157
ἐνταῦθα χαριεῖται. Ἂν γὰρ γένηται συγκληρονόμος τῶν παίδων, ἐπικουφίζει τὴν ὀρφανίαν αὐτοῖς, λύει τὰς ἐπηρείας, ἀποκρούεται τὰς ἐπιβουλὰς, ἐμφράττεται τὰ στόματα τῶν συκοφαντῶν· κἂν αὐτοὶ μὴ δύνωνται προστῆναι τῶν διαθηκῶν, αὐτὸς προστήσεται, καὶ οὐκ ἀφήσει διαῤῥαγῆναι. Εἰ δὲ καὶ τοῦτο συγχωρήσει, 60.582 ἀναπληροῖ παρ' ἑαυτοῦ τὰ ἐγγεγραμμένα ἅπαντα μετὰ πλείονος τῆς φιλοτιμίας, ἐπειδὴ ἐτιμήθη τῷ ἐγγραφῆναι ἅπαξ. Ἄφες τοίνυν αὐτὸν κληρονόμον· πρὸς γὰρ αὐτὸν ἀπιέναι μέλλεις· αὐτός σοι δικάζει τὴν δίκην τῶν ἐνταῦθα γεγενημένων ἁπάντων. Ἀλλὰ γάρ εἰσί τινες οὕτως ἄθλιοι καὶ ταλαίπωροι, οἳ μηδὲ παῖδας ἔχοντες οὐκ ἀνέχονται τοῦτο ποιεῖν, ἀλλὰ παρασίτοις καὶ κόλαξι, καὶ τῷ δεῖνι καὶ τῷ δεῖνι μᾶλλον καταδέχονται τὰ αὑτῶν διανέμειν, ἢ τῷ τοσαῦτα αὐτοὺς εὐεργετήσαντι Χριστῷ· ὧν τί γένοιτ' ἂν ἀλογώτερον; Τοὺς γὰρ τοιούτους, κἂν ὄνοις, κἂν λίθοις τις παραβάλοι, οὐδὲν οὐδέπω τῆς ἀνοίας αὐτῶν καὶ τῆς ἀναισθησίας ἄξιον ἐρεῖ, οὐδ' ἂν εὕροι τις εἰκόνα τὴν μανίαν αὑτῶν παραστῆσαι δυναμένην, καὶ τὴν παραφροσύνην. Ποίας γὰρ τεύξονται συγγνώμης οὗτοι ὑπὲρ τοῦ μὴ θρέψαι αὐτὸν ζῶντες, ὅταν καὶ ἀπιέναι μέλλοντες πρὸς αὐτὸν, μηδὲ ἀπὸ τῶν χρημάτων τούτων, ὧν οὐκ εἰσὶ κύριοι λοιπὸν, βουληθῶσιν αὐτῷ μικρόν τι χαρίσασθαι, ἀλλ' οὕτως ἐχθρῶς διάκεινται καὶ πολεμίως, ὡς μηδὲ τῶν ἀχρήστων αὐτοῖς γενομένων αὐτῷ μεταδοῦναι; Οὐχ ὁρᾷς ὅσοι τῶν ἀνθρώπων οὐδὲ τούτου κατηξιώθησαν τοῦ τέλους, ἀλλ' ἁρπαγέντες ἀπῆλθον; Σὲ δὲ ὁ Θεὸς καὶ ἐπισκῆψαι τοῖς προσήκουσι, καὶ εἰπεῖν περὶ τῶν ὄντων, καὶ τὰ κατὰ τὴν οἰκίαν ἅπαντα διαθεῖναι ἐποίησε κύριον. Ποίαν οὖν ἀπολογίαν ἕξεις, ὅταν καὶ ταύτην λαβὼν παρ' αὐτοῦ τὴν χάριν, προδῷς τὴν εὐεργεσίαν, καὶ ὥσπερ ἐκ διαμέτρου ἀπεναντίας στῇς τοῖς τῆς πίστεώς σου προγόνοις; Ἐκεῖνοι μὲν γὰρ καὶ ζῶντες ἐπώλουν ἅπαντα, καὶ ἔφερον παρὰ τοὺς πόδας τῶν ἀποστόλων· σὺ δὲ οὐδὲ τελευτῶν μοίρας τινὸς μεταδίδως τοῖς δεομένοις. Τὸ μὲν οὖν ἄμεινον καὶ πολλὴν παῤῥησίαν παρέχον, ζῶντα διορθοῦν πενίαν· εἰ δὲ ἐκεῖνο μὴ βουληθῇς, κἂν τελευτῶν ποίησόν τι γενναῖον. Οὐ πολλῆς μὲν γάρ ἐστιν ἀγάπης τοῦτο τῆς περὶ τὸν Χριστόν· ἀγάπης δ' οὖν ὅμως. Εἰ γὰρ καὶ μὴ τὴν προεδρίαν ἕξεις τὴν μετὰ τῶν ἀρνῶν, ἀλλ' οὐ μικρὸν τὸ κἂν μετ' ἐκείνους γενέσθαι, καὶ μὴ στῆναι μετὰ τῶν ἐρίφων, μηδὲ ἐξ εὐωνύμων. Ἂν δὲ μὴ τοῦτο ποιῇς, τίς σε ἐξαιρήσεται λόγος, ὅταν μήτε ὁ τοῦ θανάτου φόβος, μήτε τὸ ἄχρηστά σοι λοιπὸν γεγενῆσθαι τὰ χρήματα, μήτε τὸ ἀσφάλειαν καταλιμπάνειν τοῖς τέκνοις, μήτε τὸ πολλὴν σαυτῷ προαποτίθεσθαι ἐκεῖ συγγνώμην, ποιῇ σε φιλάνθρωπον; ∆ιὸ παρακαλῶ μάλιστα μὲν ζῶντας προΐεσθαι τοῖς δεομένοις ἐκ τῶν ὄντων τὴν πλείονα μοῖραν. Εἰ δέ τινες εἶεν οὕτω μικρόψυχοι, ὡς μὴ ἀνέχεσθαι τοῦτο, κἂν ὑπὸ τῆς ἀνάγκης γινέσθωσαν οὗτοι φιλάνθρωποι. Ὅταν μὲν γὰρ ἔζης, ὡς ἀθάνατος, οὕτως ἀντείχου τῶν ὄντων· νυνὶ δὲ, ἐπειδὴ ἔμαθες, ὅτι θνητὸς γέγονας, κἂν νῦν τὸ δόγμα κατάλυσον, καὶ ὡς θνητὸς περὶ τῶν σαυτοῦ βούλευσαι· μᾶλλον δὲ, ὡς ὀφείλων ἀθανάτου ζωῆς διηνεκῶς ἀπολαύειν. Εἰ γὰρ καὶ φορτικὸν τὸ μέλλον ῥηθήσεσθαι, καὶ φρίκης γέμον, ἀλλ' ὅμως ἀναγκαῖον εἰπεῖν· ἀρίθμησον μετὰ τῶν δούλων σου τὸν ∆εσπότην. Ἐλευθεροῖς τοὺς δούλους; Ἐλευθέρωσον τὸν Χριστὸν λιμοῦ καὶ ἀνάγκης καὶ δεσμωτηρίων καὶ γυμνότητος. Ἔφριξας ἀκούσας; Οὐκοῦν 60.583 φρικωδέστερον, ὅταν μηδὲ αὐτὸ τοῦτο ποιῇς. Καὶ ἐνταῦθα μὲν τὸ ῥῆμά σε ναρκᾷν ἐποίησεν, ὅταν δὲ ἀπέλθῃς ἐκεῖ, καὶ τὰ πολλῷ χαλεπώτερα τούτων ἀκούσῃς, καὶ τὰ ἀνήκεστα βλέπῃς βασανιστήρια, τί ἐρεῖς; πρὸς τίνα καταφεύξῃ; τίνα καλέσεις σύμμαχον καὶ βοηθόν; τὸν Ἀβραάμ; Ἀλλ' οὐκ ἀκούσεται. Ἀλλὰ τὰς παρθένους ἐκείνας; Ἀλλ' οὐδὲ αὗταί σοι μεταδώσουσιν ἐλαίου. Ἀλλὰ τὸν πατέρα, ἀλλὰ τὸν πάππον; Ἀλλ' οὐδὲ τούτων οὐδεὶς ἔσται κύριος, κἂν 60.584 σφόδρα ἅγιος ᾖ, λῦσαι τὴν ψῆφον ἐκείνην. Ταῦτ' οὖν ἅπαντα λογισάμενος, τὸν μόνον κύριον ὄντα τὸ χειρόγραφον ἐξαλεῖψαι τὸ σὸν, καὶ τὴν φλόγα ἐκείνην σβέσαι, τοῦτον ἱκέτευε καὶ παρακάλει καὶ ποίησον ἵλεων, ἤδη