122
χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΙΕʹ. Οἴδαμεν δὲ, ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν. αʹ.
Ἐνταῦθά μοι δοκεῖ πρὸς τοὺς ἐν κινδύνοις ὄντας ἅπαν τοῦτο κεκινηκέναι τὸ χωρίον· μᾶλλον δὲ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὰ μικρῷ πρὸ τούτων εἰρημένα. Καὶ γὰρ τὸ, Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι, καὶ τὸ, τὴν κτίσιν ἅπασαν στενάζειν, καὶ τὸ λέγειν, ὅτι Τῇ ἐλπίδι ἐσώθημεν, καὶ τὸ, ∆ι' ὑπομονῆς ἀπεκδεχόμεθα, καὶ τὸ, Τί προσευξώμεθα καθ' ὃ δεῖ, οὐκ οἴδαμεν· ἅπαντα ταῦτα πρὸς ἐκείνους εἴρηται. Παιδεύει γὰρ αὐτοὺς μὴ ἅπερ ἂν αὐτοὶ νομίσωσιν εἶναι συμφέροντα, ταῦτα αἱρεῖσθαι πάντως, ἀλλ' ἅπερ ἂν τὸ Πνεῦμα ὑποβάλῃ. Καὶ γὰρ πολλὰ αὐτοῖς δοκοῦντα λυσιτελεῖν, ἔστιν ὅτε καὶ βλάβην ἤνεγκε πολλήν. Ἄνεσις γοῦν καὶ κινδύνων ἀπαλλαγὴ, καὶ τὸ ἐν ἀδείᾳ ζῇν, ἐδόκει συμφέρον εἶναι ἐκείνοις. Καὶ τί θαυμαστὸν, εἰ ἐκείνοις, ὅπου γε καὶ αὐτῷ τῷ μακαρίῳ Παύλῳ τοῦτο οὕτως ἔδοξεν ἔχειν; Ἀλλ' ὅμως ἐμάνθανεν ὕστερον, ὅτι τὰ ἐναντία τούτοις ταῦτά ἐστι τὰ συμφέροντα, καὶ μαθὼν ἔστεργεν. Ὁ γοῦν τρὶς τὸν Κύριον παρακαλέσας ὥστε ἀπαλλαγῆναι κινδύνων, ἐπειδὴ ἤκουσεν αὐτοῦ λέγοντος, Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται, ἐσκίρτα λοιπὸν διωκόμενος, ὑβριζόμενος, τὰ ἀνήκεστα πάσχων. Εὐδοκῶ γὰρ, 60.540 φησὶν, ἐν διωγμοῖς, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις. ∆ιὸ καὶ ἔλεγε· Τὸ γὰρ τί προσευξώμεθα καθ' ὃ δεῖ, οὐκ οἴδαμεν· καὶ πᾶσι παρῄνει τῷ Πνεύματι τούτων παραχωρεῖν. Καὶ γὰρ καὶ τὸ Πνεῦμα τὸ ἅγιον σφόδρα ἡμῶν κήδεται, καὶ τῷ Θεῷ τοῦτό ἐστι τὸ δοκοῦν. ∆ιὰ πάντων τοίνυν ἀλείψας αὐτοὺς, ἐπάγει καὶ τὰ σήμερον εἰρημένα, λογισμὸν κινῶν ἱκανὸν αὐτοὺς ἀνακτήσασθαι. Οἴδαμεν γὰρ, φησὶν, ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν. Ὅταν δὲ εἴπῃ, Πάντα, καὶ τὰ δοκοῦντα εἶναι λυπηρὰ λέγει. Κἂν γὰρ θλῖψις, κἂν πενία, κἂν δεσμωτήρια, κἂν λιμοὶ, κἂν θάνατοι, κἂν ὁτιοῦν ἕτερον ἐπείη, δυνατὸς ὁ Θεὸς εἰς τοὐναντίον ταῦτα πάντα μεταβαλεῖν· ἐπεὶ καὶ τοῦτο τῆς ἀφάτου δυνάμεως αὐτοῦ, τὸ τὰ δοκοῦντα εἶναι μοχθηρὰ κοῦφά τε ἡμῖν ποιεῖν, καὶ εἰς τὴν ὑπὲρ ἡμῶν τρέπειν βοήθειαν. ∆ιόπερ οὐκ εἶπεν, ὅτι Τοῖς ἀγαπῶσι τὸν Θεὸν οὐκ ἐπέρχεταί τι δεινὸν, ἀλλ' ὅτι καὶ Συνεργεῖ εἰς ἀγαθόν· τουτέστιν, ὅτι αὐτοῖς τοῖς δεινοῖς κέχρηται εἰς τὴν τῶν ἐπιβουλευομένων εὐδοκίμησιν· ὅπερ πολὺ μεῖζόν ἐστι τοῦ κωλῦσαι ἐπελθεῖν τὰ δεινὰ, ἢ καταλῦσαι ἐπελθόντα. Τοῦτο οὖν καὶ ἐπὶ τῆς Βαβυλωνίας καμίνου πεποίηκεν. Οὔτε γὰρ ἐκώλυσεν ἐμπεσεῖν εἰς αὐτὴν, οὔτε ἐμπεσόντων τῶν ἁγίων ἐκείνων, τὴν φλόγα ἔσβεσεν, 60.541 ἀλλὰ καὶ ἀφεὶς καίεσθαι, δι' αὐτῆς ταύτης θαυμαστοτέρους εἰργάσατο. Καὶ ἐπὶ τῶν ἀποστόλων δὲ τοιαῦτα ἕτερα ἐθαυματούργησε διὰ πάντων. Εἰ γὰρ ἄνθρωποι, φιλοσοφεῖν εἰδότες, δύνανται φύσει πραγμάτων εἰς τὸ ἐναντίον ἀποχρήσασθαι, καὶ ἐν πενίᾳ ζῶντες τῶν πλουτούντων εὐπορώτεροι φανῆναι, καὶ δι' ἀτιμίας λάμψαι· πολλῷ μᾶλλον ὁ Θεὸς ἐπὶ τῶν ἀγαπώντων αὐτὸν, καὶ ταῦτα καὶ τὰ πολλῷ μείζονα ἐργάσεται. Ἑνὸς γὰρ δεῖ μόνου, τοῦ γνησίως αὐτὸν ἀγαπᾷν, καὶ τὰ ἄλλα πάντα ἕπεται. Ὥσπερ οὖν καὶ τούτους καὶ τὰ δοκοῦντα εἶναι βλαβερὰ ὠφελεῖ· οὕτω τοὺς οὐκ ἀγαπῶντας αὐτὸν, καὶ τὰ ὠφελοῦντα βλάπτει. Τοῖς γοῦν Ἰουδαίοις καὶ σημείων ἐπίδειξις, καὶ δογμάτων ὀρθότης ἐλυμαίνετο, καὶ διδασκαλίας φιλοσοφία· καὶ δι' ἐκεῖνα μὲν δαιμονῶντα ἐκάλουν, διὰ δὲ ταῦτα ἀντίθεον· ὑπὲρ δὲ τῶν σημείων καὶ ἀναιρεῖν ἐπεχείρουν. Ὁ μέντοι λῃστὴς σταυρούμενος, προσηλούμενος, λοιδορούμενος, μυρία πάσχων δεινὰ, οὐ μόνον οὐδὲν παρεβλάβη, ἀλλὰ καὶ τὰ μέγιστα ἐντεῦθεν ἐκέρδανεν. Εἶδες πῶς τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν; Εἰπὼν τοίνυν τὸ μέγα τοῦτο ἀγαθὸν, καὶ σφόδρα τὴν ἀνθρωπίνην φύσιν ὑπερβαῖνον,