1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

131

μὴ ἀκοῦσαι λεγόντων τινῶν, ὅτι Σκηνὴ τὰ πράγματα γέγονεν· ἄλλοις ὑπέσχετο, καὶ ἄλλοις ἔδωκεν· ἐξ ἄλλων ἐγεννήθη, καὶ τοὺς ἄλλους ἔσωσε· τοῖς τῶν Ἰουδαίων προγόνοις ἐπήγγελτο, καὶ τοὺς ἐκγόνους αὐτῶν ἀφεὶς, τοὺς οὐδέποτε αὐτὸν ἐγνωκότας εἰς τὰ ἐκείνων εἰσήγαγεν ἀγαθά· ἐκεῖνοι τὸν νόμον ἔκαμον μελετῶντες, καὶ τὰς προφητείας ἀναγινώσκοντες, καὶ οἱ ἀπὸ τῶν βωμῶν καὶ τῶν εἰδώλων χθὲς ἐπανελθόντες, ἀνώτεροι γεγόνασιν ἐκείνων· ποῦ ταῦτα προνοίας; Ἵν' οὖν ταῦτα μὴ λέγηται περὶ τοῦ ∆εσπότου τοῦ ἐμοῦ, φησὶν, εἰ καὶ ἀδίκως λέγεται, καὶ βασιλείας ἡδέως ἂν ἐξέπιπτον, καὶ τῆς δόξης ἐκείνης τῆς ἀποῤῥήτου, καὶ πάντα ὑπέμεινα ἂν τὰ δεινὰ, μεγίστην ἁπάντων ἡγούμενος παραμυθίαν εἶναι τοῦ πόνου τὸ τὸν οὕτω ποθούμενον μηκέτι βλασφημούμενον ἀκούειν. Εἰ δὲ οὐδέπω καταδέχῃ τὸ εἰρημένον, ἐννόησον, ὅτι καὶ πατέρες πολλοὶ πολλάκις ταῦτα ὑπὲρ παίδων κατεδέξαντο, καὶ εἵλοντο αὐτῶν χωρισθῆναι, καὶ μόνον αὐτοὺς εὐδοκιμοῦντας ὁρᾷν, τῆς συνουσίας αὐτῶν ἡδίω νομίζοντες εἶναι τὴν εὐδοκίμησιν τὴν ἐκείνων. Ἀλλ' ἐπειδὴ πόῤῥω τῆς ἀγάπης ἐσμὲν ταύτης, οὐδὲ νοῆσαι τὰ λεγόμενα δυνάμεθα. Οὕτω γάρ τινες καὶ τὴν Παύλου προσηγορίαν οὐδὲ ἀκοῦσαί εἰσιν ἄξιοι, καὶ τῆς σφοδρότητος τῆς ἐκείνου πόῤῥω καὶ μακρὰν ἑστήκασιν, ὡς καὶ περὶ θανάτου τοῦ προσκαίρου ταῦτα λέγειν αὐτὸν νομίζειν· οὓς τοσοῦτον εἴποιμι ἂν ἀγνοεῖν τὸν Παῦλον, ὅσον τοὺς πηροὺς τὴν ἀκτῖνα τὴν ἡλιακήν· μᾶλλον δὲ καὶ πολλῷ πλέον. Ὁ γὰρ καθ' ἑκάστην ἡμέραν ἀποθνήσκων, καὶ νιφάδας κινδύνων θεὶς, καὶ εἰπὼν, Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλῖψις, ἢ στενοχωρία, ἢ λιμὸς, ἢ διωγμός; καὶ οὐκ ἀρκεσθεὶς τοῖς λεχθεῖσιν, ἀλλ' ὑπερβὰς τὸν οὐρανὸν, καὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ, καὶ ἀγγέλους καὶ ἀρχαγγέλους, καὶ πάντα τὰ ἄνω περιδραμὼν, καὶ συλλαβὼν ὁμοῦ τὰ παρόντα, τὰ μέλλοντα, τὰ ὁρώμενα, τὰ νοούμενα, τὰ λυπηρὰ, τὰ χρηστὰ, τὰ ἐν ἑκατέροις, καὶ οὐδὲν ὅλως ἀφεὶς, καὶ οὐδὲ οὕτω κορεσθεὶς, ἀλλὰ καὶ ἑτέραν τοσαύτην κτίσιν τὴν οὐκ οὖσαν ὑποστησάμενος· πῶς ὡς μέγα τι λέγων μετ' ἐκεῖνα πάντα, θανάτου τοῦ προσκαίρου ἐμνημόνευσεν ἄν; γʹ. Οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν· ἀλλὰ σκωλήκων ἐν κοπρίᾳ φωλευόντων ἡ τοιαύτη ὑπόνοια. Εἰ γὰρ τοῦτο ἔλεγε, πῶς ἀνάθεμα ἑαυτὸν ηὔχετο εἶναι ἀπὸ τοῦ Χριστοῦ; Ὁ γὰρ τοιοῦτος θάνατος μᾶλλον τῷ τοῦ Χριστοῦ συνῆπτε χορῷ, καὶ τῆς δόξης ἀπολαύειν ἐκείνης ἐποίει. Ἀλλὰ γάρ εἰσί τινες, οἳ καὶ τούτων ἕτερα καταγελαστότερα τολμῶσι λέγειν. Οὐ γὰρ θάνατον, φησὶν, ἀλλὰ κειμήλιον καὶ ἀνάθεμα εἶναι ηὔχετο τοῦ Χριστοῦ. Καὶ τίς τοῦτο καὶ τῶν σφόδρα εὐτελῶν καὶ ἀναπεπτωκότων οὐκ ἂν εὔξαιτο; Πῶς δὲ ὑπὲρ τῶν συγγενῶν τοῦτο ἔμελλε τῶν αὐτοῦ γενέσθαι; Ἀφέντες τοίνυν τοὺς μύθους καὶ τὰς φλυαρίας (οὐδὲ γὰρ ἀντιλέγειν πρὸς ταῦτα ἄξιον, ὥσπερ οὖν οὐδὲ πρὸς τὰ παιδία τὰ ψελλίζοντα, εἰς αὐτὴν πάλιν τὴν ῥῆσιν ἐπανέλθωμεν, ἐντρυφῶντες αὐτοῦ 60.552 τῷ πελάγει τῆς ἀγάπης, καὶ μετὰ ἀδείας πανταχοῦ νηχόμενοι, καὶ τὴν φλόγα ἐννοοῦντες τὴν ἄφατον· μᾶλλον δὲ, ὅπερ ἂν εἴποι τις, οὐδὲν ἄξιον ἐρεῖ. Καὶ γὰρ πελάγους παντὸς εὐρυτέρα, καὶ φλογὸς ἁπάσης σφοδροτέρα ἦν αὕτη, καὶ οὐδεὶς αὐτὴν κατ' ἀξίαν ἀναγορεῦσαι δυνήσεται λόγος· ἀλλ' ἐκεῖνος μόνος οἶδεν αὐτὴν ὁ μετὰ ἀκριβείας αὐτὴν κτησάμενος. Φέρε οὖν πάλιν αὐτὰ τὰ ῥήματα εἰς μέσον ἀγάγωμεν· Ηὐχόμην γὰρ ἀνάθεμα εἶναι αὐτὸς ἐγώ. Τί ἐστιν, Αὐτὸς ἐγώ; Ὁ διδάσκαλος ἁπάντων γενόμενος, ὁ μυρία κατορθώματα συναγαγὼν, ὁ μυρίους ἀναμένων στεφάνους, ὁ ποθήσας αὐτὸν οὕτως, ὡς πάντων προτιμῆσαι αὐτοῦ τὴν ἀγάπην, ὁ καθ' ἑκάστην ἡμέραν δι' αὐτὸν καιόμενος, καὶ πάντα δεύτερα εἶναι νομίζων τοῦ φίλτρου τοῦ πρὸς αὐτόν. Οὐδὲ γὰρ τοῦ φιλεῖσθαι ἔμελεν αὐτῷ παρὰ τοῦ Χριστοῦ μόνον, ἀλλὰ καὶ τοῦ σφόδρα φιλεῖν αὐτόν· καὶ τοῦτο μάλιστα ἦν. ∆ιὰ γὰρ τοῦτο πρὸς τοῦτο ἔβλεπε μόνον, καὶ πάντα εὐκόλως ἔφερεν· ἓν γὰρ ἐσκόπει διὰ πάντων, τὸ τὸν καλὸν τοῦτον ἐμπλῆσαι ἔρωτα. Καὶ εὔχεται μὲν ταῦτα· ἐπειδὴ δὲ οὐκ ἔμελλε γίνεσθαι οὕτως, οὐδὲ ἔμελλεν ἀνάθεμα εἶναι, πειρᾶται λοιπὸν καὶ εἰς