155
Παύλου ψυχὴν οὐδεὶς ἐκάλυψε πειρασμὸς, ἀλλ' ἐν τοῖς χειμῶσι λαμπρότερος ἐφαίνετο σταθηρᾶς μεσημβρίας, καὶ ὁμοίως ἔλαμπεν, ὥσπερ οὖν καὶ πρὸ τῶν νεφῶν. Ὁ γὰρ ἐν αὐτῷ φαίνων ἥλιος οὐ τοιαύτας ἠφίει τὰς ἀκτῖνας, ὡς συσκιάζεσθαι τῇ τῶν πειρασμῶν συνδρομῇ, ἀλλὰ καὶ τότε μᾶλλον ἐξέλαμπον. ∆ιὸ καὶ ἔλεγεν· Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Ζηλώσωμεν τοίνυν αὐτὸν, καὶ οὐδὲν ἔσται οὐδὲ πρὸς ἡμᾶς οὗτος ὁ οὐρανὸς, ἐὰν θέλωμεν, οὔτε ὁ ἥλιος, οὔτε ὁ κόσμος ἅπας· ταῦτα γὰρ δι' ἡμᾶς, οὐχ ἡμεῖς διὰ ταῦτα. ∆είξωμεν, ὅτι ἄξιοί ἐσμεν τοῦ γεγενῆσθαι ταῦτα δι' ἡμᾶς. Ἂν γὰρ τούτων ἀνάξιοι φανῶμεν, πῶς βασιλείας ἐσόμεθα ἄξιοι; Καὶ εἰ ἀνάξιοι πάντες τὸν ἥλιον ὁρᾷν, ὅσοι εἰς βλασφημίαν ζῶσι τοῦ Θεοῦ· ἀνάξιοι τῶν κτισμάτων ἀπολαύειν τῶν δοξαζόντων αὐτὸν οἱ βλασφημοῦντες αὐτόν· ἐπεὶ καὶ υἱὸς πατέρα ὑβρίζων, ἀνάξιος οἰκετῶν εὐδοκιμούντων ἀπολαύειν διακονίας. ∆ιά τοι τοῦτο ταῦτα μὲν καὶ πολλῆς ἀπολαύσεται δόξης· ἡμεῖς δὲ κόλασιν ὑποστησόμεθα καὶ τιμωρίαν. Πόσης οὖν ἀθλιότητος ἂν εἴη, τὴν μὲν κτίσιν τὴν διὰ σὲ γενομένην εἰς ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ σχηματίζεσθαι, ἡμᾶς δὲ τοὺς τέκνα τοῦ Θεοῦ γενομένους, διὰ τὴν πολλὴν ῥᾳθυμίαν εἰς ἀπώλειαν πέμπεσθαι καὶ γέενναν, δι' οὓς ἡ κτίσις τῆς μεγάλης ἀπολαύσεται εὐημερίας ἐκείνης; Ἵν' οὖν μὴ τοῦτο γένηται, οἱ μὲν καθαρὰν κεκτημένοι ψυχὴν, φυλάξωμεν αὐτὴν τοιαύτην· μᾶλλον δὲ καὶ ἐπιτείνωμεν αὐτῆς τὴν λαμπηδόνα· οἱ δὲ ῥυπῶσαν ἔχοντες, μὴ ἀπογνῶμεν. Ἐὰν γὰρ ὦσι, φησὶν, αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· καὶ ἐὰν ὦσιν ὡς κόκκινον, ὡσεὶ ἔριον λευκανῶ. Ὅταν δὲ ὁ Θεὸς ἐπαγγέλληται, μὴ ἀμφίβαλλε, ἀλλ' ἐκεῖνα ποίει, δι' ὧν ἐπισπάσασθαι τὰς ἐπαγγελίας ταύτας δυνήσῃ. Μυρία σοι εἴργασται δεινὰ καὶ πεπλημμέληται; Καὶ τί τοῦτο; Οὐδέπω γὰρ εἰς τὸν ᾅδην ἀπῆλθες, ἔνθα οὐδεὶς ἐξομολογήσεται· οὐδέπω σου τὸ θέατρον λέλυται, ἀλλ' εἴσω τοῦ σκάμματος ἕστηκας, καὶ δύνασαι καὶ δι' ἐσχάτης πάλης πάσας ἀναπαλαῖσαι τὰς ἥττας. Οὔπω 60.581 γέγονας, ἔνθα που ὁ πλούσιος, ἵνα ἀκούσῃς, ὅτι 60.581 Χάος ἐστὶ μεταξὺ ἡμῶν καὶ ὑμῶν· οὔπω γὰρ παρεγένετο ὁ νυμφίος ἵνα φοβηθῇ τις μεταδοῦναι ἐλαίου· ἔτι δύνασαι ἀγοράσαι καὶ ἀποθέσθαι. Καὶ οὐκ ἔστιν οὐδέπω ὁ λέγων· Μήποτε οὐ μὴ ἀρκέσῃ καὶ ἡμῖν καὶ ὑμῖν· ἀλλ' εἰσὶν οἱ πωλοῦντες πολλοὶ, οἱ γυμνοὶ, οἱ πεινῶντες, οἱ ἀῤῥωστοῦντες, οἱ δεσμωτήριον οἰκοῦντες. Θρέψον τούτους, ἔνδυσον ἐκείνους, ἐπίσκεψαι τοὺς κειμένους, καὶ ὑπὲρ τὰς πηγὰς ἥξει τὸ ἔλαιον. Οὔπω τοῦ λογοθεσίου ἐφέστηκεν ἡ ἡμέρα. Χρῆσαι καὶ εἰς δέον τῷ καιρῷ, καὶ χρεῶν ἀποκοπὰς ποίησον, καὶ τῷ ὀφείλοντι τοὺς ἑκατὸν βάτους τοῦ ἐλαίου εἰπέ· ∆έξαι σου τὸ γραμματεῖον, καὶ ποίησον πεντήκοντα. Καὶ ἐπὶ χρημάτων καὶ ἐπὶ ῥημάτων καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων ὁμοίως ποίει, τὸν οἰκονόμον ἐκεῖνον μιμούμενος· καὶ ταῦτα καὶ σεαυτῷ καὶ τοῖς συγγενέσι παραίνει. Ἔτι γὰρ εἶ κύριος τοῦ ταῦτα λέγειν· οὐδέπω κατέστης εἰς ἀνάγκην τοῦ παρακαλεῖν ἕτερον ὑπὲρ τούτων, ἀλλ' ἐξουσίαν ἔχεις καὶ σεαυτῷ καὶ ἑτέροις συμβουλεύειν· ὅταν δὲ ἀπέλθῃς ἐκεῖ, οὐδέτερον τούτων δυνήσῃ ποιεῖν εἰς δέον· εἰκότως. Ὁ γὰρ τοσαύτην λαβὼν προθεσμίαν, καὶ μήτε σαυτὸν μήτε ἕτερον ὠφελήσας, πῶς λοιπὸν ὑπὸ ταῖς χερσὶ τοῦ δικαστοῦ γενόμενος, δυνήσῃ ταύτης ἐπιτυχεῖν τῆς χάριτος; Ταῦτα οὖν ἅπαντα συλλέγοντες, ἐχώμεθα σφοδρῶς τῆς σωτηρίας τῆς ἡμετέρας, καὶ μὴ προδῶμεν τὴν εὐκαιρίαν τοῦ παρόντος βίου. Ἔστι γὰρ, ἔστι καὶ εἰς ἐσχάτας ἀναπνοὰς εὐαρεστῆσαι τῷ Θεῷ· ἔστι καὶ ἀπὸ διαθήκης εὐδοκιμῆσαι, οὐχ οὕτω μὲν ὡς ζῶντα· ἔστι δὲ ὅμως. Πῶς καὶ τίνι τρόπῳ; Ἂν ἐγγράψῃς αὐτὸν μετὰ τῶν σῶν κληρονόμων, καὶ μοῖραν καὶ αὐτῷ τοῦ παντὸς ἀπονείμῃς κλήρου. Οὐκ ἔθρεψας αὐτὸν ζῶν; Κἂν ἀπελθὼν, ὅτε οὐκέτι κύριος εἶ, μετάδος αὐτῷ τῶν σῶν· φιλάνθρωπός ἐστιν, οὐκ ἀκριβολογεῖται πρὸς σέ. Μείζονος μὲν γὰρ πόθου καὶ πλείονος μισθοῦ, τὸ ζῶντά σε τρέφειν αὐτόν· εἰ δὲ τοῦτο αὐτὸ μὴ πεποίηκας, κἂν ἐπὶ τὸ δεύτερον ἐλθέ· συγκληρονόμον αὐτὸν ἄφες τοῖς παισὶ τοῖς σοῖς. Εἰ δὲ καὶ τοῦτο ὀκνεῖς, ἐννόησον, ὅτι ὁ πατὴρ αὐτοῦ