1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

133

ὁ Ἰσαὰκ ἐγεννήθη; Οὐ κατὰ νόμον φύσεως, οὐδὲ κατὰ δύναμιν σαρκὸς, ἀλλὰ κατὰ δύναμιν ἐπαγγελίας. Τί ἐστι, κατὰ δύναμιν ἐπαγγελίας; Κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι πρὸς σὲ, καὶ ἔσται τῇ Σάῤῥᾳ υἱός. Αὕτη ἡ ἐπαγγελία τοίνυν, καὶ τὸ ῥῆμα τοῦ Θεοῦ τὸν Ἰσαὰκ διέπλασέ τε καὶ ἐγέννησε. Τί γὰρ, εἰ καὶ μήτρα ὑπέκειτο καὶ νηδὺς γυναικός; Οὐ γὰρ ἡ δύναμις τῆς νηδύος, ἀλλ' ἡ τῆς ἐπαγγελίας ἰσχὺς ἔτεκε τὸ παιδίον. Οὕτω καὶ ἡμεῖς γεννώμεθα διὰ τῶν ῥημάτων τοῦ Θεοῦ· ἐν γὰρ τῇ κολυμβήθρᾳ τῶν ὑδάτων ῥήματά ἐστι τοῦ Θεοῦ τὰ γεννῶντα ἡμᾶς καὶ διαπλάττοντα· εἰς γὰρ ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος βαπτιζόμενοι γεννώμεθα. Αὕτη δὲ οὐχὶ φύσεως, ἀλλ' ἐπαγγελίας τοῦ Θεοῦ ἡ γέννησις. Ὥσπερ γὰρ τὴν τοῦ Ἰσαὰκ προαγορεύσας γέννησιν, τότε αὐτὴν ἐπλήρωσεν· οὕτω καὶ τὴν ἡμετέραν πρὸ πολλῶν προανεφώνησε χρόνων διὰ τῶν προφητῶν ἁπάντων, καὶ μετὰ ταῦτα εἰς ἔργον ἐξήγαγεν. Εἶδες ἡλίκον ἀπέδειξε, καὶ πῶς μέγα ἐπαγγειλάμενος κατεσκεύασεν αὐτὸ μετ' εὐκολίας ἁπάσης; Εἰ δὲ λέγοιεν Ἰουδαῖοι, ὅτι τὸ, Ἐν Ἰσαὰκ κληθήσεταί σοισπέρμα, τοῦτο εἶναι τὸ τοὺς ἐκ τοῦ Ἰσαὰκ γεννωμένους αὐτῷ λογίζεσθαι εἰς σπέρμα, ἔδει καὶ τοὺς Ἰδουμαίους καὶ πάντας τοὺς ἀπ' ἐκείνου υἱοὺς χρηματίζειν αὐτοῦ· ὁ γὰρ πρόγονος αὐτῶν Ἡσαῦ υἱὸς ἦν τοῦ Ἰσαάκ. Νῦν δὲ οὐ μόνον οὐ χρηματίζουσι παῖδες, ἀλλὰ καὶ σφόδρα εἰσὶν ἀπηλλοτριωμένοι. Ὁρᾷς, ὅτι οὐ τὰ τέκνα τῆς σαρκὸς, ταῦτα τέκνα τοῦ Θεοῦ, ἀλλὰ καὶ ἐν αὐτῇ τῇ φύσει ἡ διὰ τοῦ βαπτίσματος ἄνωθεν προϋπογράφεται γέννησις; Εἰ δὲ τὴν μήτραν μοι λέγεις, ἔχω κἀγὼ τὸ ὕδωρ εἰπεῖν. Ἀλλ' 60.554 ὥσπερ ἐνταῦθα τὸ πᾶν τοῦ Πνεύματος, οὕτω κἀκεῖ τὸ πᾶν τῆς ἐπαγγελίας· τοῦ γὰρ ὕδατος ψυχροτέρα ἦν ἡ μήτρα διὰ τὴν στείρωσιν καὶ τὸ γῆρας. Καταμάθωμεν τοίνυν ἡμῶν τὴν εὐγένειαν μετὰ ἀκριβείας ἁπάσης, καὶ ἀξίαν αὐτῆς ἐπιδειξώμεθα πολιτείαν· οὐδὲ γὰρ ἔχει τι σαρκικὸν οὐδὲ γεῶδες. Μὴ τοίνυν μηδὲ ἡμεῖς. Οὐδὲ γὰρ ὕπνος, οὐδὲ θέλημα σαρκὸς καὶ περιπλοκαὶ, οὐδὲ οἶστρος ἐπιθυμίας, ἀλλὰ Θεοῦ φιλανθρωπία τὸ πᾶν ἐποίησε. Καὶ καθάπερ ἐκεῖ τῆς ἡλικίας ἀπογνωσθείσης, οὕτω καὶ ἐνταῦθα τοῦ γήρως τῶν ἁμαρτημάτων ἐπελθόντος, ἐξαίφνης νέος ἀνῆλθεν ὁ ἄνθρωπος, καὶ πάντες τοῦ Θεοῦ γεγόναμεν παῖδες, καὶ σπέρμα τοῦ Ἀβραάμ. Οὐ μόνον δὲ, ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν. Μέγα τὸ ζητούμενον ἦν· διὸ καὶ πολλοὺς κινεῖ λογισμοὺς, καὶ πανταχόθεν ἐπιχειρεῖ λῦσαι τὴν ἀπορίαν. Εἰ γὰρ καὶ παράδοξον καὶ καινὸν τὸ μετὰ τοσαύτας ἐπαγγελίας ἐκπεσεῖν ἐκείνους, πολλῷ παραδοξότερον, τὸ καὶ ἡμᾶς εἰς τὰ ἐκείνων εἰσελθεῖν ἀγαθὰ, τοὺς μηδὲν προσδοκήσαντας τοιοῦτον. Καὶ ταυτὸν ἐγένετο, οἷον ἂν εἰ βασιλέως υἱὸς ἐπαγγελίας ἔχων τὴν ἀρχὴν διαδέξασθαι τὴν ἐκείνου, εἰς τὴν τῶν ἀτίμων ἐκβληθείη τάξιν, καὶ ἀντ' ἐκείνου κατάδικος ἄνθρωπος καὶ μυρίων γέμων κακῶν, ἐκβληθεὶς τοῦ δεσμωτηρίου, τὴν ἀρχὴν λάβοι τὴν ἐκείνῳ προσήκουσαν. Τί γὰρ ἂν ἔχοις εἰπεῖν; φησίν. Ὅτι ἀνάξιος ὁ υἱός; Ἀλλὰ καὶ οὗτος ἀνάξιος, καὶ πολλῷ μᾶλλον. Οὐκοῦν ἔδει ἢ ὁμοῦ κολάζεσθαι, ἢ ὁμοῦ τιμᾶσθαι. Τοιοῦτον δή τι καὶ ἐπὶ τῶν ἐθνῶν γέγονε, καὶ ἐπὶ τῶν Ἰουδαίων, καὶ πολλῷ τούτου παραδοξότερον. Ὅτι μὲν γὰρ ἅπαντες ἀνάξιοι, ἐδήλωσεν ἐν τοῖς εἰρημένοις, εἰπών· Πάντες γὰρ ἥμαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ· τὸ δὲ καινὸν, ὅτι πάντων ἀναξίων ὄντων, τὰ ἔθνη διεσώθη μόνα. Μετὰ δὲ τούτων καὶ ἕτερον ἄν τις διαπορήσειε πάλιν, φησίν. Εἰ γὰρ μὴ ἔμελλε πληροῦν αὐτοῖς τὰς ὑποσχέσεις ὁ Θεὸς, τίνος ἕνεκεν καὶ ὑπισχνεῖτο; Ἄνθρωποι μὲν γὰρ οἱ τὸ μέλλον μὴ εἰδότες, πολλάκις ἀπατώμενοι, καὶ τοῖς οὐκ ἀξίοις τὰς αὐτῶν λαβεῖν δωρεὰς ἐπαγγέλλονται· ὁ δὲ καὶ τὰ παρόντα καὶ τὰ μέλλοντα προειδὼς, καὶ σαφῶς ἐπιστάμενος, ὅτι ἀναξίους ἑαυτοὺς καταστήσουσι τῶν ὑποσχέσεων, καὶ διὰ τοῦτο οὐδὲν λήψονται τῶν εἰρημένων, τίνος ἕνεκεν καὶ ἐπαγγέλλεται; εʹ. Πῶς οὖν αὐτὰ ἔλυσεν ὁ Παῦλος; Ἀπὸ τοῦ δεῖξαι τίς ἐστιν ὁ Ἰσραὴλ, ᾧ ὑπέσχετο. Τούτου γὰρ δειχθέντος, καὶ ἐκεῖνο συναποδέδεικται, τὸ πεπληρῶσθαι τὰς ἐπαγγελίας ἁπάσας.