1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

154

ἐπιδείξασθαι τὴν ἑαυτοῦ. Τί τοίνυν ἐφοβήθης προσελθεῖν, οὐκ ἀπαιτούμενος ἔργα; τί δὲ στασιάζεις καὶ φιλονεικεῖς, χάριτος προκειμένης, καὶ νόμον μοι προβάλλῃ εἰκῆ καὶ μάτην; Οὔτε γὰρ ἐκεῖθεν σωθήσῃ, καὶ ταύτην λυμανῇ τὴν δωρεάν. Εἰ γὰρ φιλονεικεῖς ἐκεῖθεν σώζεσθαι, ἀναιρεῖς τοῦ Θεοῦ τὴν χάριν ταύτην. Εἶτα, ἵνα μὴ νομίσωσι τοῦτο ξένον εἶναι, προλαβὼν καὶ τοὺς ἑπτακισχιλίους ἐκείνους ἀπὸ χάριτος ἔφη σεσῶσθαι. Ὅταν γὰρ εἴπῃ, ὅτι οὕτω καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ' ἐκλογὴν χάριτος γέγονε, δείκνυσιν ὅτι καὶ ἐκεῖνοι χάριτι ἐσώθησαν. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τῷ εἰπεῖν, Κατέλιπον ἐμαυτῷ· τοῦτο γὰρ ἐμφαίνοντός ἐστιν, ὅτι τὸ πλέον αὐτὸς εἰσήνεγκε. Καὶ εἰ χάριτι, φησὶν, διὰ τί μὴ πάντες σωζόμεθα; Ὅτι μὴ βούλεσθε· ἡ γὰρ χάρις, κἂν χάρις ᾖ, τοὺς ἐθέλοντας σώζει, οὐ τοὺς μὴ βουλομένους καὶ ἀποστρεφομένους αὐτὴν, καὶ πολεμοῦντας αὐτῇ διηνεκῶς καὶ ἐναντιουμένους. Εἶδες πῶς δι' ὅλου ἐκεῖνο κατασκευάζει, τὸ, Οὐχ οἷον δὲ, ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ Θεοῦ, δεικνὺς ὅτι εἰς τοὺς ἀξίους ἦλθεν ἡ ἐπαγγελία, καὶ ὅτι οὗτοι, εἰ καὶ ὀλίγοι εἰσὶ, δύνανται εἶναι λαὸς τοῦ Θεοῦ· καίτοι γε ἐν προοιμίοις τῆς Ἐπιστολῆς μετὰ πλείονος αὐτὸ τῆς ὑπερβολῆς τέθεικεν εἰπών· Τί γὰρ, εἰ ἠπίστησάν τινες; καὶ μηδὲ μέχρι τούτου στὰς, ἀλλὰ ἐπαγαγών· Γινέσθω δὲ ὁ Θεὸς ἀληθὴς, πᾶς δὲ ἄνθρωπος ψεύστης. Καὶ νῦν δὲ πάλιν ἑτέρως αὐτὸ κατασκευάζει, καὶ τῆς χάριτος δείκνυσι τὴν ἰσχὺν, καὶ ἀεὶ τοὺς μὲν σωζομένους, τοὺς δὲ ἀπολλυμένους. Εὐχαριστῶμεν τοίνυν, ὅτι τῶν σωζομένων γεγόναμεν, καὶ μὴ δυνηθέντες ἀπὸ τῶν ἔργων σωθῆναι, ἐσώθημεν ἀπὸ τῆς τοῦ Θεοῦ δωρεᾶς. Εὐχαριστοῦντες δὲ, μὴ ῥήμασι τοῦτο ποιῶμεν μόνον, ἀλλὰ καὶ ἔργοις καὶ πράξεσιν. Αὕτη γὰρ ἡ εὐχαριστία ἡ ἀκριβὴς, ὅταν ταῦτα πράττωμεν, δι' ὧν ὁ Θεὸς δοξάζεσθαι μέλλει· ὅταν ἐκεῖνα φύγωμεν, ὧν ἀπηλλάγημεν. Καὶ γὰρ εἰ βασιλέα ὑβρίσαντες, ἀντὶ τοῦ δοῦναι δίκην ἐτιμήθημεν, εἶτα πάλιν ὑβρίσαμεν, ἅτε ἐσχάτης ἀχαριστίας ἁλόντες, τὴν ἐσχάτην δικαίως ἂν ἐδώκαμεν δίκην, καὶ πολλῷ μείζονα τῆς προτέρας. Οὐδὲ γὰρ οὕτως ἡμᾶς ἀχαρίστους ἡ προτέρα ὕβρις ἐδείκνυ, ὡς ἡ μετὰ τὴν τιμὴν καὶ τὴν πολλὴν θεραπείαν. Φύγωμεν τοίνυν ἐκεῖνα, ὧν ἀπηλλάγημεν, καὶ μὴ τῷ στόματι μόνον εὐχαριστῶμεν, ἵνα μὴ καὶ περὶ ἡμῶν λέγηται· Ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ, τῇ δὲ καρδίᾳ πόῤῥω ἀπέχει ἀπ' ἐμοῦ. Πῶς γὰρ οὐκ ἄτοπον, ὅταν οἱ μὲν οὐρανοὶ διηγῶνται δόξαν Θεοῦ, σὺ δὲ, δι' ὃν οἱ οὐρανοὶ οἱ δοξάζοντες ἐγένοντο, τοιαῦτα πράττεις ὡς βλασφημεῖσθαι διὰ σὲ τὸν ποιήσαντά σε Θεόν; ∆ιά τοι τοῦτο οὐκ ἐκεῖνος μόνον ὁ βλασφημῶν, ἀλλὰ καὶ σὺ λοιπὸν ὑπεύθυνος εἶ τῆς κολάσεως. Οὐδὲ γὰρ οἱ οὐρανοὶ φωνὴν ἀφιέντες δοξάζουσι τὸν Θεὸν, ἀλλ' ἑτέρους διὰ τῆς ὄψεως εἰς τοῦτο παρασκευάζοντες, 60.580 καὶ ὅμως αὐτοὶ λέγονται διηγεῖσθαι δόξαν Θεοῦ. Οὕτω καὶ οἱ παρεχόμενοι βίον θαυμαστὸν, κἂν σιγῶσι, τὸν Θεὸν δοξάζουσιν, ἑτέρων δι' αὐτοὺς αὐτὸν δοξαζόντων. Οὐ γὰρ οὕτως ἀπὸ τοῦ οὐρανοῦ θαυμάζεται, ὡς ἀπὸ βίου καθαροῦ. Ὅταν γοῦν πρὸς Ἕλληνας διαλεγώμεθα, οὐ τὸν οὐρανὸν εἰς μέσον παράγομεν, ἀλλὰ τοὺς ἀνθρώπους, οὓς θηρίων χεῖρον διακειμένους ἔπεισε γενέσθαι ἐφαμίλλους ἀγγέλοις. Καὶ ταύτην λέγοντες τὴν μεταβολὴν, ἐμφράττομεν αὐτῶν τὰ στόματα. ʹ. Καὶ γὰρ πολὺ βελτίων τοῦ οὐρανοῦ ἄνθρωπος, καὶ δύναται λαμπροτέραν τοῦ κάλλους αὐτοῦ κεκτῆσθαι ψυχήν. Οὗτος μὲν γὰρ ὁρώμενος ἐπὶ τοσοῦτον χρόνον, οὐ σφόδρα ἔπεισε· Παῦλος δὲ ὀλίγον κηρύξας χρόνον, τὴν οἰκουμένην ἐφειλκύσατο πᾶσαν. Καὶ γὰρ ἐκέκτητο ψυχὴν τοῦ οὐρανοῦ οὐχ ἥττονα, πάντας ἐπισπάσασθαι δυναμένην. Ἡ μὲν γὰρ ἡμετέρα οὐδὲ τῆς γῆς ἐστιν ἀξία, ἡ δὲ ἐκείνου καὶ τῶν οὐρανῶν ἀνταξία. Οὗτος μὲν γὰρ ἕστηκε τὸν οἰκεῖον φυλάττων ὅρον καὶ τὸν κανόνα· τῆς ἐκείνου ψυχῆς τὸ ὕψος ἅπαντας ὑπερέβη τοὺς οὐρανοὺς, καὶ αὐτῷ ὁμιλεῖ τῷ Χριστῷ· καὶ τὸ κάλλος δὲ αὐτῆς τοιοῦτον ἦν, ὡς καὶ τὸν Θεὸν ἀνακηρύττειν αὐτό. Τὰ μὲν γὰρ ἄστρα οἱ ἄγγελοι ἐθαύμασαν ὅτε ἐγένετο· τοῦτον δὲ αὐτὸς ἐθαύμασεν εἰπών· Σκεῦος ἐκλογῆς ἐστί μοι οὗτος. Καὶ τοῦτον μὲν τὸν οὐρανὸν νεφέλη πολλάκις ἐκάλυψε· τὴν δὲ