1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

146

μόνης. Ναὶ, φησίν· ἀλλ' ὅτι μὲν κακὸν τουτὶ τὸ πάθος, παντί που δῆλόν ἐστι· πῶς δ' ἂν αὐτὸ διαφύγοιμεν, τοῦτο εἰπεῖν χρή. Μάλιστα μὲν, ἂν πείσῃς σαυτὸν καλῶς, ὅτι χαλεπὸν τουτὶ τὸ νόσημα, ἀρχὴν λήψῃ διορθώσεως ἀρίστην· ἐπεὶ καὶ ὁ νοσῶν ταχέως ἐπιζητήσει τὸν ἰατρὸν, ἂν τοῦτο μάθῃ πρὸ τῶν ἄλλων, ὅτι νοσεῖ. Εἰ δὲ καὶ ἑτέραν ἐπιζητεῖς ὁδὸν τῆς ἐντεῦθεν φυγῆς, ὅρα πρὸς τὸν Θεὸν διηνεκῶς, καὶ ἀρκοῦ τῇ παρ' αὐτοῦ δόξῃ. Κἂν ἴδῃς τὸ πάθος γαργαλίζον σε καὶ διεγεῖρον εἰπεῖν τοῖς συνδούλοις τὰ κατωρθωμένα σοι, λογισάμενος πάλιν, ὅτι μετὰ τὸ εἰπεῖν οὐδὲν γίνεται κέρδος, σβέσον τὴν ἄτοπον ἐπιθυμίαν, καὶ πρὸς τὴν ψυχήν σου εἰπέ· Ἰδοὺ τοσοῦτον ὠδῖνες χρόνον εἰπεῖν σου τὰ κατορθώματα, καὶ οὐκ ἐκαρτέρησας σιγῇ κατασχεῖν, ἀλλ' εἰς πάντας ἐξήνεγκας· τί οὖν σοι πλέον γέγονεν ἐντεῦθεν; Πλέον μὲν οὐδὲν, ζημία δὲ ἐσχάτη, καὶ τὸ κενῶσαι ἅπαντα τὰ μετὰ πολλοῦ συλλεγέντα πόνου. Μετὰ δὲ τοῦτο κἀκεῖνο ἐννόησον, ὅτι διεφθαρμένη τῶν πολλῶν ἡ ψῆφος καὶ ἡ κρίσις ἐστὶ, καὶ οὐ διεφθαρμένη μόνον, ἀλλ' ὅτι καὶ ταχέως μαραίνεται. Κἂν γὰρ πρὸς ὥραν θαυμάσωσι, τοῦ καιροῦ παρελθόντος, πάντων εἰσὶν ἐπιλελησμένοι καὶ τὸν παρὰ τοῦ Θεοῦ σοι δεδομένον στέφανον ἥρπασαν, καὶ τὸν παρ' ἑαυτῶν οὐκ ἴσχυσάν σοι διατηρῆσαι. Καίτοι καὶ εἰ οὗτος ἔμενε, πολλῆς ἀθλιότητος ἦν ἐκείνου τοῦτον ἀλλάξασθαι· ὅταν δὲ καὶ οὗτος διαῤῥέῃ, ποίαν ἕξομεν ἀπολογίαν, ὑπὲρ τοῦ μὴ μένοντος τὸν μένοντα προδιδόντες, ὑπὲρ τῆς τῶν ὀλίγων εὐφημίας τοσαῦτα ἀπολλύντες ἀγαθά; Καίτοι εἰ καὶ πολλοὶ οἱ ἐπαινοῦντες εἶεν, καὶ οὗτοι τοῦ ταλανίζεσθαι ἄξιοι, καὶ τότε μᾶλλον, ὅταν πλείους οἱ τοῦτο ποιοῦντες ὦσιν. Εἰ δὲ θαυμάζεις τὸ εἰρημένον, ἄκουσον τοῦ Χριστοῦ ταῦτα ψηφιζομένου· Οὐαὶ γὰρ ὑμῖν, φησὶν, ὅταν καλῶς ὑμᾶς εἴπωσι πάντες οἱ ἄνθρωποι. Καὶ μάλα εἰκότως. Εἰ γὰρ ἑκάστης τέχνης τοὺς δημιουργοὺς δεῖ ζητεῖν κριτὰς, πῶς τῆς ἀρετῆς τὴν δοκιμασίαν τοῖς πολλοῖς ἐπιτρέπεις, ἀλλ' οὐχὶ πρὸ πάντων ἐκείνῳ τῷ μάλιστα πάντων εἰδότι, καὶ συγκροτῆσαι καὶ στεφανῶσαι δυναμένῳ; Τοῦτο τοίνυν τὸ ῥῆμα ἐγγράψωμεν καὶ τοίχοις καὶ θύραις καὶ διανοίᾳ, καὶ συνεχῶς λέγωμεν πρὸς ἑαυτούς· Οὐαὶ ἡμῖν, ὅταν καλῶς εἴπωσιν ἡμᾶς πάντες οἱ ἄνθρωποι. Καὶ γὰρ καὶ αὐτοὶ οἱ λέγοντες, ὕστερον διαβάλλουσιν ὡς κενόδοξον καὶ φι 60.570 λότιμον καὶ ἐρῶντα τῆς παρ' αὐτῶν εὐφημίας. Ἀλλ' οὐχ ὁ Θεὸς οὕτως, ἀλλ' ὅταν ἴδῃ σε ἐρῶντα τῆς παρ' αὐτοῦ δόξης, τότε σε μάλιστα ἐπαινέσεται καὶ θαυμάσεται καὶ ἀνακηρύξει. Ὁ δὲ ἄνθρωπος οὐχ οὕτως, ἀλλὰ λαβών σε δοῦλον ἀντ' ἐλευθέρου, καὶ διὰ ψιλοῦ ῥήματος πολλάκις σοι χαρισάμενος ἔπαινον ψευδῆ. ἥρπασεν ἀπὸ σοῦ μισθὸν ἀληθῆ, καὶ ἀργυρωνήτου μᾶλλον ὑπέταξεν. Ἐκείνους μὲν γὰρ μετὰ τὰ ἐπιτάγματα ἔχουσιν ὑπακούοντας οἱ δεσπόται, σὺ δὲ καὶ χωρὶς ἐπιταγμάτων δουλεύεις. Οὐδὲ γὰρ ἀναμένεις ἀκοῦσαί τι παρ' αὐτῶν, ἀλλ' ἂν γνῷς μόνον δι' ὧν αὐτοῖς χαριῇ, οὐδὲ ἐπιταττόντων αὐτῶν πάντα ποιεῖς. Πόσης οὖν οὐκ ἂν εἴημεν ἄξιοι γεέννης τοὺς μὲν μοχθηροὺς τέρποντες, καὶ πρὶν ἐπιτάξουσι θεραπεύοντες, τοῦ δὲ Θεοῦ καθ' ἑκάστην ἡμέραν ἐγκελευομένου καὶ παραινοῦντος, μηδὲ οὕτως ἀκούοντες; Καίτοι γε εἰ δόξης καὶ ἐπαίνων ἐρᾷς, φεῦγε τὸν παρ' ἀνθρώπων ἔπαινον, καὶ τότε ἐπιτεύξῃ δόξης· ἀποστράφηθι τὰς εὐφημίας, καὶ τότε μυρίων ἀπολαύσεις τῶν ἐπαίνων καὶ παρὰ Θεῷ, καὶ παρ' ἀνθρώποις. Οὐδένα γὰρ οὕτω δοξάζειν εἰώθαμεν ὡς τὸν ὑπερορῶντα δόξης, οὐδὲ ἐπαινεῖν καὶ θαυμάζειν ὡς τὸν καταφρονοῦντα τοῦ θαυμάζεσθαι καὶ ἐπαινεῖσθαι· εἰ δὲ ἡμεῖς, πολλῷ μᾶλλον ὁ τῶν ὅλων Θεός. Ὅταν δὲ ἐκεῖνός σε δοξάζῃ καὶ ἐπαινῇ, τίς σου μακαριστότερος γένοιτ' ἄν; Καὶ γὰρ ὅσον δόξης καὶ ἀτιμίας τὸ μέσον, τοσοῦτον τῆς ἄνωθεν δόξης πρὸς τὴν ἀνθρωπίνην τὸ διάφορον· μᾶλλον δὲ πολλῷ πλέον καὶ ἄπειρον. Εἰ γὰρ καὶ μηδενὶ παραβαλλομένη αὕτη αἰσχρά τίς ἐστι καὶ δυσειδὴς, ὅταν καὶ πρὸς ἑτέραν αὐτὴν ἀντεξετάζωμεν, ἐννόησον ὅσον φανεῖται τὸ αἶσχος. Καθάπερ γὰρ ἑταιριζομένη γυνὴ καὶ ἐπὶ τοῦ στέγους ἑστῶσα πᾶσαν ἑαυτὴν ἐκδίδωσιν, οὕτω καὶ οἱ κενοδοξίας δοῦλοι· μᾶλλον δὲ καὶ ἐκείνης αἰσχίους οὗτοι.