153
συνήθη καὶ μεμελετημένα. Ἵνα γὰρ μὴ λέγωσιν, ὅτι Ὡς πλάνον ἀνείλομεν τὸν Χριστὸν, καὶ ὡς ἀπατεῶνας διώκομεν τοὺς ἀποστόλους, παράγει τὴν μαρτυρίαν τὴν λέγουσαν· Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, καὶ τὰ θυσιαστήριά σου κατέσκαψαν. Εἶτα, ὥστε μὴ ποιῆσαι τὸν λόγον ἐπαχθῆ, ἑτέραν τῇ τῆς 60.578 μαρτυρίας παραγωγῇ περιτίθησιν αἰτίαν. Οὐ γὰρ ὡς προηγουμένως αὐτῶν κατηγορῆσαι βουλόμενος παράγει, ἀλλ' ὡς ἕτερά τινα ἀποδεῖξαι σπουδάζων· καὶ ἀποστερεῖ πάσης αὐτοὺς συγγνώμης καὶ ἀπὸ τῶν ἔμπροσθεν γεγενημένων. Ὅρα γὰρ πῶς ἐπιτεταμένη ἡ κατηγορία καὶ ἀπὸ τοῦ προσώπου γίνεται. Οὐδὲ γὰρ Παῦλός ἐστιν ὁ κατηγορῶν, οὐδὲ Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης, ἀλλ' ὁ μάλιστα πάντων παρ' αὐτοῖς θαυμασθεὶς, τῶν προφητῶν τὸ κεφάλαιον, ὁ τῷ Θεῷ φίλος, ὁ ὑπὲρ αὐτῶν οὕτω ζηλώσας, ὡς καὶ λιμῷ παραδοθῆναι, ὁ μέχρι σήμερον μηδέπω τετελευτηκώς. Τί οὖν οὗτός φησι; Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, καὶ τὰ θυσιαστήριά σου κατέσκαψαν, καὶ ὑπελείφθην ἐγὼ μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου. Τί τῆς θηριωδίας ταύτης ὠμότερον γένοιτ' ἄν; ∆έον γὰρ παρακαλεῖν ὑπὲρ τῶν ἤδη πλημμεληθέντων, οἱ δὲ καὶ αὐτὸν ἐβούλοντο ἀνελεῖν· ἅπερ ἅπαντα πάσης ἀπεστέρει συγγνώμης αὐτούς. Οὐδὲ γὰρ τοῦ λιμοῦ κρατοῦντος, ἀλλὰ τῆς εὐετηρίας γενομένης, καὶ τῆς αἰσχύνης λυθείσης, καὶ τῶν δαιμόνων καταισχυνθέντων, καὶ τῆς τοῦ Θεοῦ δειχθείσης δυνάμεως, καὶ τοῦ βασιλέως ὑποκύψαντος, ἐτόλμων ταῦτα ἐκεῖνοι, ἀπὸ φόνων εἰς φόνους μεταβαίνοντες, καὶ τοὺς διδασκάλους καὶ διορθοῦντας αὐτῶν τὴν γνώμην ἀναιροῦντες. Τί γὰρ ἂν ἔχοιεν εἰπεῖν; μὴ καὶ ἐκεῖνοι πλάνοι; μὴ καὶ ἐκείνους οὐκ ᾔδεισαν πόθεν ἦσαν; Ἀλλ' ἐλύπουν ὑμᾶς; Ἀλλὰ καὶ χρηστὰ ἔλεγον. Τί δὲ καὶ τὰ θυσιαστήρια; μὴ καὶ τὰ θυσιαστήρια ἐλύπει; μὴ καὶ αὐτὰ παρώξυνεν; Ὅρα πόσης φιλονεικίας, πόσης ὕβρεως ἐξήνεγκαν ἀεὶ δείγματα. ∆ιὰ τοῦτο καὶ ἀλλαχοῦ φησιν ὁ Παῦλος, Θεσσαλονικεῦσι γράφων· Τὰ αὐτὰ ἐπάθετε καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων, τῶν καὶ τὸν Κύριον ἀποκτεινάντων καὶ τοὺς ἰδίους προφήτας, καὶ ἡμᾶς ἐκδιωξάντων, καὶ τῷ Θεῷ μὴ ἀρεσκόντων, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων. Ὅπερ οὖν καὶ ἐνταῦθά φησιν, ὅτι καὶ τὰ θυσιαστήρια κατέσκαψαν, καὶ τοὺς προφήτας ἀνεῖλον. Ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός; Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ. Τί οὖν ἐκεῖνα πρὸς τὰ παρόντα, φησί; Καὶ σφόδρα μὲν οὖν πρὸς τὰ παρόντα. ∆είκνυσι γὰρ ἐντεῦθεν, ὅτι τοὺς ἀξίους ἀεὶ σώζειν ὁ Θεὸς εἴωθε, κἂν πρὸς ἅπαν τὸ ἔθνος ἡ ἐπαγγελία κειμένη. Καὶ τοῦτο ἄνωθεν ἔδειξε δι' ὧν ἔλεγεν· Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡσεὶ ἄμμος τῆς θαλάσσης, τὸ ἐγκατάλειμμα σωθήσεται· καὶ, Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν. ∆είκνυσι δὲ καὶ ἐντεῦθεν· διὸ καὶ ἐπάγει λέγων· Οὕτω καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ' ἐκλογὴν χάριτος γέγονεν. εʹ. Ὅρα ἑκάστην λέξιν τὴν οἰκείαν εὐγένειαν διασώζουσαν, καὶ τὴν τοῦ Θεοῦ χάριν καὶ τὴν τῶν σωζομένων εὐγνωμοσύνην ἐμφαίνουσαν. Τῷ μὲν γὰρ εἰπεῖν, Ἐκλογὴν, ἔδειξεν ἐκείνων τὴν δοκιμήν· τῷ δὲ εἰπεῖν, Χάριτος, ἔδειξε τοῦ Θεοῦ τὴν δωρεάν. Εἰ δὲ χάριτι, οὐκέτι ἐξ ἔργων, ἐπεὶ ἡ χάρις οὐκέτι ἐστὶ χάρις. Εἰ δὲ ἐξ ἔργων, οὐκέτι ἐστὶ χάρις, ἐπεὶ τὸ ἔργον οὐκέτι ἐστὶν ἔργον. Πάλιν ἐπιπηδᾷ τῇ φιλονεικίᾳ τῶν Ἰουδαίων μετὰ τῶν εἰρημένων, καὶ ἐνταῦθα ἐναντιοῦται, καὶ ἐντεῦθεν αὐτοὺς ἀποστερεῖ συγγνώμης. Οὐδὲ γὰρ ἔχετε, φησὶν, εἰπεῖν, ὅτι προ 60.579 φῆται μὲν ἐκάλουν, καὶ ὁ Θεὸς παρεκάλει, καὶ τὰ πράγματα ἐβόα, καὶ ἡ παραζήλωσις ἱκανὴ ἡμᾶς ἐπισπάσασθαι ἦν· φορτικὰ δὲ τὰ ἐπιταττόμενα, καὶ διὰ τοῦτο οὐκ ἠδυνήθημεν προσελθεῖν, ἐπειδὴ ἔργων ἐπίδειξιν ἀπῃτούμεθα, καὶ κατορθώματα ἐπίπονα· οὐδὲ γὰρ τοῦτο ἐστιν εἰπεῖν. Πῶς γὰρ ἂν ταῦτα ἀπῄτησεν ὁ Θεὸς παρ' ὑμῶν, ὁπότε καὶ τὴν χάριν αὐτοῦ τοῦτο ἐπισκιάζειν ἔμελλε; Ταῦτα δὲ εἶπε βουλόμενος ἐνδείξασθαι, ὅτι σφόδρα ἐβούλετο αὐτοὺς σωθῆναι. Οὐδὲ γὰρ ἡ σωτηρία αὐτοῖς προεχώρει μόνον εὐκόλως, ἀλλὰ καὶ τῷ Θεῷ δόξα μεγίστη ἦν, τὸ τὴν φιλανθρωπίαν