1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

129

λεχθέντα τοσαύτην ἔχει τὴν ὑπερβολὴν πρὸς ἐκεῖνα, ὅσην ἐκεῖνα πρὸς τὰ ἡμέτερα. Καίτοι γε οὐκ ᾤμην αὐτὰ ἔχειν ὑπερβολὴν, ἀλλ' ὅμως ἐπελθόντα τὰ σήμερον ἡμῖν ἀναγνωσθέντα πολὺ πάντων ἐκείνων ἐφάνη λαμπρότερα· ὅπερ οὖν καὶ αὐτὸς συνιδὼν, ἀπὸ τῶν 60.548 προοιμίων αὐτὸ ἐνέφηνεν, ἅτε εἰς μείζονα ἐμβαίνειν μέλλων καὶ ἀπιστεῖσθαι παρὰ τῶν πολλῶν. Πρότερον δὲ διαβεβαιοῦται περὶ ὧν μέλλει λέγειν· ὅπερ πολλοῖς ἔθος ποιεῖν, ὅταν μέλλωσί τι λέγειν παρὰ τοῖς πολλοῖς ἀπιστούμενον, καὶ ὑπὲρ οὗ σφόδρα ἑαυτούς εἰσι πεπεικότες. Καὶ γὰρ Ἀλήθειαν λέγω, φησὶ, καὶ οὐ ψεύδομαι, καὶ ἡ συνείδησίς μοι μαρτυρεῖ, ὅτι λύπη μοί ἐστι μεγάλη, καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου. Ηὐχόμην γὰρ ἀνάθεμα εἶναι αὐτὸς ἐγὼ ἀπὸ τοῦ Χριστοῦ. 60.549 Τί λέγεις, ὦ Παῦλε; Ἀπὸ τοῦ Χριστοῦ τοῦ ποθουμένου, οὗ μήτε βασιλεία σε, μήτε γέεννα ἐχώριζε, μήτε τὰ ὁρώμενα, μήτε τὰ νοούμενα, μήτε ἄλλα τοσαῦτα, ἀπὸ τούτου νῦν εὔχῃ ἀνάθεμα εἶναι; Τί γέγονε; μὴ μεταβέβλησαι, καὶ κατέλυσας τὸν πόθον ἐκεῖνον; Οὐχὶ, φησὶ, μὴ δείσῃς· καὶ γὰρ καὶ ἐπέτεινα αὐτὸν μᾶλλον. Πῶς οὖν εὔχῃ ἀνάθεμα εἶναι, καὶ ἀλλοτρίωσιν ζητεῖς, καὶ χωρισμὸν τοιοῦτον, μεθ' ὃν ἕτερον οὐκ ἔστιν εὑρεῖν; Ἐπειδὴ σφόδρα αὐτὸν φιλῶ, φησί. Πῶς, εἰπέ μοι, καὶ ποίῳ τρόπῳ; καὶ γὰρ αἰνίγματι τὸ πρᾶγμα ἔοικε. Μᾶλλον δὲ, εἰ δοκεῖ, πρῶτον μάθωμεν τί ποτέ ἐστι τὸ ἀνάθεμα, καὶ τότε αὐτὸν ἐρωτήσωμεν περὶ τούτων, καὶ τὴν ἀπόῤῥητον ταύτην καὶ παράδοξον εἰσόμεθα ἀγάπην. Τί οὖν ἐστι τὸ ἀνάθεμα; Ἄκουσον αὐτοῦ λέγοντος· Εἴ τις οὐ φιλεῖ τὸν Κύριον Ἰησοῦν Χριστὸν, ἔστω ἀνάθεμα· τουτέστι, κεχωρίσθω πάντων, ἀλλότριος ἔστω πάντων. Καθάπερ γὰρ τοῦ ἀναθέματος τοῦ ἀνατιθεμένου τῷ Θεῷ οὐδεὶς ἂν τολμήσειεν ἁπλῶς ταῖς χερσὶν ἅψασθαι, οὐδὲ ἐγγὺς γενέσθαι· οὕτω καὶ τὸν χωριζόμενον τῆς Ἐκκλησίας, πάντων ἀποτέμνων, καὶ ὡς ποῤῥωτάτω ἀπάγων, τούτῳ τῷ ὀνόματι ἀπὸ τοῦ ἐναντίου καλεῖ, μετὰ πολλοῦ τοῦ φόβου πᾶσιν ἀπαγορεύων αὐτοῦ ἀποχωρίζεσθαι καὶ ἀποπηδᾷν. Τῷ μὲν γὰρ ἀναθέματι τιμῆς ἕνεκα οὐδεὶς ἐτόλμα ἐγγίσαι· τοῦ δὲ ἀποτιμηθέντος, ἐξ ἐναντίας ἐχωρίζοντο γνώμης ἅπαντες. Ὥστε ὁ μὲν χωρισμὸς εἷς, καὶ ὁμοίως καὶ τοῦτο κἀκεῖνο τῶν πολλῶν ἠλλοτρίωται· ὁ δὲ τρόπος τοῦ χωρισμοῦ οὐχ εἷς, ἀλλὰ καὶ ἐναντίος οὗτος ἐκείνου. Τοῦ μὲν γὰρ ἀπείχοντο ὡς ἀνακειμένου Θεῷ, τοῦ δὲ ὡς ἠλλοτριωμένου Θεοῦ, καὶ ἀποῤῥαγέντος τῆς Ἐκκλησίας. Τοῦτο οὖν καὶ ὁ Παῦλος δηλῶν ἔλεγεν· Ηὐχόμην ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ. Καὶ οὐδὲ ἁπλῶς εἶπεν, ὅτι Ἐβουλόμην, ἀλλὰ ἐπιτείνων αὐτὸ, φησὶ καὶ, Ηὐχόμην. Εἰ δὲ θορυβεῖ σε ἅτε ἀσθενέστερα ὄντα τὰ λεγόμενα, τὸ πρᾶγμα λογίζου, μὴ μόνον ὅτι χωρισθῆναι ἐβούλετο, ἀλλὰ καὶ τὴν αἰτίαν, δι' ἣν ἐβούλετο, καὶ τότε ὄψει αὐτοῦ τὴν ὑπερβολὴν τῆς ἀγάπης· ἐπεὶ καὶ περιέτεμε, καὶ οὐ τῷ γενομένῳ προσέχομεν, ἀλλὰ τῇ γνώμῃ καὶ τῇ αἰτίᾳ τοῦ γενομένου, καὶ διὰ τοῦτο μᾶλλον αὐτὸν θαυμάζομεν. Οὐ περιέτεμε δὲ μόνον, ἀλλὰ καὶ ἐξυρᾶτο καὶ ἔθυσε· καὶ οὐ δήπου διὰ τοῦτο αὐτὸν Ἰουδαῖόν φαμεν εἶναι, ἀλλὰ δι' αὐτὸ μὲν οὖν τοῦτο μάλιστα ἀπηλλάχθαι Ἰουδαϊσμοῦ καὶ καθαρεύειν καὶ γνήσιον εἶναι τοῦ Χριστοῦ θεραπευτήν. Ὥσπερ οὖν αὐτὸν περιτέμνοντα βλέπων καὶ θύοντα. οὐ διὰ τοῦτο αὐτὸν καταδικάζεις ὡς Ἰουδαΐζοντα, ἀλλὰ δι' αὐτὸ μὲν οὖν τοῦτο μάλιστα στεφανοῖς, ὡς ἀλλότριον ὄντα Ἰουδαϊσμοῦ· οὕτω καὶ ὁρῶν ἐπιθυμοῦντα ἀνάθεμα γενέσθαι, μὴ διὰ τοῦτο θορυβηθῇς, ἀλλὰ δι' αὐτὸ μὲν οὖν τοῦτο μάλιστα αὐτὸν ἀνακήρυξον, τὴν αἰτίαν καταμαθὼν, δι' ἣν τοῦτο βούλεται. Ἂν γὰρ μὴ τὰς αἰτίας ἐξετάσωμεν, καὶ τὸν Ἠλίαν ἀνδροφόνον ἐροῦμεν, καὶ τὸν Ἀβραὰμ οὐκ ἀνδροφόνον μόνον, ἀλλὰ καὶ παιδοκτόνον· καὶ τὸν Φινεὲς δὲ καὶ τὸν Πέτρον φόνου γραψόμεθα πάλιν, καὶ οὐ περὶ τῶν ἁγίων δὲ μόνον, ἀλλὰ καὶ περὶ τοῦ τῶν ὅλων Θεοῦ, ὁ μὴ τηρῶν τοῦτον τὸν κανόνα, πολλὰ ἄτοπα ὑποπτεύσει. Ἵν' οὖν μὴ τοῦτο γένηται, ἐπὶ πάντων τῶν τοιούτων καὶ αἰτίαν καὶ γνώμην καὶ καιρὸν καὶ πάντα τὰ ὑπὲρ τῶν γινομένων ἀπολογούμενα συναγαγόντες, οὕτω τὰ πράγματα ἐξετάζωμεν· ὃ καὶ νῦν ἐπὶ τῆς μακαρίας ταύτης ψυχῆς ποιητέον ἡμῖν. Τίς οὖν ἡ