148
Ἀλλὰ σὺ ὑψηλότερον τῆς τούτων κραυγῆς τὸ πτερὸν κατασκεύασον, καὶ ζήλω 60.572 σον τὸν τῆς ἐρημίας πολίτην Ἰωάννην, καὶ μάθε πῶς ὑπερεώρα πλήθους ἐκεῖνος, καὶ κολακεύοντας ὁρῶν οὐκ ἐπεστρέφετο, ἀλλ' ὁρῶν ἅπαντας τοὺς τὴν Παλαιστίνην οἰκοῦντας περὶ αὐτὸν ἐκκεχυμένους καὶ θαυμάζοντας καὶ ἐκπληττομένους, οὐκ ἐχαυνοῦτο τῇ τοσαύτῃ τιμῇ, ἀλλὰ καὶ κατεξανίστατο αὐτῶν, καὶ ὡς ἑνὶ μειρακίῳ, δήμῳ τοσούτῳ διαλεγόμενος, οὕτως ἐπέπληττε λέγων· Ὄφεις, γεννήματα ἐχιδνῶν. Καίτοι γε δι' αὐτὸν συνέδραμον, καὶ τὰς πόλεις ἀφῆκαν, ὥστε τὴν ἱερὰν κεφαλὴν ἐκείνην ἰδεῖν· ἀλλ' ὅμως οὐδὲν αὐτῶν τοῦτον ἐξέλυσε· πόῤῥω γὰρ ἦν δόξης, καὶ τύφου παντὸς ἐλεύθερος. Οὕτω καὶ ὁ Στέφανος ὁρῶν τὸν αὐτὸν δῆμον πάλιν οὐχὶ τιμῶντα, ἀλλὰ μαινόμενον καὶ τρίζοντα τοὺς ὀδόντας, ὑψηλότερος αὐτῶν γενόμενος τῆς ὀργῆς, ἔλεγε· Σκληροτράχηλοι, καὶ ἀπερίτμητοι ταῖς καρδίαις. Οὕτω καὶ ὁ Ἠλίας, τῶν στρατοπέδων παρόντων ἐκείνων καὶ τοῦ βασιλέως καὶ τοῦ δήμου παντὸς, ἔλεγεν· Ἕως πότε χωλανεῖτε ἐπ' ἀμφοτέραις ταῖς ἰγνύαις ὑμῶν; Ἀλλ' ἡμεῖς ἅπαντας κολακεύομεν, θεραπεύομεν, τῇ δουλοπρεπεῖ διακονίᾳ ταύτῃ τὴν ἐκείνων τιμὴν ὠνούμενοι. ∆ιὰ τοῦτο πάντα ἄνω καὶ κάτω γέγονε, καὶ τῆς χάριτος ταύτης ἐξεπέσομεν, καὶ ὁ προδέδοται τὰ τοῦ Χριστιανισμοῦ πράγματα, καὶ πάντα ἠμέληται διὰ τὴν τῶν πολλῶν δόξαν. Ἐξορίσωμεν τοίνυν τὸ πάθος, καὶ τότε εἰσόμεθα καλῶς τὴν ἐλευθερίαν καὶ τὸν λιμένα καὶ τὴν γαλήνην. Ὁ μὲν γὰρ κενόδοξος τοῖς χειμαζομένοις ἔοικεν, ἀεὶ τρέμων καὶ δεδοικὼς καὶ μυρίους θεραπεύων δεσπότας· ὁ δὲ ταύτης τῆς τυραννίδος ἔξω ὢν, τοῖς ἐν λιμέσι καθημένοις καὶ ἐλευθερίας ἀπολαύουσι καθαρᾶς. Ἀλλ' οὐκ ἐκεῖνος, ἀλλ' ὅσοις ἐστὶ γνώριμος, τοσούτους ἔχει δεσπότας, πᾶσι δουλεύειν ἀναγκαζόμενος. Πῶς οὖν ἀπαλλαγησόμεθα τῆς χαλεπῆς ταύτης δουλείας; Ἂν ἑτέρας ἐρασθῶμεν δόξης, τῆς ὄντως δόξης. Καθάπερ γὰρ τοὺς τῶν σωμάτων ἐρῶντας λαμπροτέρα ἑτέρα φανεῖσα ὄψις τῆς προτέρας ἀπέστησεν· οὕτω δὴ καὶ τοὺς δόξης ἐπιθυμοῦντας τῆς παρ' ἡμῖν, ἡ ἐκ τῶν οὐρανῶν λάμψασα δόξα ἀπαγαγεῖν ταύτης δυνήσεται. Ἴδωμεν τοίνυν ἐκείνην, καὶ καταμάθωμεν αὐτὴν ἀκριβῶς, ἵνα τὸ κάλλος αὐτῆς θαυμάσαντες, φύγωμεν ταύτης τὴν αἰσχρότητα, καὶ πολλῆς ἀπολαύσωμεν ἡδονῆς, ἐντρυφῶντες ἐκείνῃ διηνεκῶς· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΙΗʹ.
Πῶς οὖν ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν; πῶς δὲ πιστεύσουσιν οὗ οὐκ
ἤκουσαν; πῶς δὲ ἀκούσουσι χωρὶς κηρύσσοντος; πῶς δὲ κηρύ ξουσιν, ἐὰν μὴ ἀποσταλῶσι; καθὼς γέγραπται. αʹ. Πάλιν ἀναιρεῖ τὴν συγγνώμην αὐτῶν. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι Μαρτυρῶ αὐτοῖς, ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ' οὐ κατ' ἐπίγνωσιν· καὶ, ὅτι Ἀγνοοῦντες τὴν τοῦ Θεοῦ δικαιοσύνην, οὐχ ὑπετάγησαν, δείκνυσι λοιπὸν, ὅτι καὶ αὐτῆς τῆς ἀγνοίας δίκην ὀφείλουσι τῷ Θεῷ. Καὶ οὐ λέγει μὲν οὕτω, κατασκευάζει δὲ τοῦτο κατὰ ἐρώτησιν προάγων τὸν λόγον, καὶ σαφέστερον ποιῶν τὸν ἔλεγχον τῷ κατὰ ἀντίθεσιν καὶ 60.572.50 λύσιν ἅπαν ὑφᾶναι τουτὶ τὸ χωρίον. Σκόπει δέ· Ἄνωθεν, φησὶν, Εἶπεν ὁ προφήτης, ὅτι Πᾶς, ὃς ἐὰν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται. Ἀλλ' ἴσως ἔχοι τις ἂν εἰπεῖν· Καὶ πῶς ἐδύναντο ἐπικαλέσασθαι τοῦτον, ᾧ οὐκ ἐπίστευσαν; Εἶτα ἐρώτησις παρ' αὐτοῦ μετὰ τὴν ἀντίθεσιν· Καὶ διὰ τί οὐκ ἐπίστευσαν; Καὶ πάλιν ἀντίθεσις· πάντως ἔχει τις εἰπεῖν· Καὶ πῶς εἶχον πιστεῦσαι μὴ ἀκούσαντες; Καὶ μὴν ἤκουσαν, φησίν. Εἶτα ἑτέρα πάλιν ἀντίθεσις· Καὶ πῶς ἠδύναντο ἀκοῦσαι χωρὶς κηρύσσοντος; εἶτα πάλιν λύσις· Καὶ μὴν ἐκήρυξαν, καὶ ἀπεστάλησαν