134
Ὅπερ οὖν δηλῶν ἔλεγεν· Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ. ∆ιὰ τοῦτο οὐδὲ τὸ τοῦ Ἰακὼβ ὄνομα τέθεικε, ἀλλὰ τὸ τοῦ Ἰσραὴλ, ὅπερ ἀρετῆς ἦν τοῦ δικαίου καὶ τῆς ἄνωθεν δωρεᾶς καὶ τοῦ Θεὸν ἑωρακέναι σύμβολον. Καίτοι φησὶν, ὅτι πάντες ἥμαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ. Εἰ οὖν πάντες ἥμαρτον, πῶς οἱ μὲν ἐσώθησαν, οἱ δὲ ἀπώλοντο, Ὅτι μὴ πάντες προσελθεῖν ἠβουλήθησαν· ὡς τό γε αὐτοῦ μέρος διεσώθησαν ἅπαντες· καὶ γὰρ ἐκλήθησαν ἅπαντες. Ἀλλὰ τέως τοῦτο οὐ τίθησιν, ἀλλ' ἐκ περιουσίας αὐτὸ λύει, καὶ ἐκ παραδειγμάτων ἑτέρων, ἄλλο ζήτημα εἰς μέσον ἄγων, καὶ καθάπερ ἐν τοῖς ἔμπροσθεν ἔλυσεν ἀπορίαν μεγίστην δι' ἀπορίας ἑτέρας. Ἐπειδὴ γὰρ ἐζητεῖτο, πῶς, τοῦ Χριστοῦ δικαιωθέντος, πάντες ἀπήλαυσαν οἱ λοιποὶ τῆς δικαιοσύνης ἐκείνης, τὸ τοῦ Ἀδὰμ παρεισήγαγε, λέγων· Εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι ὁ θάνατος ἐβασίλευσε, πολλῷ μᾶλλον οἱ τὴν περισσείαν τῆς χάριτος λαβόντες, ἐν ζωῇ βασιλεύσουσι. Καὶ τὸ 60.555 μὲν τοῦ Ἀδὰμ οὐ λύει, τὸ δὲ αὐτοῦ λύει ἐκ τούτου, καὶ δείκνυσιν, ὅτι λόγον ἔχει πλείονα τὸ τὸν ὑπὲρ αὐτῶν ἀποθανόντα ἐξουσίαν ἔχειν αὐτῶν ὡς ἂν θέλῃ. Τὸ μὲν γὰρ ἑνὸς ἁμαρτήσαντος πάντας κολάζεσθαι, οὐ σφόδρα δοκεῖ κατὰ λόγον γίνεσθαι τοῖς πολλοῖς· τὸ δὲ ἑνὸς κατορθώσαντος πάντας δικαιοῦσθαι, καὶ λόγον ἔχοι ἂν μᾶλλον, καὶ τῷ Θεῷ πρεπωδέστερον. Ἀλλ' ὅμως οὐκ ἔλυσεν ἐκεῖνο τὸ ἀπορούμενον· ὅσῳ γὰρ ἀσαφέστερον ἔμενε, τοσούτῳ μᾶλλον ὁ Ἰουδαῖος ἐπεστομίζετο· καὶ ἡ τούτου διαπόρησις ἐπ' ἐκεῖνο μετέβαινε, καὶ σαφέστερον τοῦτο ἐκεῖθεν γίνεται. Οὕτω δὴ καὶ ἐνταῦθα, ἐκ διαπορουμένων ἑτέρων λύει τὰ ζητούμενα· πρὸς γὰρ Ἰουδαίους ὁ ἀγὼν ἦν αὐτῷ. ∆ιά τοι τοῦτο τὰ μὲν παραδείγματα, ἅπερ ἤγαγεν εἰς μέσον, οὐ σφόδρα λύει· οὐ γὰρ ἦν ὑπεύθυνος τοιούτοις, ὡς ἐν τῇ πρὸς Ἰουδαίους μάχῃ· τὰ δὲ αὐτοῦ πάντα ἐξ ἐκείνων ποιεῖ σαφέστερα. Τί γὰρ θαυμάζεις, φησὶν, ὅτι Ἰουδαίων οἱ μὲν ἐσώθησαν, οἱ δὲ οὐκ ἐσώθησαν νῦν; Καὶ γὰρ ἄνωθεν τοῦτο ἐπὶ τῶν πατριαρχῶν γινόμενον ἴδοι τις ἄν. ∆ιὰ τί γὰρ ὁ Ἰσαὰκ σπέρμα καλεῖται μόνος, καίτοι γε καὶ τοῦ Ἰσμαὴλ οὗτος ἦν πατὴρ καὶ ἑτέρων πλειόνων; Ἀλλ' ἀπὸ δούλης ἦν μητρός; Καὶ τί τοῦτο πρὸς τὸν γεγεννηκότα; Πλὴν οὐδὲν φιλονεικῶ· ἐκβαλ[λ]έσθω διὰ τὴν μητέρα οὗτος· τί ἂν εἴποιμεν περὶ τῶν ἀπὸ τῆς Χεττούρας; οὐχὶ ἐλεύθεροι, καὶ ἐξ ἐλευθέρας; διὰ τί μὴ τοῖς αὐτοῖς ἐτιμήθησαν προεδρίοις τῷ Ἰσαάκ; Καὶ τί λέγω τούτους; Ἡ γὰρ Ῥεβέκκα καὶ μόνη τῷ Ἰσαὰκ γέγονεγυνὴ, καὶ δύο τεκοῦσα παῖδας, ἐκ τοῦ Ἰσαὰκ ἔτεκεν ἀμφοτέρους· ἀλλ' ὅμως οἱ τεχθέντες τοῦ αὐτοῦ πατρὸς ὄντες, τῆς αὐτῆς μητρὸς, τὰς αὐτὰς λύσαντες ὠδῖνας, καὶ ὁμοπάτριοι ὄντες καὶ ὁμομήτριοι, καὶ πρὸς τούτοις καὶ δίδυμοι, οὐ τῶν αὐτῶν ἀπήλαυσαν. Καίτοι γε ἐνταῦθα οὐ δουλείαν ἔχεις αἰτιᾶσθαι μητρὸς, ὡς ἐπὶ τοῦ Ἰσμαὴλ, οὐδὲ τὸν μὲν ἐκ ταύτης, τὸν δὲ ἐξ ἑτέρας γεγεννῆσθαι νηδύος, καθάπερ ἐπὶ τῆς Χεττούρας καὶ τῆς Σάῤῥας, ὅπου γε καὶ τῆς ὥρας αὐτῆς ἐκοινώνησαν τῶν ὠδίνων. ∆ιὰ δὴ τοῦτο καὶ ὁ Παῦλος ὡς ἐπὶ σαφέστερον ἐξελθὼν παράδειγμα, Οὐ μόνον δὲ ἐπὶ τοῦ Ἰσαὰκ τοῦτο συνέβη, φησὶν, ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν. Μήπω γὰρ γεννηθέντων, μηδὲ πραξάντων τι ἀγαθὸν ἢ κακὸν, ἵνα ἡ κατ' ἐκλογὴν τοῦ Θεοῦ πρόθεσις μένῃ, οὐκ ἐξ ἔργων, ἀλλ' ἐκ τοῦ καλοῦντος, ἐῤῥήθη αὐτῇ, ὅτι Ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι· καθὼς γέγραπται. Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἡσαῦ ἐμίσησα. Τίνος οὖν ἕνεκεν ὁ μὲν ἐφιλεῖτο, ὁ δὲ ἐμισεῖτο; διὰ τί ὁ μὲν ἐδούλευεν, ὁ δὲ ἐδουλεύετο; Ἐπειδὴ ὁ μὲν πονηρὸς, ὁ δὲ ἀγαθὸς ἦν; Καίτοι μηδέπω γεννηθέντων, ὁ μὲν ἐτιμᾶτο, ὁ δὲ κατεδικάζετο· οὔπω γὰρ γεννηθέντων, ὁ Θεὸς ἔλεγεν, ὅτι Ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι. Τίνος οὖν ἕνεκεν τοῦτο εἶπεν ὁ Θεός; Ὅτι οὐκ ἀναμένει, καθάπερ ἄνθρωπος, ἀπὸ τοῦ τέλους τῶν πραγμάτων ἰδεῖν τὸν ἀγαθὸν, καὶ τὸν οὐ τοιοῦτον, ἀλλὰ καὶ πρὸ τούτων οἶδε τίς μὲν ὁ πονηρὸς, τίς δὲ ὁ μὴ τοιοῦτος. Καὶ τοῦτο καὶ ἐπὶ τῶν Ἰσραηλιτῶν γέγονε μετὰ πλείονος τοῦ θαύματος. Τί γὰρ λέγω, φησὶ, περὶ τοῦ Ἡσαῦ καὶ τοῦ Ἰακὼβ, ὧν ὁ μὲν πονηρὸς ἦν, ὁ δὲ ἀγαθός; Ἐπὶ γὰρ τῶν