1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

132

ἀπολογίαν ἐμβῆναι τῶν ἐγκλημάτων, καὶ τὰ θρυλλούμενα παρὰ πάντων εἰς μέσον ἄγων, ἀνατρέψαι. Καὶ πρὶν εἰς τὴν σαφῆ τούτων ἀπολογίαν ἐμβῆναι, τὰ σπέρματα αὐτῆς ἤδη προκαταβάλλεται. Ὅταν γὰρ λέγῃ, Ὧν ἡ υἱοθεσία καὶ ἡ δόξα καὶ ἡ νομοθεσία καὶ ἡ λατρεία καὶ αἱ ἐπαγγελίαι, οὐδὲν ἄλλο φησὶν, ἢ ὅτι ὁ Θεὸς μὲν αὐτοὺς ἐβούλετο σωθῆναι (καὶ τοῦτο ἐδήλωσε δι' ὧν ἔμπροσθεν ἐποίησε, καὶ δι' ὧν ὁ Χριστὸς ἐξ ἐκείνων ἐγένετο, καὶ δι' ὧν τοῖς πατράσιν ἐπηγγείλατο)· αὐτοὶ δὲ ἐξ οἰκείας ἀγνωμοσύνης ἀπεκρούσαντο τὴν εὐεργεσίαν. ∆ιὸ καὶ ἐκεῖνα τίθησιν, ἅπερ τῆς τοῦ Θεοῦ δωρεᾶς ἐστιν ἐνδεικτικὰ μόνον, οὐκ ἐκείνων ἐγκώμια· καὶ γὰρ ἡ υἱοθεσία τῆς αὐτοῦ γέγονε χάριτος, καὶ ἡ δόξα καὶ αἱ ἐπαγγελίαι καὶ ὁ νόμος. Ἅπερ ἅπαντα ἐννοήσας, καὶ λογισάμενος πόσην ὁ Θεὸς μετὰ τοῦ Παιδὸς ἐποιήσατο τὴν σπουδὴν σῶσαι αὐτοὺς, ἀνεβόησε μέγα, καὶ εἶπεν· Ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν· τὴν ὑπὲρ πάντων εὐχαριστίαν ἀναφέρων αὐτὸς τῷ Μονογενεῖ τοῦ Θεοῦ. Τί γὰρ, εἰ καὶ ἕτεροι βλασφημοῦσι, φησὶν, ἀλλ' ἡμεῖς οἱ τὰ ἀπόῤῥητα εἰδότες αὐτοῦ, καὶ τὴν σοφίαν τὴν ἄφατον, καὶ τὴν πρόνοιαν τὴν πολλὴν, ἴσμεν σαφῶς, ὅτι οὐ τοῦ βλασφημεῖσθαι, ἀλλὰ τοῦ δοξάζεσθαι ἄξιος. Οὐκ ἀρκεσθεὶς δὲ αὐτοῦ τῷ συνειδότι, πειρᾶται καὶ λογισμὸν τιθέναι λοιπὸν, καὶ σφοδροτέρῳ κεχρῆσθαι κατ' αὐτῶν τῷ λόγῳ· καὶ οὐ πρότερον ἀποτείνεται πρὸς αὐτοὺς, ἕως τὴν ὑπόνοιαν τὴν αὐτῶν περιεῖλεν. Ἵνα γὰρ μὴ δόξῃ ὡς ἐχθροῖς διαλέγεσθαι, καὶ προϊών φησιν· Ἀδελφοὶ, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας, καὶ ἡ δέησις ἡ πρὸς τὸν Θεὸν, ὑπὲρ αὐτῶν ἐστιν εἰς σωτηρίαν· καὶ ἐνταῦθα δὲ μετὰ τῶν ἄλλων, ὧν εἴρηκε, κατεσκεύαζε τὸ μὴ δόξαι δι' ἔχθραν λέγειν, ἅπερ ἔμελλε κατ' αὐτῶν ἐρεῖν· διόπερ οὐδὲ συγγενεῖς αὐτοὺς καὶ ἀδελφοὺς παραιτεῖται ὀνομάζειν. Εἰ γὰρ καὶ διὰ τὸν Χριστὸν ἔλεγεν, ἅπερ ἔλεγεν, ἀλλ' ὅμως καὶ τὴν ἐκείνων ἐπισπᾶται διάνοιαν, καὶ προοδοποιεῖ τῷ λόγῳ, καὶ πάσης ἑαυτὸν ὑποψίας ἀπαλλάττει διὰ τὰ μέλλοντα κατ' αὐτῶν λεχθήσεσθαι, καὶ τότε λοιπὸν ἐμβαίνει εἰς τὸν παρὰ τῶν πολλῶν ζητούμενον λόγον. Καὶ γὰρ ἐζήτουν πολλοὶ, καθάπερ ἔφθην εἰπὼν, τίνος ἕνεκεν οἱ μὲν δεξάμενοι τὴν ἐπαγγελίαν ἐξέπεσον, οἱ δὲ μὴ ἀκούσαντες αὐτῆς πώποτε, πρὸ ἐκείνων ἐσώθησαν. Ταύτην τοίνυν λύων τὴν ἀπορίαν, 60.553 πρὸ τῆς ἀντιθέσεως τὴν λύσιν ἐπάγει. Ἵνα γὰρ μὴ λέγῃ τις· Τί οὖν; σὺ μᾶλλον φροντίζεις τῆς δόξης τοῦ Θεοῦ, ἢ ὁ Θεὸς τῆς ἑαυτοῦ; καὶ, Τῆς παρὰ σοῦ δεῖται βοηθείας, ὥστε μὴ ἐκπεσεῖν αὐτοῦ τὸν λόγον; πρὸς ταῦτα ἱστάμενός φησι· Ταῦτα δὲ εἶπον, Οὐχ οἷον ὅτι ὁ λόγος τοῦ Θεοῦ ἐκπέπτωκεν, ἀλλ' ἵνα δείξω τὸ περὶ τὸν Χριστὸν φίλτρον. Καὶ γὰρ καὶ οὕτω τῶν πραγμάτων ἐκβάντων, οὐκ ἀποροῦμεν τῶν ὑπὲρ τοῦ Θεοῦ λόγων, φησὶ, καὶ τοῦ δεῖξαι, ὅτι ἕστηκεν ἡ ἐπαγγελία. Εἶπεν ὁ Θεὸς τῷ Ἀβραάμ· Σοὶ καὶ τῷ σπέρματί σου δώσω τὴν γῆν· καὶ, Ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη. Ἴδωμεν οὖν ποῖόν ἐστι τὸ σπέρμα, φησίν· οὐ γὰρ πάντες οἱ ἐξ αὐτοῦ σπέρματα αὐτοῦ εἰσι· διὸ καὶ ἔλεγεν· Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ· οὐδ' ὅτι εἰσὶ σπέρμα Ἀβραὰμ, πάντες τέκνα. δʹ. Ἂν τοίνυν μάθῃς ποῖόν ἐστι τὸ σπέρμα τοῦ Ἀβραὰμ, ὄψει δοθεῖσαν τὴν ὑπόσχεσιν τῷ σπέρματι αὐτοῦ, καὶ γνώσῃ, ὅτι οὐκ ἐξέπεσεν ὁ λόγος. Ποῖον οὖν ἐστιν, εἰπέ μοι, τὸ σπέρμα; Οὐκ ἐγὼ λέγω, φησὶν, ἀλλ' αὐτὴ ἡ Παλαιὰ ἑαυτὴν ἑρμηνεύει, οὕτω λέγουσα· Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα. Τί ἐστιν, Ἐν Ἰσαὰκ, ἑρμήνευσον. Τουτέστιν, οὐ τὰ τέκνα τῆς σαρκὸς, ταῦτα τέκνα Θεοῦ· ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα. Καὶ ὅρα Παύλου σύνεσιν καὶ μεγαλόνοιαν· ἑρμηνεύων γὰρ οὐκ εἶπεν, ὅτι Οὐ τὰ τέκνα τῆς σαρκὸς, ταῦτα τέκνα τοῦ Ἀβραὰμ, ἀλλὰ, Τὰ τέκνα τοῦ Θεοῦ· τῷ παρόντι τὰ παλαιὰ συνάπτων, καὶ δεικνὺς, ὅτι οὐδὲ Ἰσαὰκ ἁπλῶς τοῦ Ἀβραὰμ τέκνον ἦν. Ὃ δὲ λέγει,τοιοῦτόν ἐστιν· Ὅσοι κατὰ τὸν Ἰσαὰκ ἐγεννήθησαν, οὗτοι τέκνα τοῦ Θεοῦ εἰσι, καὶ σπέρμα τοῦ Ἀβραάμ. ∆ιὰ γὰρ τοῦτο εἶπεν, Ἐν Ἰσαὰκ κληθήσεταί σοισπέρμα, ἵνα μάθῃς, ὅτι οἱ τῷ τρόπῳ τούτῳ γεννώμενοι τῷ κατὰ τὸν Ἰσαὰκ, οὗτοι μάλιστά εἰσι τὸ σπέρμα τοῦ Ἀβραάμ. Πῶς οὖν