152
ἐνταῦθα ποιεῖ, οὕτω γράφων· Λέγω οὖν, Μὴ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ, ὃν προέγνω; Μὴ γένοιτο. Καὶ σχῆμα διαποροῦντος εἰσάγει, ὡς ἐκ τῶν εἰρημένων λαβὼν τὴν ἀρχὴν, καὶ τὸ φοβερὸν τοῦτο θεὶς, τῇ ἀναιρέσει αὐτοῦ τὸ μετ' ἐκεῖνο λοιπὸν εὐπαράδεκτον ποιεῖ, ὃ διὰ τῶν ἔμπροσθεν ἁπάντων ἐσπούδασε δεῖξαι, τοῦτο καὶ ἐνταῦθα κατασκευάζων. Ποῖον δὴ τοῦτο; Ὅτι κἂν ὀλίγοι ὦσιν οἱ διασεσωσμένοι, τὰ τῆς ἐπαγγελίας ἕστηκε. ∆ιὰ τοῦτο οὐδὲ ἁπλῶς εἶπε, Τὸν λαὸν, ἀλλὰ προσέθηκεν· Ὃν προέγνω. Εἶτα ἐπάγων ἀπόδειξιν τοῦ μὴ ἀπῶσθαι τὸν λαὸν, φησί· Καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμὶ, ἐκ σπέρματος Ἀβραὰμ, φυλῆς Βενιαμίν. Ἐγὼ, φησὶν, ὁ διδάσκαλος, ὁ κήρυξ. Ἐπεὶ οὖν ἐδόκει τοῦτο ἐναντίον εἶναι τοῖς ἔμπροσθεν εἰρημένοις τοῖς λέγουσι· Τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ, Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖρας πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα· καὶ, Παραζηλώσω ὑμᾶς ἐπ' οὐκ ἔθνει· οὐκ ἠρκέσθη τῇ ἀπαγορεύσει, οὐδὲ τῷ εἰπεῖν, Μὴ γένοιτο, ἀλλὰ κατα 60.577 σκευάζει αὐτὸ πάλιν ἀναλαμβάνων καὶ λέγων· Οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ. Ἀλλὰ τοῦτο οὐκ ἔστι κατασκευὴ, φησὶν, ἀλλ' ἀπόφασις. Ὅρα οὖν τὴν κατασκευὴν τήν τε προτέραν καὶ τὴν μετ' ἐκείνην. Προτέρα μὲν γάρ ἐστι τὸ δεῖξαι, ὅτι αὐτὸς ἐκεῖθεν ἦν· οὐκ ἂν δὲ, εἰ ἀπωθεῖσθαι αὐτοὺς ἔμελλεν, ᾧ τὸ κήρυγμα πᾶν καὶ τὰ πράγματα τῆς οἰκουμένης ἐνεπίστευσε, καὶ τὰ μυστήρια πάντα, καὶ τὴν οἰκονομίαν ὅλην, τοῦτον ἂν ἐκεῖθεν ἐξελέξατο. Αὕτη μὲν οὖν μία κατασκευή· δευτέρα δὲ μετ' ἐκείνην, τὸ εἰπεῖν· Τὸν λαὸν, ὃν προέγνω· τουτέστιν, ὃν ᾔδει σαφῶς ἐπιτήδειον ὄντα καὶ τὴν πίστιν δεξόμενον· καὶ γὰρ τρισχίλιοι καὶ πεντακισχίλιοι καὶ μυρίοι ἐξ ἐκείνων ἦσαν πιστεύσαντες. δʹ. Ἵνα γὰρ μὴ λέγῃ τις, Σὺ οὖν ὁ λαὸς εἶ; καὶ ἐπειδὴ σὺ ἐκλήθης, τὸ ἔθνος ἐκλήθη; ἐπήγαγεν· Οὐκ ἀπώσατο τὸν λαὸν αὑτοῦ, ὃν προέγνω. Ὡσανεὶ ἔλεγεν· Ἔχω μετ' ἐμοῦ τρισχιλίους, ἔχω πεντακισχιλίους, ἔχω μυρίους. Τί οὖν; ὁ λαὸς εἰς τρισχιλίους καὶ πεντακισχιλίους καὶ μυρίους περιέστη τὸ σπέρμα ἐκεῖνο τὸ μιμούμενον τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, καὶ τὴν ἄμμον τὴν θαλαττίαν; καὶ οὕτως ἡμᾶς ἀπατᾷς καὶ παραλογίζῃ, τὸν λαὸν ἅπαντα σαυτὸν τιθεὶς, καὶ τοὺς ὀλίγους τοὺς μετὰ σοῦ; καὶ κεναῖς ἡμᾶς ἐφύσησας ἐλπίσι τὴν ἐπαγγελίαν πεπληρῶσθαι λέγων, πάντων ἀπολλυμένων, καὶ εἰς ὀλίγους τῆς σωτηρίας περιστάσης; Κόμπος ταῦτα καὶ τῦφος, καὶ οὐκ ἀνασχοίμεθα τῶν σοφισμάτων τούτων. Ἵν' οὖν μὴ ταῦτα λέγωσιν, ὅρα πῶς διὰ τῶν ἑξῆς τὴν λύσιν ἐπάγει, τὴν μὲν ἀντίθεσιν οὐ θεὶς, πρὸ δὲ τῆς ἀντιθέσεως τὴν λύσιν αὐτῆς ἀπὸ παλαιᾶς ἱστορίας κατασκευάζων. Τίς οὖν ἡ λύσις; Οὐκ οἴδατε ἐν Ἠλίᾳ, φησὶ, τί λέγει ἡ Γραφή; ὡς ἐντυγχάνει τῷ Θεῷ κατὰ τοῦ Ἰσραήλ; Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, τὰ θυσιαστήριά σου κατέσκαψαν· κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου. Ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός; Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ. Οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ' ἐκλογὴν χάριτος γέγονεν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαόν· εἰ γὰρ ἀπώσατο, οὐδένα ἂν ἐδέξατο· εἰ δὲ ἐδέξατό τινας, οὐκ ἀπώσατο. Καὶ μὴν, φησὶν, εἰ μὴ ἀπώσατο, πάντας ἂν ἐδέξατο. Οὐδαμῶς. Καὶ γὰρ ἐπὶ Ἠλίᾳ ἐν ἑπτακισχιλίοις περιέστη τὰ τῆς σωτηρίας, καὶ νῦν δὲ εἰκὸς πολλοὺς εἶναι τοὺς πεπιστευκότας. Εἰ δὲ ἀγνοεῖτε ὑμεῖς, θαυμαστὸν οὐδὲν, ἐπεὶ καὶ ὁ προφήτης ἐκεῖνος, ὁ τοσοῦτος καὶ τηλικοῦτος ἀνὴρ, ἠγνόει· ἀλλ' ὁ Θεὸς ᾠκονόμει τὰ ἑαυτοῦ, καὶ τοῦ προφήτου ἀγνοοῦντος. Σκόπει δὲ αὐτοῦ σύνεσιν, πῶς ἐν τῷ κατασκευάζειν τὸ προκείμενον, λανθανόντως τὴν κατηγορίαν αὐτῶν αὔξει. ∆ιὰ γὰρ τοῦτο καὶ πάσης ἐμνήσθη τῆς μαρτυρίας, ἵνα αὐτῶν ἐκπομπεύσῃ τὴν ἀγνωμοσύνην, καὶ δείξῃ τοιούτους ἄνωθεν ὄντας. Εἰ γὰρ μὴ τοῦτο ἤθελεν, ἀλλ' ἓν μόνον δεῖξαι ἐσπούδαζεν, ὅτι ἐν τοῖς ὀλίγοις ὁ λαὸς, εἶπεν ἂν, ὅτι καὶ ἐπὶ Ἠλία ἑπτακισχίλιοι ὑπελείφθησαν· νυνὶ δὲ ἄνωθεν ἀναγινώσκει τὴν μαρτυρίαν ἅπασαν. Πανταχοῦ γὰρ ἐσπούδακε δεῖξαι οὐδὲν ξένον ποιήσαντας ἐπὶ τοῦ Χριστοῦ καὶ τῶν ἀποστόλων, ἀλλὰ τὰ