πληροῖ, καὶ πλείονα ὧν αἰτοῦμεν δίδωσι. Ταῦτ' οὖν ἐννοοῦντες, λύσωμεν τὴν πενίαν τοῖς δεομένοις, κἂν ἐπίθεσιν ποιῶσι, μὴ ἀκριβολογώμεθα. Τοιαύτης γὰρ καὶ ἡμεῖς χρῄζομεν σωτηρίας τῆς μετὰ συγγνώμης, τῆς μετὰ φιλανθρωπίας, τῆς μετὰ ἐλέους πολλοῦ. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι, τῶν καθ' ἡμᾶς ἐξεταζομένων ἀκριβῶς, σωθῆναί ποτε, ἀλλ' ἀνάγκη κολασθῆναι καὶ ἀπολέσθαι πάντας. Μὴ τοίνυν γινώμεθα ἑτέρων πικροὶ δικασταὶ, ἵνα μὴ καὶ ἡμεῖς ἀκριβεῖς ἀπαιτηθῶμεν εὐθύνας· καὶ γὰρ ἔχομεν ἁμαρτήματα συγγνώμης πάσης μείζονα. Ὥστε ἐκείνους μᾶλλον ἐλεῶμεν τοὺς τὰ ἀσύγγνωστα ἁμαρτάνοντας, ἵνα καὶ αὐτοὶ τοιοῦτον ἑαυτοῖς προαποθώμεθα ἔλεον· καίτοι ὅσα ἂν φιλοτιμησώμεθα, οὐδέποτε δυνησόμεθα τοιαύτην εἰσενεγκεῖν φιλανθρωπίαν, οἵας χρῄζομεν ἡμεῖς παρὰ τοῦ φιλανθρώπου Θεοῦ. Πῶς οὖν οὐκ ἄτοπον, τοσούτων ὄντας ἐν χρείᾳ αὐτοὺς, ἀκριβολογεῖσθαι περὶ τοὺς ἡμετέρους συνδούλους, καὶ καθ' ἑαυτῶν ἅπαντα πράττειν; Οὐ γὰρ οὕτως ἐκεῖνον ἀνάξιον ἀποφαίνεις τῆς εὐεργεσίας τῆς σῆς,