1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

160

σωθήσεται, κατὰ τὸν καιρὸν τῆς παρουσίας τῆς δευτέρας καὶ τῆς συντελείας. Ἀλλ' εὐθέως μὲν τοῦτο οὐ λέγει· ἐπειδὴ δὲ σφοδρῶς αὐτῶν κατέδραμε, καὶ κατηγορίαις συνῆψε κατηγορίας, προφήτας ἐπὶ προφήταις εἰσάγων καταβοῶντας αὐτῶν, τὸν Ἡσαΐαν, τὸν Ἠλίαν, τὸν ∆αυῒδ, τὸν Μωϋσέα, τὸν Ὠσηὲ, καὶ ἅπαξ, καὶ δὶς, καὶ πολλάκις· ἵνα μὴ ταύτῃ καὶ τούτους εἰς ἀπόγνωσιν ἐμβαλὼν, ἀποτειχίσῃ τὴν πρὸς τὴν πίστιν ἐπάνοδον, καὶ τοὺς ἐξ ἐθνῶν πάλιν πιστεύσαντας εἰς ἀπόνοιαν ἐπάρῃ, καὶ φυσηθέντες καὶ αὐτοὶ βλαβῶσιν εἰς τὸν τῆς πίστεως λόγον, παραμυθεῖται πάλιν αὐτοὺς, λέγων· Ἀλλὰ τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία τοῖς ἔθνεσι. ∆εῖ δὲ ἡμᾶς οὐχ ἁπλῶς ἀκούειν τῶν λεγομένων, ἀλλὰ τὴν γνώμην εἰδέναι καὶ τὸν σκοπὸν τοῦ λέγοντος, καὶ τί κατορθῶσαι ἐσπούδακεν· ὅπερ ἀεὶ παρακαλῶ τὴν ὑμετέραν ἀγάπην. Ἂν γὰρ μετὰ τῆς διανοίας ταύτης δεξώμεθα 60.586 τὰ εἰρημένα, ἐν οὐδενὶ τούτων ὀψόμεθα δυσκολίαν οὖσαν. Τὸ γὰρ σπουδαζόμενον αὐτῷ νῦν, τὴν ἐκ τῶν εἰρημένων ἐγγινομένην ἀπόνοιαν τοῖς ἐξ ἐθνῶν καθελεῖν· οὕτω γὰρ καὶ οὗτοι ἀσφαλέστερον μένειν ἔμελλον ἐν τῇ πίστει, μετριάζειν μαθόντες, καὶ οἱ ἐξ Ἰουδαίων τῆς ἀπογνώσεως ἀπαλλαγέντες, τῇ χάριτι προθυμότερον προσιέναι. Πρὸς τοῦτον τοίνυν τὸν σκοπὸν ὁρῶντες, πάντων ἀκούωμεν τῶν ἐν τῷ χωρίῳ τούτῳ λεγομένων. Τί οὖν φησι; καὶ πόθεν δείκνυσιν, ὅτι οὐκ ἀνίατα ἔπεσον, οὐδὲ εἰς τέλος ἐξεβλήθησαν; Ἀπὸ τῶν ἐθνῶν, οὕτω λέγων· Τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία ἐν τοῖς ἔθνεσιν, εἰς τὸ παραζηλῶσαι αὐτούς. Οὗτος δὲ οὐκ αὐτοῦ μόνον ὁ λόγος, ἀλλὰ καὶ ἐν τοῖς Εὐαγγελίοις τοῦτο βούλονται αἱ παραβολαί. Καὶ γὰρ ὁ τοὺς γάμους ποιήσας τῷ υἱῷ, ἐπειδὴ οἱ κεκλημένοι οὐκ ἠθέλησαν ἐλθεῖν, τότε τοὺς ἐν ταῖς τριόδοις ἐκάλεσε. Καὶ ὁ τὸν ἀμπελῶνα δὲ καταφυτεύσας, ἐπειδὴ ἔσφαξαν οἱ γεωργοὶ τὸν κληρονόμον, τότε ἐξέδωκεν ἑτέροις τὸν ἀμπελῶνα. Καὶ χωρὶς δὲ παραβολῆς αὐτὸς ἔλεγεν· Οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Καὶ τῇ Συροφοινικίσσῃ δὲ ἐπιμενούσῃ πλέον τι πάλιν ἔλεγεν· Οὐ γάρ ἐστι καλὸν, φησὶ, λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ δοῦναι τοῖς κυναρίοις. Καὶ ὁ Παῦλος δὲ πρὸς τοὺς στασιάζοντας τῶν Ἰουδαίων, Ὑμῖν νῦν πρῶτον, φησὶν, ἀναγκαῖον ἦν λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀναξίους ἐκρίνατε ἑαυτοὺς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. γʹ. Καὶ διὰ πάντων δηλοῦται, ὅτι ἡ μὲν ἀκολουθία τῶν πραγμάτων αὕτη ἦν, ἐκείνους προσελθεῖν πρώτους, καὶ τότε τοὺς ἐξ ἐθνῶν· ἐπειδὴ δὲ ἠπίστησαν, ἀντεστράφη ἡ τάξις, καὶ ἡ ἀπιστία αὐτῶν καὶ τὸ παράπτωμα τούτους ἐποίησεν εἰσενεχθῆναι προτέρους. ∆ιό φησι, Τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία τοῖς ἔθνεσιν, εἰς τὸ παραζηλῶσαι αὐτούς. Εἰ δὲ τὸ ἐξ ἀκολουθίας ἐκβὰν ὡς προηγουμένως γεγενημένον λέγει, μὴ θαυμάσῃς· βούλεται γὰρ αὐτῶν παραμυθήσασθαι πεπληγυίας τὰς ψυχάς. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἦλθε πρὸς αὐτοὺς Ἰησοῦς· οὐκ ἐδέξαντο αὐτὸν μυρία θαυματουργοῦντα, ἀλλ' ἐσταύρωσαν· ἐπεσπάσατο λοιπὸν τὰ ἔθνη, ἵνα ἡ ἐκείνων τιμὴ δάκνουσα αὐτῶν τὴν ἀναισθησίαν, κἂν ἐκ τῆς πρὸς ἑτέρους φιλονεικίας αὐτοὺς πείσῃ προσελθεῖν. Ἔδει μὲν γὰρ δεχθῆναι ἐκείνους πρῶτον, καὶ τότε ἡμᾶς· διὸ καὶ ἔλεγε· ∆ύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι· ἐπειδὴ δὲ ἀπεσκίρτησαν, οἱ δεύτεροι πρῶτοι γεγόναμεν. Εἶδες τοίνυν πόσην αὐτοῖς συνάγει κἀντεῦθεν τιμήν· μίαν μὲν, ὅτι τότε φησὶν ἡμᾶς κληθῆναι, ὅτε αὐτοὶ οὐκ ἠθέλησαν· δευτέραν δὲ, ὅτι διὰ τοῦτό φησι κληθῆναι, οὐχ ἵνα ἡμεῖς σωθῶμεν μόνον, ἀλλ' ἵνα καὶ ἐκεῖνοι διὰ τῆς ἡμετέρας σωτηρίας ζηλώσαντες, βελτίους γένωνται. Τί οὖν, φησίν; εἰ μὴ διὰ τοὺς Ἰουδαίους, οὐκ ἂν ἐκλήθημεν καὶ ἐσώθημεν; Οὐκ ἂν πρὸ ἐκείνων, ἀλλ' ἐν τῇ προσηκούσῃ τάξει. ∆ιὸ καὶ ὅτε τοῖς μαθηταῖς ἔλεγεν, οὐκ εἶπεν ἁπλῶς, Πορεύεσθε πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραὴλ, ἀλλὰ, Πορεύεσθε, μᾶλλον, δεικνὺς ὅτι καὶ πρὸς ἐκεῖνα δεῖ μετὰ ταῦτα ἀπελθεῖν. Καὶ Παῦλος πάλιν οὐκ εἶπεν, Ἀναγκαῖον ὑμῖν λαληθῆναι τὸν λόγον, ἀλλ' Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι, δεικνὺς ὅτι καὶ ἐκ δευτέρου καὶ