150
ἀντίθεσιν, ἢν εἶπον, καί φησιν· Ἀλλὰ λέγω, Μὴ οὐκ ἤκουσαν; Τί γὰρ, φησὶν, εἰ ἀπεστάλησαν οἱ κηρύσσοντες, καὶ ἐκήρυξαν ἅπερ ἐκελεύσθησαν, οὗτοι δὲ οὐκ ἤκουσαν; Εἶτα μεθ' ὑπερβολῆς πάσης ἡ λύσις τῆς ἀντιθέσεως· Μενοῦνγε εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Τί λέγεις, φησίν; οὐκ ἤκουσαν; Ἡ οἰκουμένη καὶ τὰ πέρατα τῆς γῆς ἤκουσαν· καὶ ὑμεῖς, παρ' οἷς τοσοῦτον οἱ κήρυκες διέτριψαν χρόνον, καὶ ὅθεν ἦσαν, οὐκ ἠκούσατε; καὶ πῶς ἂν ἔχοι λόγον; Εἰ γὰρ τὰ πέρατα τῆς οἰκουμένης ἤκουσε, πολλῷ μᾶλλον ὑμεῖς. Εἶτα πάλιν ἑτέρα ἀντίθεσις· Ἀλλὰ λέγω, Μὴ Ἰσραὴλ οὐκ ἔγνω; Τί γὰρ, εἰ ἤκουσαν μὲν, οὐκ ἐνόησαν δὲ τὰ εἰρημένα, οὐδὲ συνῆκαν, ὅτι ἐκεῖνοι οὗτοι ἦσαν οἱ ἀποσταλέντες; οὐκ ἄξιοι συγγνώμης τῆς ἀγνοίας ταύτης ἕνεκεν; Οὐδαμῶς. Καὶ γὰρ ὁ Ἡσαΐας ἐχαρακτήρισεν αὐτοὺς, εἰπών· Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην· καὶ πρὸ τούτου πάλιν ὁ νομοθέτης αὐτός· διὸ καὶ ἐπήγαγε· Πρῶτος Μωϋσῆς λέγει· Ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ' οὐκ ἔθνει, ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς. Ὥστε καὶ ἐντεῦθεν ἐχρῆν γνωρίσαι τοὺς κήρυκας, οὐκ ἀφ' ὧν ἠπίστησαν οὗτοι μόνον, οὐκ ἀφ' ὧν εἰρήνην ἐκήρυττον ἐκεῖνοι, οὐκ ἀφ' ὧν τὰ ἀγαθὰ ἐκεῖνα εὐηγγελίζοντο, οὐκ ἀφ' ὧν πανταχοῦ τῆς οἰκουμένης ὁ λόγος ἐσπείρετο, ἀλλὰ καὶ ἀφ' ὧν τοὺς καταδεεστέρους αὐτῶν τοὺς ἐξ ἐθνῶν εἶδον ἐν πλείονι ὄντας τιμῇ. Ἃ γὰρ μηδέποτε ἤκουσαν οὗτοι, μηδὲ τούτων οἱ πρόγονοι, ταῦτα ἐξαίφνης ἐφιλοσόφουν ἐκεῖνοι· ὅπερ ἐπιτεταμένης ἦν τιμῆς, παρακνιζούσης αὐτοὺς, καὶ εἰς ζῆλον ἀγούσης, καὶ εἰς μνήμην τῆς προφητείας Μωϋσέως τῆς λεγούσης· Παραζηλώσω ὑμᾶς ἐπ' οὐκ ἔθνει. Οὐ γὰρ δὴ μόνον τὸ μέγεθος τῆς τιμῆς ἱκανὸν ἦν αὐτοὺς εἰς ζῆλον ἐμβαλεῖν, ἀλλὰ καὶ τὸ οὕτως εὐτελὲς εἶναι τὸ ἔθνος τὸ τούτων ἀπολαῦσαν, ὡς μηδὲ ἔθνος ἄξιον εἶναι λογίζεσθαι. Ἐγὼ γὰρ παραζηλώσω ὑμᾶς ἐπ' οὐκ ἔθνει, φησὶν, ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς. Τί γὰρ Ἑλλήνων ἀσυνετώτερον ἦν; τί δὲ εὐτελέστερον; Ὅρα πῶς διὰ πάντων γνωρίσματα καὶ σημεῖα σαφῆ τῶν καιρῶν τούτων ἄνωθεν ἔδωκεν ὁ Θεὸς αὐτοῖς, ὥστε διανοῖξαι αὐτῶν τὴν πώρωσιν. Οὐδὲ γὰρ ἐν γωνίᾳ μικρᾷ τὸ γενόμενον ἦν, ἀλλ' ἐν γῇ καὶ θαλάττῃ, καὶ πανταχοῦ τῆς οἰκουμένης· καὶ ἑώρων μυρίων ἀπολαύοντας ἀγαθῶν τοὺς πρότερον παρ' αὐτῶν καταφρονουμένους. Ἔδει τοίνυν ἐννοῆσαι, ὅτι τοῦτο ἐκεῖνό ἐστι τὸ ἔθνος, περὶ οὗ φησιν ὁ Μωϋσῆς· Παραζηλώσω ὑμᾶς ἐπ' οὐκ ἔθνει, ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς. Ἆρα οὖν Μωϋσῆς μόνος τοῦτο εἶπεν; Οὐδαμῶς, ἀλλὰ καὶ ὁ Ἡσαΐας μετ' ἐκεῖνον. ∆ιὸ καὶ ὁ Παῦλος ἔλεγε· Πρῶτον Μωϋσῆς· δεικνὺς ὅτι καὶ δεύτερος ἥξει τὰ αὐτὰ λέγων καὶ τρανότερον καὶ σαφέστερον. Ὥσπερ οὖν ἀνωτέρω εἶπε· Κράζει Ἡσαΐας· οὕτω καὶ ἐνταῦθα· Ἡσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐβιάσατο καὶ ἐφιλονείκησε μηδὲν συνεσκιασμένον εἰπεῖν, ἀλλὰ καὶ γυμνὰ πρὸ τῶν ὀφθαλμῶν ὑμῶν θεῖναι τὰ πράγματα, μᾶλλον δὲ ἑλόμενος κινδυνεύειν ἐκ τοῦ 60.575 φανερῶς εἰπεῖν, ἢ τὴν οἰκείαν ὑφορώμενος σωτηρίαν, σκιὰν γοῦν ὑμῖν καταλιπεῖν ἀγνωμοσύνης· καίτοι γε προφητείας οὐκ ἦν τοῦτο οὕτως εἰπεῖν σαφῶς. Ἀλλ' ὅμως ὥστε ἐκ περιουσίας ὑμῶν ἐμφράξαι τὰ στόματα, σαφῶς πάνυ καὶ διαῤῥήδην πάντα προλέγει. Πάντα, ποῖα; Καὶ τὴν ὑμῶν ἔκπτωσιν, καὶ τὴν ἐκείνων εἰσαγωγὴν, οὕτω λέγων· Εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν· ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσι. Τίνες οὖν οἱ μὴ ζητοῦντες; τίνες οἱ μὴ ἐπερωτῶντες; Εὔδηλον ὅτι οὐκ Ἰουδαῖοι, ἀλλ' οἱ ἐξ ἐθνῶν, οἱ μηδέποτε αὐτὸν ἐπιγνόντες. Ὥσπερ οὖν Μωϋσῆς ἐχαρακτήρισεν αὐτοὺς εἰπών· Οὐκ ἔθνει, καὶ Ἔθνει ἀσυνέτῳ· οὕτω καὶ ἐνταῦθα ἀπὸ τῆς αὐτῆς ὑποθέσεως αὐτοὺς δηλοῖ, τῆς ἀγνοίας τῆς ἐπιτεταμένης· ὃ μεγίστη κατηγορία Ἰουδαίων ἦν, ὅτι οἱ μὴ ζητοῦντες εὗρον, καὶ οἱ ζητοῦντες ἀπώλεσαν. Πρὸς δὲ τὸν Ἰσραὴλ λέγει· Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα. Εἶδες πῶς τὸ ἄπορον ἐκεῖνο καὶ παρὰ πολλῶν ζητούμενον εὑρίσκεται ἄνωθεν καὶ ἐν τοῖς προφητικοῖς ῥήμασι κείμενον, καὶ σαφῶς