126
τοῦτο παρεσκευασμένος, ἀεὶ τὸν μισθὸν ἀπηρτισμένον λαμβάνει. Τοῦτο γοῦν καὶ ὁ προφήτης αἰνιττόμενος ἔλεγεν· Ὅλην τὴν ἡμέραν. ∆ιὸ καὶ ὁ Ἀπόστολος αὐτὸν ἐπεισήγαγε, μειζόνως αὐτοὺς διεγείρων. Εἰ γὰρ οἱ ἐν τῇ Παλαιᾷ, φησὶ, καὶ γῆν τὸ ἔπαθλον τῶν πόνων ἔχοντες, καὶ τὰ ἄλλα τῷ παρόντι συγκαταλυόμενα βίῳ, οὕτω τῆς παρούσης ὑπερεώρων ζωῆς, καὶ τῶν πειρασμῶν καὶ τῶν κινδύνων, τίνα ἂν σχοίημεν συγγνώμην ἡμεῖς, μετὰ τὸν οὐρανὸν καὶ τὴν βασιλείαν τὴν ἄνω καὶ τὰ ἀπόῤῥητα ἀγαθὰ καταμαλακιζόμενοι, καὶ μηδὲ πρὸς τὸ αὐτὸ μέτρον φθάνοντες ἐκείνων; Ἀλλ' οὕτω μὲν οὐκ εἶπε, τῷ δὲ συνειδότι αὐτὸ καταλιπὼν τῶν ἀκροατῶν, τῇ μαρτυρίᾳ ἀρκεῖται μόνῃ, καὶ δείκνυσιν, ὅτι καὶ θυσία αὐτῶν τὰ σώματα γίνεται, καὶ οὐ δεῖ θορυβεῖσθαι, οὐδὲ ταράττεσθαι, τοῦ Θεοῦ οὕτως οἰκονομήσαντος. Καὶ ἑτέρως δὲ αὐτοὺς προτρέπει. Ἵνα γὰρ μὴ λέγῃ τις, ὅτι ἁπλῶς ταῦτα φιλοσοφεῖ πρὸ τῆς πείρας τῶν πραγμάτων, ἐπήγαγεν· Ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς, τοὺς καθημερινοὺς τῶν ἀποστόλων θανάτους λέγων. Εἶδες ἀνδρείαν καὶ ἐπιείκειαν; Ὥσπερ γὰρ ἐκεῖνα, φησὶν, οὐκ ἀνθίσταται σφαττόμενα, οὕτως οὐδὲ ἡμεῖς. Ἀλλ' ἐπειδὴ τῆς ἀνθρωπίνης διανοίας ἡ ἀσθένεια καὶ μετὰ τοσαῦτα τὸ πλῆθος τῶν πειρασμῶν ἐδεδοίκει, ὅρα πῶς πάλιν ἀνίστησι τὸν ἀκροατὴν, καὶ ὑψηλὸν ποιεῖ καὶ γαῦρον, εἰπών· Ἀλλ' ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς. Τὸ γὰρ δὴ θαυμαστὸν τοῦτό ἐστιν, οὐχ ὅτι νῦν νικῶμεν μόνον, ἀλλ' ὅτι καὶ δι' ὧν ἐπιβουλευόμεθα νικῶμεν. Καὶ οὐχ ἁπλῶς νικῶμεν, ἀλλ' ὑπερνικῶμεν, τουτέστι, μετὰ εὐκολίας ἁπάσης, χωρὶς ἱδρώτων καὶ πόνων. Οὐ γὰρ πράγματα ὑπομένοντες, ἀλλὰ τὴν γνώμην παρασκευάζοντες μόνον, οὕτω πανταχοῦ τὰ τρόπαια ἱστῶμεν κατὰ τῶν ἐχθρῶν. Καὶ μάλα εἰκότως· Θεὸς γάρ ἐστιν ἡμῖν ὁ συναγωνιζόμενος. Μὴ τοίνυν ἀπιστήσῃς, εἰ μαστιζόμενοι τῶν μαστιζόντων περιγινόμεθα, εἰ ἐλαυνόμενοι τῶν διωκόντων κρατοῦμεν, εἰ ἀποθνήσκοντες τοὺς ζῶντας τρεπόμεθα. Ὅταν γὰρ καὶ τὴν δύναμιν τοῦ Θεοῦ καὶ τὴν ἀγάπην θῇς, οὐδὲν τὸ κωλύον τὰ θαυμαστὰ ταῦτα ἐκβῆναι καὶ παράδοξα, καὶ τὴν ἐκ περιουσίας λάμψαι νίκην. Οὐδὲ γὰρ ἁπλῶς ἐνίκων, ἀλλὰ μετὰ πολλοῦ τοῦ θαύματος, καὶ ὥστε μαθεῖν, ὅτι οὐ πρὸς ἀνθρώπους ὁ πόλεμος τοῖς ἐπιβουλεύουσιν ἦν, ἀλλὰ πρὸς τὴν ἄμαχον δύναμιν ἐκείνην. Ὅρα γοῦν τοὺς Ἰουδαίους ἐν μέσῳ αὐτοὺς ἔχοντας, καὶ διαποροῦντας καὶ λέγοντας· Τί ποιήσομεν τοῖς ἀνθρώποις τούτοις; Τὸ γὰρ δὴ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι κατέχοντες αὐτοὺς, καὶ ὑπευθύνους ἔχοντες, καὶ δεσμοῦντες, καὶ κόπτοντες, ἠπόρουν καὶ ἐν ἀμηχανίᾳ ἦσαν, δι' αὐτῶν τούτων ἡττώμενοι, δι' ὧν προσεδόκων νικᾷν. Καὶ οὔτε τύραννος, οὔτε δήμιοι, οὔτε δαιμόνων φάλαγγες, οὔτε αὐτὸς ὁ διάβολος περιγενέσθαι αὐτῶν ἴσχυσεν, ἀλλ' ἐκ πολλῆς ἅπαντες ἡττῶντο τῆς περιουσίας, ἅπερ κατ' αὐτῶν ἐμηχανῶντο, πάντα ὑπὲρ αὐτῶν ὁρῶντες γινόμενα. ∆ιὸ καὶ ἔλεγεν· Ὑπερνικῶμεν. Καινὸς γὰρ οὗτος ὁ νόμος τῆς νίκης ἦν, τὸ διὰ τῶν ἐναντίων κρατεῖν, καὶ μηδέποτε ἡττᾶσθαι, ἀλλ' ὡς αὐτοὺς ὄντας κυρίους τοῦ τέλους, 60.546 οὕτως ἐπὶ τοὺς ἀγῶνας ἐξιέναι τούτους. Πέπεισμαι γὰρ, ὅτι οὔτε θάνατος οὔτε ζωὴ, οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε δυνάμεις, οὔτε ἐνεστῶτα οὔτε μέλλοντα, οὔτε ὕψωμα οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. εʹ. Μεγάλα τὰ εἰρημένα· ἀλλ' οὐκ ἴσμεν αὐτὰ, ἐπειδὴ τοσαύτην ἀγάπην οὐκ ἔχομεν. Ἀλλ' ὅμως εἰ καὶ μεγάλα, δεῖξαι βουλόμενος οὐδὲν ὄντα πρὸς τὴν ἀγάπην, ἢν ἠγαπήθη παρὰ τοῦ Θεοῦ, μετ' ἐκείνην τότε τὴν αὐτοῦ τίθησιν, ἵνα μὴ δόξῃ μεγάλα λέγειν περὶ ἑαυτοῦ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Τί δεῖ, φησὶ, τὰ παρόντα λέγειν, καὶ τὰ τῷ βίῳ τούτῳ συγκεκληρωμένα δεινά. Κἂν γὰρ τὰ μέλλοντα εἴπῃ τις πράγματα, κἂν δυνάμεις, πράγματα μὲν ὡς θάνατον καὶ ζωὴν, δυνάμεις δὲ ὡς ἀγγέλους καὶ ἀρχαγγέλους, καὶ πᾶσαν τὴν ἄνω κτίσιν, καὶ ταῦτα ἐμοὶ μικρὰ πρὸς τὴν ἀγάπην τοῦ Χριστοῦ. Οὔτε γὰρ, εἰ θάνατόν τις ἠπείλει τὸν μέλλοντα τὸν ἀθάνατον, ὥστε ἀπὸ τοῦ Χριστοῦ χωρίσαι,