159
ἁμαρτημάτων τίνουσι δίκην ταῦτα πάσχοντες, ἐπήγαγε· Καὶ εἰς ἀνταπόδομα αὐτοῖς. Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγκαμψον. Ταῦτ' οὖν ἔτι ἑρμηνείας δεῖταί τινος; οὐχὶ καὶ τοῖς σφόδρα ἀνοήτοις δῆλα ἦν; Καὶ πρὸ τῶν ἡμετέρων ῥημάτων αὐτὴ τῶν πραγμάτων ἡ ἔκβασις προλαβοῦσα μαρτυρεῖ τοῖς εἰρημένοις. Πότε γὰρ οὕτως εὐχείρωτοι γεγόνασι; πότε εὐάλωτοι; πότε οὕτω τὸν νῶτον αὐτῶν συνέκαμψε; πότε τοιαύτην δουλείαν ὑπέστησαν; Καὶ τὸ δὴ μεῖζον, ὅτι οὐδὲ λύσις ἔσται τῶν δεινῶν τούτων· ὃ καὶ αὐτὸ ὁ προφήτης ᾐνίξατο. Οὐδὲ γὰρ ἁπλῶς εἶπε, Τὸν νῶτον αὐτῶν σύγκαμψον, ἀλλὰ καὶ, ∆ιαπαντός. Εἰ δὲ φιλονεικεῖς, ὦ Ἰουδαῖε, περὶ τοῦ τέλους, ἀπὸ τῶν φθασάντων μάνθανε καὶ τὰ παρόντα. Κατέβης εἰς Αἴγυπτον· ἀλλ' ἐγένετο διακόσια ἔτη, καὶ ταχέως τῆς δουλείας ἐκείνης σε ἀπήλλαξεν ὁ Θεὸς, καὶ ταῦτα ἀσεβοῦντα καὶ πορνεύοντα τὴν χαλεπωτάτην πορνείαν· ἀπηλλάγης Αἰγύπτου, καὶ προσεκύνησας τὸν μόσχον, ἔθυσας τοὺς υἱούς σου τῷ Βεελφεγὼρ, τὸν ναὸν ἐμόλυνας, πᾶν εἶδος ἐπῆλθες κακίας, τὴν φύσιν αὐτὴν ἠγνόησας, τὰ ὄρη, τὰς νάπας, τοὺς βουνοὺς, τὰς πηγὰς, τοὺς ποταμοὺς, τοὺς κήπους τῶν θυσιῶν ἐνέπλησας τῶν ἐναγῶν, προφήτας ἔσφαξας, θυσιαστήρια κατέστρεψας, πᾶσαν ὑπερβολὴν ἐπεδείξω πονηρίας καὶ ἀσεβείας· ἀλλ' ὅμως ἑβδομήκοντά σε ἔτη παραδοὺς Βαβυλωνίοις, πάλιν ἐπὶ τὴν προτέραν ἐπανήγαγεν ἐλευθερίαν, καὶ τὸν ναὸν καὶ τὴν πατρίδα ἀπέδωκε, καὶ τὸ παλαιὸν τῆς προφητείας σχῆμα, καὶ προφῆται πάλιν καὶ Πνεύματος χάρις· μᾶλλον δὲ οὐδὲ ἐν τῷ καιρῷ τῆς αἰχμαλωσίας ἐγκατελείφθης, ἀλλὰ καὶ ἐκεῖ ∆ανιὴλ καὶ Ἰεζεκιὴλ, καὶ ἐν Αἰγύπτῳ Ἱερεμίας, καὶ ἐν ἐρήμῳ Μωϋσῆς. 60.585 βʹ. Μετ' ἐκεῖνα πάλιν ἐπὶ τὴν προτέραν ἐπανῆλθες κακίαν, καὶ ἐξεβακχεύθης, καὶ πρὸς τὴν Ἑλληνικὴν μετετάξω πολιτείαν ἐπὶ Ἀντιόχου τοῦ ἀσεβοῦς· ἀλλὰ καὶ τότε ἔτη τρία μόνον καὶ μικρόν τι πρὸς, Ἀντιόχῳ παραδοθέντες, διὰ τῶν Μακκαβαίων τὰ λαμπρὰ πάλιν ἐστήσατε τρόπαια. Ἀλλὰ νῦν τοιοῦτον οὐδὲν, ἀλλὰ τοὐναντίον ἅπαν γέγονεν· ὃ καὶ μάλιστα ἔστι θαυμάσαι, ὅτι τὰ μὲν τῆς κακίας ἔληξε, τὰ δὲ τῆς τιμωρίας ἐπιτέταται, καὶ οὐδὲ ἐλπίδα τινὰ ἔχει μεταβολῆς. Οὐδὲ γὰρ ἑβδομήκοντα ἔτη παρῆλθε μόνον, οὐδὲ ἑκατὸν, οὐδὲ δὶς τοσαῦτα, ἀλλὰ καὶ τριακόσια καὶ πολλῷ πλέον, καὶ οὔτε σκιὰν ἐλπίδος τοιαύτης ἔστιν εὑρεῖν, καὶ ταῦτα οὔτε εἰδωλολατρούντων ὑμῶν, οὔτε τὰ ἄλλα ποιούντων, ἅπερ ἔμπροσθεν ἐτολμᾶτε. Τί ποτ' οὖν ἐστι τὸ αἴτιον; ∆ιεδέξατο τὸν τύπον ἡ ἀλήθεια, καὶ τὸν νόμον ἐξέκλεισεν ἡ χάρις· ἅπερ οὖν ἄνωθεν προαναφωνῶν ὁ προφήτης ἔλεγε· Καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγκαμψον. Εἶδες προφητείας ἀκρίβειαν, πῶς καὶ τὴν ἀπιστίαν προανεφώνησε, καὶ τὴν φιλονεικίαν ἔδειξε, καὶ τὴν ἑψομένην δίκην ἐδήλωσε, καὶ τὸ ἀπέραντον τῆς κολάσεως ἐνεδείξατο; Ἐπειδὴ γὰρ πολλοὶ τῶν παχυτέρων τοῖς μέλλουσι διαπιστοῦντες, ἀπὸ τῶν παρόντων τὰ μέλλοντα ἐβούλοντο ἰδεῖν, ἐντεῦθεν ἤδη ἐφ' ἑκάτερα τῆς ἑαυτοῦ δυνάμεως τὴν ἀπόδειξιν παρέσχετο ὁ Χριστὸς, τοὺς μὲν ἐξ ἐθνῶν πιστεύσαντας ἐπάρας ὑπὲρ τὸν οὐρανὸν, τοὺς δὲ ἐξ Ἰουδαίων ἀπιστήσαντας εἰς ἔσχατον ἐρημίας κατενεγκὼν, καὶ ἀλύτοις κακοῖς παραδούς. Καθαψάμενος τοίνυν αὐτῶν σφοδρῶς, καὶ ἀφ' ὧν ἠπίστησαν, καὶ ἀφ' ὧν ἔπαθόν τε καὶ ἔμελλον πείσεσθαι, πάλιν παραμυθεῖται τὰ εἰρημένα, γράφων οὕτω· Λέγω οὖν, Μὴ ἔπταισαν ἵνα πέσωσι; Μὴ γένοιτο. Ὅτε ἔδειξε μυρίων ὄντας κακῶν ὑπευθύνους, τότε παραμυθίαν ἐπινοεῖ. Καὶ σκόπει τὴν σύνεσιν τὴν Παύλου· τὴν μὲν κατηγορίαν ἀπὸ τῶν προφητῶν εἰσήγαγε, τὴν δὲ παραμυθίαν παρ' ἑαυτοῦ τίθησιν. Ὅτι μὲν γὰρ αὐτοῖς ἡμάρτηται μεγάλα, φησὶν, οὐδεὶς ἀντερεῖ· ἴδωμεν δὲ, εἰ τοιοῦτον τὸ πτῶμα, ὡς καὶ ἀνίατον εἶναι, καὶ μηδεμίαν ἔχειν διόρθωσιν. Ἀλλ' οὐκ ἔστι τοιοῦτον. Εἶδες πῶς αὐτῶν πάλιν καθάπτεται, καὶ ἐν προσδοκίᾳ παραμυθίας ὑπευθύνους ποιεῖ ἁμαρτημάτων ὡμολογημένων; Ἴδωμεν δὲ τίνα αὐτοῖς καὶ παραμυθίαν ἐπινοεῖ. Τίς οὖν ἡ παραμυθία; Ὅταν δὲ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, φησὶ, τότε πᾶς Ἰσραὴλ