147
Ἐκεῖναι μὲν γὰρ πολλαχοῦ κατεφρόνησάν τινων ἐρασθέντων αὐτῶν· σὺ δὲ ἅπασι σαυτὸν προὔθηκας, καὶ δραπέταις καὶ λῃσταῖς καὶ βαλαντιοτόμοις. Ἀπὸ γὰρ τούτων καὶ τῶν τοιούτων τὰ ἐπαινοῦντα ὑμᾶς συνέστηκε θέατρα· καὶ οὓς καθ' ἑαυτοὺς ὄντας οὐδενὸς ἀξίους εἶναι νομίζεις, τούτους συλλεγέντας τῆς σεαυτοῦ προτιμᾷς σωτηρίας, καὶ πάντων ἐκείνων ἀτιμότερον σαυτὸν ἀποφαίνεις. εʹ. Πῶς γὰρ οὐκ ἀτιμότερος ὁ τῆς παρ' ἐκείνων δεόμενος εὐφημίας, καὶ μὴ νομίζων ἀρκεῖν σεαυτῷ, εἰ μὴ τὴν παρ' ἑτέρων δόξαν λάβοις; Οὐκ ἐννοεῖς, εἰπέ μοι, μετὰ τῶν εἰρημένων, ὅτι περίβλεπτος μὲν ὢν καὶ πᾶσι κατάδηλος, ἂν ἁμάρτῃς, μυρίους ἔχεις κατηγόρους· ἄγνωστος δὲ, κἂν ἐν ἀσφαλείᾳ μενεῖς; Ναὶ, φησίν· ἀλλὰ καὶ κατορθῶν μυρίους ἔχω τοὺς θαυμαστάς. Τοῦτο γάρ ἐστι τὸ δεινὸν, ὅτι οὐ μόνον ἁμαρτάνοντά σε, ἀλλὰ καὶ κατορθοῦντα βλάπτει τῆς κενοδοξίας ἡ νόσος, τότε μὲν μυρίους ὑποσκελίζουσα, νῦν πάντα σου κενοῦσα τὸν μισθόν. ∆εινὸν μὲν οὖν, καὶ πάσης ἀτιμίας ἀνάμεστον, τὸ καὶ ἐν πολιτικοῖς πράγμασι δόξης ἐρᾷν· ὅταν δὲ καὶ ἐν τοῖς πνευματικοῖς τὸ αὐτὸ τοῦτο πάσχῃς, τίς λείπεταί σοι συγγνώμη λοιπὸν, μηδὲ τοσαύτην βουλομένῳ παρασχεῖν τῷ Θεῷ τιμὴν, ὅσην αὐτὸς παρὰ τῶν οἰκετῶν ἔχεις; καὶ γὰρ ὁ δοῦλος πρὸς τοὺς ὀφθαλμοὺς ὁρᾷ τοῦ δεσπότου, καὶ ὁ μισθωτὸς πρὸς τὸν τοῦ ἔργου κύριον τὸν μέλλοντα ἀποδιδόναι μισθοὺς, καὶ ὁ μαθητὴς πρὸς τὸν διδάσκαλον· σὺ δὲ τοὐναντίον ἅπαν, τὸν μισθωσάμενόν σε Θεὸν ἀφεὶς καὶ τὸν ∆εσπότην, πρὸς τοὺς ὁμοδούλους βλέπεις, καὶ ταῦτα εἰδὼς, ὅτι ὁ μὲν Θεὸς μέμνηται καὶ εἰς τὰ μετὰ ταῦτα τῶν σῶν κατορθωμάτων, ἄνθρωπος δὲ εἰς τὸ παρόν· καὶ ἐν οὐρανῷ 60.571 τὸ θέατρον ἔχων καθήμενον, τοὺς ἐπὶ γῆς θεατὰς συνάγεις. Καὶ ὁ μὲν ἀθλητὴς ἔνθα ἀγωνίζεται, ἐκεῖ βούλεται εὐδοκιμεῖν· σὺ δὲ ἀγωνιζόμενος ἄνω, κάτω στεφανοῦσθαι σπουδάζεις. Καὶ τί ταύτης χεῖρον γένοιτ' ἂν τῆς ἀνοίας; Ἴδωμεν δὲ, εἰ δοκεῖ, καὶ τοὺς στεφάνους· ὁ μὲν γὰρ ἐξ ἀπονοίας σύγκειται, ὁ δὲ ἐκ τῆς πρὸς ἕτερον βασκανίας, ὁ δὲ ἐξ εἰρωνείας καὶ κολακείας, ὁ δὲ ἀπὸ χρημάτων, ὁ δὲ ἀπὸ δουλοπρεποῦς διανοίας. Καὶ καθάπερ τὰ παιδία τὰ παίζοντα χόρτου στέφανον ἐπιτιθέασιν ἀλλήλοις, καὶ τοῦ στεφανωθέντος οὐκ εἰδότος καταγελῶσιν ὄπισθεν πολλάκις· οὕτω δὴ καὶ νῦν οἱ ἐγκωμιάζοντές σε, καθ' ἑαυτοὺς πολλάκις ἐχλεύασαν, τὸν χόρτον ἡμῖν ἐπιτιθέντες· καὶ εἴθε χόρτον μόνον· νυνὶ δὲ καὶ πολλῆς γέμει βλάβης ὁ στέφανος, καὶ πάντα ἡμῶν ἀπόλλυσι τὰ κατορθώματα. Ἐννοήσας τοίνυν αὐτοῦ τὸ εὐτελὲς, φεῦγε τὴν ζημίαν. Πόσους γὰρ εἶναι βούλει σου τοὺς ἐπαινέτας; ἑκατὸν, ἢ δὶς τοσούτους καὶ τρὶς καὶ τετράκις; μᾶλλον δὲ, εἰ βούλει, τίθει δεκάκις τοσούτους καὶ εἰκοσάκις, καὶ ἔστωσαν δισχίλιοι καὶ τετρακισχίλιοι· εἰ δὲ βούλει, καὶ μυρίοι οἱ κροτοῦντες· ἀλλ' οὐδὲν οὗτοι κολοιῶν κραζόντων διαφέρουσι· μᾶλλον δὲ, ἂν ἐννοήσῃς τὸ τῶν ἀγγέλων θέατρον, καὶ σκωλήκων οὗτοι φανοῦνται εὐτελέστεροι, καὶ ἀράχνης ἀσθενεστέρα αὐτῶν ἡ εὐφημία, καὶ καπνῶν καὶ ὀνειράτων. Ἄκουσον γοῦν πῶς ὁ Παῦλος ὁ ταῦτα διεσκεμμένος ἀκριβῶς, οὐ μόνον αὐτὰ οὐκ ἐπιζητεῖ, ἀλλὰ καὶ ἀπεύχεται, λέγων· Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ. Ταύτην τοίνυν καὶ σὺ ζήλωσον τὴν καύχησιν, ἵνα μὴ παροξύνῃς τὸν ∆εσπότην. Καὶ γὰρ εἰς τὸν Θεὸν ὑβρίζεις, τοῦτο ποιῶν, οὐχὶ σεαυτὸν μόνον. Οὐδὲ γὰρ εἰ ζωγράφος ὢν μαθητήν τινα εἶχες, εἶτα ἐκεῖνος ἀφεὶς ἐπιδείξασθαί σοι τὰ τῆς τέχνης, τὸν πίνακα ἔξω προτιθεὶς τοῖς παρατηροῦσιν ἁπλῶς, πράως ἂν ἤνεγκας. Εἰ δὲ ἐπὶ τῶν ὁμοδούλων τοῦτο ὕβρις, πολλῷ μᾶλλον ἐπὶ τοῦ ∆εσπότου. Εἰ δὲ ἑτέρωθεν βούλει μαθεῖν τοῦ πράγματος καταφρονεῖν, ὑψηλὸς γενοῦ τῇ διανοίᾳ, καταγέλασον τῶν ὁρωμένων, αὔξησον τῆς ἀληθοῦς δόξης τὸν ἔρωτα, ἐμπλήσθητι φρονήματος πνευματικοῦ, εἰπὲ πρὸς τὴν ψυχὴν, ὡς Παῦλος εἶπεν· Οὐκ οἶδας, ὅτι ἀγγέλους κρινοῦμεν; καὶ ἀναστήσας αὐτὴν ἐντεῦθεν, ἐπιτίμησον λοιπὸν καὶ εἰπέ· Ἡ ἀγγέλους κρινοῦσα, ὑπὸ καθαρμάτων κρίνεσθαι βούλει, καὶ μετὰ τῶν ὀρχηστῶν ἐπαινεῖσθαι καὶ μίμων καὶ θηριομάχων καὶ ἡνιόχων; ταύτας γὰρ οὗτοι τὰς εὐφημίας διώκουσιν.