125
λοιπὸν τὸ ἐντυγχάνειν οὐκ ἐλαττώσεως, ἀλλ' ἀγάπης φαίνηται μόνης ὄν. Ὁ γὰρ αὐτὸς ζωὴ ὢν καὶ πηγὴ τῶν ἀγαθῶν ἁπάντων, καὶ μετ' ἐξουσίας τῆς αὐτῆς τῷ Πατρὶ, καὶ νεκροὺς ἐγείρων, καὶ ζωοποιῶν, καὶ τὰ ἄλλα πάντα ποιῶν, πῶς ἂν ἐντεύξεως ἐδεήθη εἰς τὸ ὠφελῆσαι ἡμᾶς; Ὁ ἀπεγνωσμένους καὶ καταδεδικασμένους ἐξ οἰκείας ἐξουσίας καὶ τῆς 60.544 καταδίκης ἐκείνης ἀπαλλάξας, καὶ δικαίους καὶ υἱοὺς ποιήσας, καὶ πρὸς τὰς ἀνωτάτω τιμὰς ἀγαγὼν, καὶ τὰ μηδέποτε ἐλπισθέντα εἰς ἔργον ἀγαγὼν, πῶς ἂν μετὰ τὸ κατορθῶσαι πάντα, καὶ τὴν φύσιν τὴν ἡμετέραν δεῖξαι ἐπὶ τοῦ θρόνου τοῦ βασιλικοῦ, πρὸς τὰ εὐκολώτερα ἐντυχίας ἐδεῖτο; Ὁρᾷς πῶς πανταχόθεν δείκνυται, ὅτι τὸ ἐντυγχάνειν δι' οὐδὲν ἕτερον εἴρηκεν, ἀλλ' ἵνα τὸ θερμὸν καὶ ἀκμάζον τῆς περὶ ἡμᾶς ἀγάπης ἐνδείξηται; ἐπεὶ καὶ ὁ Πατὴρ φαίνεται παρακαλῶν ἀνθρώπους καταλλαγῆναι αὐτῷ. Ὑπὲρ γὰρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν. Ἀλλ' ὅμως καὶ Θεοῦ παρακαλοῦντος, καὶ ἀνθρώπων ὑπὲρ Χριστοῦ πρεσβευομένων πρὸς ἀνθρώπους, οὐδὲν ἀνάξιον ἐννοοῦμεν ἐντεῦθεν τῆς ἀξίας ἐκείνης, ἀλλ' ἓν μόνον ἐκ τῶν εἰρημένων ἁπάντων συλλέγομεν, τὴν τῆς ἀγάπης ἐπίτασιν. Τοῦτο δὴ καὶ ἐνταῦθα ποιῶμεν. Εἰ τοίνυν καὶ τὸ Πνεῦμα ὑπερεντυγχάνει στεναγμοῖς ἀλαλήτοις, καὶ ὁ Χριστὸς ἀπέθανε, καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν, καὶ ὁ Πατὴρ τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο διὰ σὲ, καὶ ἐξελέξατό σε καὶ ἐδικαίωσε, τί λοιπὸν δέδοικας; τί δὲ τρέμεις, τοσαύτης ἀπολαύων ἀγάπης, καὶ τοσαύτης κηδεμονίας; ∆ιὰ δὴ τοῦτο, δείξας πολλὴν τὴν ἄνωθεν πρόνοιαν, μετὰ παῤῥησίας λοιπὸν ἐπάγει τὰ ἑξῆς, καὶ οὐ λέγει, ὅτι Ὀφείλετε καὶ ὑμεῖς οὕτως αὐτὸν ἀγαπᾷν, ἀλλ', ὥσπερ ἔνθους γενόμενος ὑπὸ τῆς ἀφάτου ταύτης προνοίας, φησί· Τίς ἡμᾶς χωρίζει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ, Καὶ οὐκ εἶπε· Τοῦ Θεοῦ· οὕτως ἀδιάφορον αὐτῷ, καὶ Χριστὸν καὶ Θεὸν ὀνομάζειν. Θλῖψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα; Ὅρα τοῦ μακαρίου Παύλου σύνεσιν. Οὐ γὰρ εἶπε ταῦτα οἷς καθημέραν ἁλισκόμεθα, χρημάτων ἔρωτα καὶ δόξης ἐπιθυμίαν καὶ ὀργῆς τυραννίδα, ἀλλὰ ἃ πολλῷ τούτων ἐστὶ τυραννικώτερα, καὶ τὴν φύσιν αὐτὴν ἱκανὰ βιάσασθαι, καὶ διανοίας στεῤῥότητα ἀναμοχλεῦσαι πολλάκις καὶ ἀκόντων ἡμῶν, ταῦτα τίθησι, θλίψεις καὶ στενοχωρίας. Εἰ γὰρ καὶ εὐαρίθμητα τὰ εἰρημένα, ἀλλὰ μυρίους ἔχει πειρασμῶν ὁρμαθοὺς ἑκάστη λέξις. Ὅταν γὰρ εἴπῃ θλῖψιν, καὶ δεσμωτήρια λέγει καὶ δεσμὰ καὶ συκοφαντίας καὶ ἐξορίας καὶ τὰς ἄλλας ταλαιπωρίας ἁπάσας, ἑνὶ ῥήματι πέλαγος κινδύνων διατρέχων ἄπειρον, καὶ πάντα ἁπλῶς τὰ ἐν ἀνθρώποις δεινὰ διὰ μιᾶς ἡμῖν ἐμφαίνων λέξεως. Ἀλλ' ὅμως πάντων αὐτῶν κατατολμᾷ. ∆ιὸ καὶ κατὰ ἐρώτησιν αὐτὸ προάγει ὡς ἀναντίῤῥητον ὂν, ὅτι τὸν οὕτως ἀγαπηθέντα, καὶ τοσαύτης ἀπολαύσαντα προνοίας, οὐδὲν ἔστιν ὃ διαστῆσαι δυνήσεται. δʹ. Εἶτα, ἵνα μὴ δόξῃ ταῦτα ἐγκαταλείψεως εἶναι. καὶ τὸν προφήτην ἐπάγει προαναφωνοῦντα ταῦτα πρὸ πολλοῦ τοῦ χρόνου, καὶ λέγοντα· Ὅτι ἕνεκεν σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς· τουτέστι, Πᾶσίν ἐσμεν προκείμενοι εἰς τὸ πάσχειν κακῶς. Ἀλλ' ὅμως πρὸς τοὺς τοσούτους καὶ τηλικούτους κινδύνους, καὶ τὰς καινὰς ταύτας τραγῳδίας ἀρκοῦσα παράκλησις ἡ τῶν ἀγώνων ἡμῖν ὑπόθεσις δέδοται· μᾶλλον δὲ οὐκ ἀρκοῦσα μόνον, ἀλλὰ καὶ πολλῷ πλείων. Οὐ γὰρ δι' ἀνθρώπους οὐδὲ δι' ἄλλο τι βιωτικὸν ταῦτα πάσχομεν, ἀλλὰ διὰ τὸν τῶν ὅλων, φησὶ, βασιλέα. Οὐ τούτῳ δὲ μόνον αὐτοὺς, ἀλλὰ καὶ ἑτέρῳ πάλιν ἀνέδησε στεφάνῳ ποικίλῳ καὶ πολυειδεῖ. Ἐπειδὴ γὰρ ἀνθρώπους 60.545 ὄντας οὐκ ἐνῆν μυρίους ὑπομεῖναι θανάτους, δείκνυσιν ὅτι οὐδὲν ταύτῃ τὰ βραβεῖα ἠλάττωται. Κἂν γὰρ τῇ φύσει κεκληρωμένον ᾖ τὸ μόνον ἅπαξ ἀποθανεῖν, τῇ προαιρέσει τὸ καθημέραν τοῦτο πάσχειν, εἰ βουληθείημεν, δέδωκεν ὁ Θεός. Ὅθεν δῆλον, ὅτι τοσούτους ἀπελευσόμεθα ἔχοντες στεφάνους, ὅσας ἂν βιώσωμεν ἡμέρας· μᾶλλον δὲ καὶ πολλῷ πλείους· ἔστι γὰρ ἐν ἡμέρᾳ μιᾷ καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις ἀποθανεῖν. Ὁ γὰρ πρὸς