138
Ἀπαντήσομαι αὐτοῖς, ὡς ἄρκτος ἀπορουμένη, τὸ τιμωρητικόν· καὶ ὅταν λέγῃ, Ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον, τὸ δαπανητικὸν τὸ ἐκ τῆς κολάσεως· οὕτως οὖν καὶ ἐνταῦθα τὸν πηλὸν καὶ τὸν κεραμέα καὶ τὰ σκεύη ἐκλαμβάνειν ἀνάγκη. Καὶ ὅταν δὲ ἐπάγῃ καὶ λέγῃ, Ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι, ὃ μὲν εἰς τιμὴν σκεῦος, ὃ δὲ εἰς ἀτιμίαν; μὴ εἰς δημιουργίας λόγον νόμιζε ταῦτα εἰρῆσθαι τῷ Παύλῳ, μὴ εἰς γνώμης ἀνάγκην, ἀλλ' εἰς οἰκονομιῶν ἐξουσίαν καὶ διαφοράν. Εἰ γὰρ μὴ οὕτως ἐκλάβοιμεν, πολλὰ τὰ ἄτοπα ἕψεται. Καὶ γὰρ εἰ περὶ γνώμης ἐνταῦθα ὁ λόγος, καὶ τῶν ἀγαθῶν καὶ τῶν οὐ τοιούτων ἔσται αὐτὸς δημιουργὸς τούτων, καὶ ὁ ἄνθρωπος πάσης αἰτίας ἐκτός· φανεῖται δὲ καὶ ὁ Παῦλος οὕτως αὐτὸς ἑαυτῷ μαχόμενος ὁ πανταχοῦ τὴν προαίρεσιν στεφανῶν. Οὐδὲν τοίνυν ἕτερον ἐνταῦθα κατασκευάσαι βούλεται, ἢ τὸ πεῖσαι τὸν ἀκροατὴν μεθ' ὑπερβολῆς ἁπάσης εἴκειν, τῷ Θεῷ, καὶ μηδενὸς μηδέποτε ἀπαιτεῖν εὐθύνας αὐτόν. Καθάπερ γὰρ ὁ κεραμεὺς, φησὶν, ἐκ τοῦ αὐτοῦ φυράματος ἃ βούλεται ποιεῖ, καὶ οὐδεὶς ὁ ἀντιλέγων· οὕτω καὶ τὸν Θεὸν ἐκ τοῦ αὐτοῦ γένους τῶν ἀνθρώπων τοὺς μὲν κολάζοντα, τοὺς δὲ τιμῶντα μὴ περιεργάζου, μηδὲ πολυπραγμόνει, ἀλλὰ προσκύνει μόνον, καὶ μιμοῦ τὸν πηλόν· καὶ καθάπερ ἐκεῖνος ἕπεται ταῖς χερσὶ τοῦ κεραμέως, οὕτω καὶ σὺ τῇ γνώμῃ τοῦ ταῦτα οἰκονομοῦντος. Οὐδὲν γὰρ ἁπλῶς, οὐδὲ ὡς ἔτυχεν, ἐργάζεται, κἂν αὐτὸς ἀγνοῇς καὶ τὸ τῆς σοφίας ἀπόῤῥητον. Σὺ δὲ ἐκείνῳ μὲν συγχωρεῖς ἐκ τοῦ 60.560 αὐτοῦ φυράματος διάφορα ποιεῖν, καὶ οὐκ ἐγκαλεῖς· τοῦτον δὲ εὐθύνας ἀπαιτεῖς τῶν κολάσεων καὶ τῶν τιμῶν, καὶ οὐ παραχωρεῖς αὐτῷ εἰδέναι, τίς μὲν ἄξιος, τίς δὲ οὐ τοιοῦτος, ἀλλ' ἐπειδήπερ τὸ αὐτὸ φύραμα τῆς αὐτῆς οὐσίας ἐστὶ, καὶ τὰς αὐτὰς προαιρέσεις ἀξιοῖς εἶναι. Καὶ πόσης ταῦτα παραπληξίας· Καίτοι γε οὐδὲ ἐπὶ τοῦ κεραμέως ἐκ τοῦ φυράματος τὸ ἄτιμον καὶ τὸ ἔντιμον, ἀλλ' ἀπὸ τῆς χρήσεως τῶν μεταχειριζομένων, ὅπερ οὖν καὶ ἐνταῦθα ἀπὸ τῆς προαιρέσεως. Πλὴν, ὅπερ ἔφθην εἰπὼν, εἰς ἓν τοῦτο λαμβάνειν δεῖ μόνον τὸ ὑπόδειγμα, τὸ μὴ δεῖν ἀντιλέγειν τῷ Θεῷ, ἀλλὰ παραχωρεῖν αὐτοῦ τῷ ἀκαταλήπτῳ τῆς σοφίας. Καὶ γὰρ τὰ παραδείγματα μείζονα εἶναι δεῖ τῶν προκειμένων, καὶ ὑπὲρ ὧν εἰς μέσον ἄγεται, ὥστε μᾶλλον ἐνεργεῖν τὸν ἀκροατήν· ἐπεὶ εἰ μὴ μεῖζον εἴη, καὶ πλείονα ἔχοι τὴν ὑπερβολὴν, οὐκ ἂν ὡς χρὴ καθικέσθαι δυνηθείη, καὶ ἐντρέψαι τὸν ἀντιλέγοντα. Τὴν μὲν οὖν ἄκαιρον αὐτῶν φιλονεικίαν οὕτως ἐπεστόμισε μετὰ τῆς προσηκούσης ὑπερβολῆς· ἐπάγει δὲ λοιπὸν καὶ τὴν λύσιν. Τίς οὖν ἡ λύσις; Εἰ δὲ θέλων ὁ Θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ, ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν· καὶ ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὑτοῦ ἐπὶ σκεύη ἐλέους, ἃ προητοίμασεν εἰς δόξαν· οὓς καὶ ἐκάλεσεν ἡμᾶς, οὐ μόνον ἐξ Ἰουδαίων, ἀλλὰ καὶ ἐξ ἐθνῶν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Σκεῦος ὀργῆς ἦν ὁ Φαραώ· τουτέστιν, ὁ ἄνθρωπος τοῦ Θεοῦ τὴν ὀργὴν ἀνάπτων διὰ τῆς οἰκείας σκληρότητος· πολλῆς γὰρ ἀπολαύσας μακροθυμίας, οὐκ ἐγένετο βελτίων, ἀλλ' ἀδιόρθωτος ἔμεινε. ∆ιὸ οὐδὲ σκεῦος ὀργῆς αὐτὸν ἐκάλεσε μόνον, ἀλλὰ καὶ κατηρτισμένον εἰς ἀπώλειαν· τουτέστι, ἀπηρτισμένον, οἴκοθεν μέντοι καὶ παρ' ἑαυτοῦ. Οὔτε γὰρ ὁ Θεὸς ἐνέλιπέ τι τῶν εἰς τὴν διόρθωσιν εἰκόντων τὴν ἐκείνου, οὔτε αὐτὸς ἐνέλιπέ τι τῶν ἀπολλύντων αὐτὸν, καὶ πάσης ἀποστερούντων συγγνώμης. Ἀλλ' ὅμως καὶ ταῦτα εἰδὼς ὁ Θεὸς, ἤνεγκεν πολλῇ μακροθυμίᾳ, βουλόμενος αὐτὸν εἰς μετάνοιαν ἀγαγεῖν· εἰ γὰρ μὴ τοῦτο ἤθελεν, οὐδ' ἂν ἐμακροθύμησεν. Ἐπειδὴ δὲ οὐκ ἠθέλησεν εἰς μετάνοιαν τῇ μακροθυμίᾳ χρήσασθαι, ἀλλ' ἀπήρτισεν ἑαυτὸν εἰς ὀργὴν, ἐχρήσατο αὐτῷ εἰς τὴν ἑτέρων διόρθωσιν διὰ τῆς εἰς ἐκεῖνον κολάσεως ἑτέρους σπουδαιοτέρους ποιῶν, καὶ τὴν δύναμιν αὐτοῦ ταύτῃ δεικνύς. Ὅτι γὰρ οὐ βούλεται ὁ Θεὸς οὕτως αὐτοῦ γνωρίζεσθαι τὸ δυνατὸν, ἀλλὰ ἑτέρως δι' ὧν εὐεργετεῖ, δι' ὧν εὖ ποιεῖ, καὶ τοῦτο διὰ πάντων ἐδήλωσεν ἄνωθεν. Εἰ γὰρ Παῦλος οὐχ οὕτω βούλεται φαίνεσθαι δυνατός·