130
αἰτία; Πάλιν αὐτὸς ὁ ποθούμενος Ἰησοῦς. Καὶ μὴν οὐ δι' αὐτὸν, φησίν· ηὐχόμην γὰρ ἀπ' αὐτοῦ, φησὶν, ἀνάθεμα εἶναι ὑπὲρ τῶν ἀδελφῶν 60.550 μου. Καὶ τοῦτο τῆς αὐτοῦ ταπεινοφροσύνης· οὐ γὰρ βούλεται ὡς μέγα τι λέγων, καὶ τῷ Χριστῷ τοῦτο χαριζόμενος φανῆναι. ∆ιὸ καὶ εἶπε, Συγγενῶν, ἵνα κρύψῃ τὸ πλεονέκτημα· ἐπεὶ, ὅτι τὸ πᾶν διὰ τὸν Χριστὸν ἤθελεν, ἄκουσον τῶν ἑξῆς· εἰπὼν γὰρ, Τῶν συγγενῶν, ἐπήγαγεν· Ὧν ἡ υἱοθεσία καὶ ἡ δόξα καὶ αἱ διαθῆκαι καὶ ἡ νομοθεσία καὶ ἡ λατρεία καὶ αἱ ἐπαγγελίαι, ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν. βʹ. Καὶ τί τοῦτο; φησίν. Εἰ γὰρ ὑπὲρ τοῦ πιστεῦσαι ἑτέρους ἐβούλετο γενέσθαι ἀνάθεμα, ἔδει καὶ ὑπὲρ τῶν ἐθνῶν τοῦτο εὔξασθαι· εἰ δὲ καὶ ὑπὲρ Ἰουδαίων εὔχεται μόνων, δείκνυσιν οὐ διὰ τὸν Χριστὸν αὐτὸ βουλόμενος, ἀλλὰ διὰ τὴν πρὸς ἐκείνους οἰκείωσιν. Καὶ μὴν, εἰ ὑπὲρ τῶν ἐθνῶν ηὔξατο μόνων, οὐκ ἂν ὁμοίως τοῦτο ἐφάνη· ἐπειδὴ δὲ ὑπὲρ Ἰουδαίων μόνων, δείκνυται καθαρῶς διὰ τὴν τοῦ Χριστοῦ δόξαν τοῦτο σπουδάζων. Καὶ οἶδα μὲν, ὅτι παράδοξον ὑμῖν εἶναι δοκεῖ τὸ λεγόμενον· πλὴν, ἐὰν μὴ θορυβῆσθε, ταχέως αὐτὸ πειράσομαι ποιῆσαι σαφές. Οὐδὲ γὰρ ἁπλῶς ταῦτα εἴρηκεν, ἅπερ εἴρηκεν, ἀλλ' ἐπεὶ πάντες ἔλεγον καὶ τοῦ Θεοῦ κατηγόρουν, ὅτι υἱοὶ Θεοῦ καταξιωθέντες κληθῆναι, καὶ νόμον δεξάμενοι, καὶ πρὸ πάντων αὐτὸν εἰδότες, καὶ τοσαύτης ἀπολαύσαντες δόξης, καὶ θεραπεύσαντες αὐτὸν πρὸ τῆς οἰκουμένης, καὶ ἐπαγγελίας δεξάμενοι, καὶ πατέρες ὄντες τῶν αὐτῶν φυλῶν, καὶ τὸ δὴ μεῖζον πάντων, καὶ προπάτορες αὐτοῦ γενόμενοι τοῦ Χριστοῦ (τοῦτο γάρ ἐστιν, Ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα), ἐκβέβληνται καὶ ἠτίμωνται, ἀντεισήχθησαν δὲ ἀντ' ἐκείνων οἱ μηδέποτε αὐτὸν ἐπιγνόντες ἄνθρωποι οἱ ἐξ ἐθνῶν· ἐπεὶ οὖν ταῦτα λέγοντες τὸν Θεὸν ἐβλασφήμουν, ἀκούων ταῦτα καὶ δακνόμενος ὁ Παῦλος, καὶ ὑπὲρ τῆς δόξης ἀλγῶν τοῦ Θεοῦ, ηὔξατο ἀνάθεμα εἶναι, εἴ γε δυνατὸν ἦν, ὥστε ἐκείνους σωθῆναι, καὶ τὴν βλασφημίαν ταύτην καταλυθῆναι, καὶ μὴ δόξαι τὸν Θεὸν ἠπατηκέναι τοὺς ἐκγόνους τοὺς ἐκείνων, οἷς τὰς δωρεὰς ἐπηγγείλατο. Καὶ ἵνα μάθῃς, ὅτι ὑπὲρ τούτου κοπτόμενος, τοῦ μὴ δόξαι τὴν ὑπόσχεσιν τοῦ Θεοῦ διαπίπτειν τὴν λέγουσαν τῷ Ἀβραὰμ, Σοὶ δώσω τὴν γῆν ταύτην καὶ τῷ σπέρματί σου, ταῦτα ηὔχετο· μετὰ τὸ ταῦτα εἰπεῖν, ἐπήγαγεν· Οὐχ οἷον δὲ, ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ Θεοῦ· δεικνὺς ὅτι πάντα ταῦτα διὰ τὸν λόγον τοῦ Θεοῦ ὑπομεῖναι ἠνείχετο· τουτέστι, τὴν ἐπαγγελίαν τὴν πρὸς Ἀβραὰμ γεγενημένην. Καθάπερ γὰρ Μωϋσῆς ἐδόκει μὲν ὑπὲρ Ἰουδαίων πρεσβεύειν, τὸ δὲ πᾶν ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ ἔπραττεν (Ἵνα γὰρ μὴ εἴπωσι, φησὶν, ὅτι παρὰ τὸ μὴ δύνασθαι αὐτοὺς σῶσαι, ἐξήγαγεν αὐτοὺς ἀπολέσαι ἐν τῇ ἐρήμῳ· κατάλυσον τὴν ὀργήν)· οὕτω δὴ καὶ Παῦλος, Ἵνα μὴ εἴπωσι, φησὶν, ὅτι ἐξέπεσεν ἡ ἐπαγγελία τοῦ Θεοῦ, καὶ ἐψεύσατο ἃ ὑπέσχετο, καὶ εἰς ἔργον οὐκ ἐξῆλθεν ὁ λόγος, ἠβουλόμην ἀνάθεμα γενέσθαι. ∆ιὰ δὴ τοῦτο οὐχ ὑπὲρ τῶν ἐθνῶν φησιν (οὐδὲ γὰρ ἦν πρὸς ἐκείνους ἐπηγγελμένον αὐτὸ, οὐδὲ ἦσαν αὐτὸν τεθεραπευκότες· διὸ οὐδὲ ἐβλασφήμουν αὐτὸν δι' ἐκείνους), ἀλλ' ὑπὲρ τῶν Ἰουδαίων τῶν καὶ τὴν ἐπαγγελίαν δεξαμένων, καὶ πρὸ τῶν ἄλλων οἰκειωθέντων αὐτῷ, ταῦτα ηὔχετο. Εἶδες, ὅτι, εἰ μὲν ὑπὲρ τῶν ἐθνῶν ηὔξατο, οὐκ ἂν οὕτως ἐφάνη καθαρῶς διὰ τὴν τοῦ Χριστοῦ δόξαν τοῦτο ποιῶν· ἐπειδὴ δὲ ὑπὲρ Ἰουδαίων ἐβουλήθη γενέσθαι ἀνάθεμα, τότε μάλιστα ἐδείχθη, ὅτι διὰ τὸν Χριστὸν μόνον ταῦτα ἐπιθυμεῖ· διὰ τοῦτο ἔλεγεν· Ὧν ἡ υἱοθεσία καὶ ἡ δόξα καὶ ἡ λατρεία καὶ ἡ 60.551 ἐπαγγελία. Καὶ γὰρ ὁ νόμος ἐκεῖθεν ὁ περὶ τοῦ Χριστοῦ λέγων, φησὶ, καὶ αἱ συνθῆκαι αἱ πρὸς αὐτοὺς πᾶσαι, καὶ αὐτὸς ἐξ αὐτῶν, καὶ οἱ πατέρες οἱ δεξάμενοι τὰς ἐπαγγελίας ἐξ ἐκείνων πάντες· ἀλλ' ὅμως τοὐναντίον γέγονε, καὶ πάντων ἐξέπεσον τῶν ἀγαθῶν. ∆ιὰ τοῦτο κόπτομαι, φησὶ, καὶ εἴ γε ἦν χωρισθῆναι τοῦ περὶ τὸν Χριστὸν χοροῦ, καὶ ἀλλοτριωθῆναι, οὐχὶ τῆς ἀγάπης αὐτοῦ (μὴ γένοιτο, ἐπεὶ καὶ ταῦτα δι' ἀγάπην ἐποίει), ἀλλὰ καὶ τῆς ἀπολαύσεως ἐκείνης καὶ τῆς δόξης, κατεδεξάμην ἂν, ὥστε μὴ τὸν ∆εσπότην βλασφημηθῆναι τὸν ἐμὸν, διὰ τὸ