161
ἡμῖν. Ταῦτα δὲ καὶ ἐγίνετο καὶ ἐλέγετο, ἵνα μηδὲ ἀναίσχυν 60.587 τον ἔχωσιν ἐκεῖνοι πρόφασιν ὡς παροφθέντες, καὶ διὰ τοῦτο μὴ πιστεύσαντες. ∆ιὰ δὴ τοῦτο καὶ πάντα προειδὼς ὁ Χριστὸς, ὅμως πρὸς αὐτοὺς παρεγένετο πρώτους. Εἰ δὲ τὸ παράπτωμα αὐτῶν πλοῦτος κόσμου, καὶ τὸ ἥττημα αὐτῶν πλοῦτος ἐθνῶν, πόσῳ μᾶλλον τὸ πλήρωμα αὐτῶν; Ἐνταῦθα πρὸς χάριν αὐτοῖς διαλέγεται. Καὶ γὰρ εἰ μυριάκις παρέπεσον οὗτοι, οὐκ ἂν ἐσώθη τὰ ἔθνη, εἰ μὴ πίστιν ἐπεδείξατο· ὥσπερ οὖν οὐδ' ἂν οἱ Ἰουδαῖοι ἀπώλοντο, εἰ μὴ ἠπίστησαν καὶ ἐφιλονείκησαν. Ἀλλ' ὅπερ ἔφην, παραμυθεῖται αὐτοὺς κειμένους, ἐκ περιουσίας παρασκευάζων θαῤῥεῖν ὑπὲρ τῆς σωτηρίας αὐτῶν, εἰ μετάθοιντο Εἰ γὰρ ὅτε, φησὶ, προσέκρουσαν, τοσοῦτοι σωτηρίας ἀπήλαυσαν, καὶ ἐν τῷ ἐκβληθῆναι ἐκείνους, τοσοῦτοι ἐκλήθησαν, ἐννόησον, τί ἔσται, ὅταν ἐπιστρέψωσιν. Οὐ γὰρ εἶπε, πόσῳ μᾶλλον ἡ ἐπιστροφὴ αὐτῶν, οὐδὲ ἡ μεταβολὴ αὐτῶν, οὐδὲ τὸ κατόρθωμα αὐτῶν, ἀλλὰ, Πόσῳ μᾶλλον τὸ πλήρωμα αὐτῶν, τουτέστιν, ὅτε πάντες εἰσιέναι μέλλουσι. Τοῦτο δὲ εἶπε, δεικνὺς καὶ τότε τὸ πλέον τῆς χάριτος ἐσόμενον, καὶ τῆς δωρεᾶς τοῦ Θεοῦ, καὶ σχεδὸν τὸ πᾶν. Ὑμῖν γὰρ λέγω τοῖς ἔθνεσιν, ἐφ' ὅσον μέν εἰμι ἐγὼ ἐθνῶν ἀπόστολος, τὴν διακονίαν μου δοξάζω, εἴ πως παραζηλώσω μου τὴν σάρκα, καὶ σώσω τινὰς ἐξ αὐτῶν. Πάλιν ὑποψίας πονηρᾶς ἑαυτὸν ἀπαλλάξαι ἐσπούδακε· καὶ δοκεῖ μὲν ἐπιπλήττειν τοῖς ἐξ ἐθνῶν, καὶ ταπεινοῦν αὐτῶν τὰ φρονήματα, ἠρέμα δὲ παρακνίζει τὸν Ἰουδαῖον· καὶ περιέρχεται μὲν ζητῶν περιστεῖλαι καὶ παραμυθήσασθαι τὴν τοσαύτην αὐτῶν ἀπώλειαν, οὐδὲν δὲ εὑρίσκει διὰ τὴν τῶν πραγμάτων φύσιν. Καὶ γὰρ ἐξ ὧν εἴρηκε, μείζονος ἦσαν κατηγορίας ἄξιοι, ὅταν τὰ αὐτοῖς εὐτρεπισμένα ἕτεροι σφόδρα αὐτῶν ἀποδέοντες εἰληφότες ὦσι. ∆ιὰ δὴ τοῦτο ἀπὸ τῶν Ἰουδαίων ἐπὶ τοὺς ἐξ ἐθνῶν μεταβαίνει, καὶ μέσον παρεντίθησι τὸν περὶ τούτων λόγον, ἐνδείξασθαι βουλόμενος, ὅτι ταῦτα πάντα λέγει, ἵνα αὐτοὺς μετριάζειν παιδεύσῃ. Ἐπαινῶ γὰρ ὑμᾶς, φησὶ, διὰ δύο ταῦτα· δι' ἓν μὲν, ὅτι ἀνάγκην ἔχω τὴν διακονίαν ὑμῶν ἐγκεχειρισμένος· δι' ἕτερον δὲ, ἵνα δι' ὑμῶν ἑτέρους σώσω. Καὶ οὐ λέγει, τοὺς ἀδελφούς μου, τοὺς συγγενεῖς μου, ἀλλὰ, Τὴν σάρκα. Εἶτα τὴν φιλονεικίαν αὐτῶν ἐνδεικνύμενος, οὐ λέγει, εἴ πως πείσω, ἀλλὰ, Παραζηλώσω καὶ σώσω, καὶ οὐδὲ ἐνταῦθα ἅπαντας, ἀλλὰ, Τινὰς ἐξ αὐτῶν· οὕτως ἦσαν σκληροί. Καὶ ἐν αὐτῇ τῇ ἐπιτιμήσει δὲ λαμπρὰ δείκνυσι πάλιν τὰ τῶν ἐθνῶν· εἴ γε καὶ αἴτιοι γίνονται σωτηρίας αὐτοῖς, καὶ οὐ διὰ τῶν αὐτῶν· ἐκεῖνοι μὲν γὰρ τούτοις ἐξ ἀπιστίας, οὗτοι δὲ ἐκείνοις ἀπὸ πίστεως πρόξενοι γίνονται τῶν ἀγαθῶν. Ὅθεν δοκεῖ καὶ ἰσάζειν, καὶ πλεονεκτεῖν τὰ τῶν ἐθνῶν. δʹ. Τί γὰρ ἂν εἴποις, ὦ Ἰουδαῖε; Εἰ μὴ ἐξεβλήθημεν ἡμεῖς, οὐκ ἂν ἐκλήθητε εὐθέως ὑμεῖς; Τοῦτο δὲ λέγει καὶ ὁ ἐξ ἐθνῶν· Εἰ μὴ ἐσώθην ἐγὼ, οὐκ ἂν ἐζήλωσας σύ. Εἰ δὲ καὶ ὃ πλεονεκτοῦμεν βούλει μαθεῖν, ἐγὼ μὲν ἐκ τοῦ πιστεῦσαι, σὲ σώζω· σὺ δὲ προσκεκρουκὼς, πάροδον ἡμῖν δέδωκάς σου προτέραν. Εἶτα πάλιν αἰσθόμενος, ὅτι καθήψατο αὐτῶν, τὸ πρότερον ἀναλαμβάνει καί φησιν· Εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν καταλλαγὴ κόσμου, τίς ἡ πρόσληψις, εἰ μὴ ζωὴ ἐκ νεκρῶν; Ἀλλὰ καὶ τοῦτο αὐτοὺς καταδικάζει πάλιν, εἴ γε ἄλλοι μὲν ἐκ τῶν ἁμαρτημάτων αὐτῶν ἐκέρδανον, οὗτοι δὲ οὐδὲ ἐκ τῶν 60.588 ἑτέρων κατορθωμάτων ὠφελήθησαν. Εἰ δὲ τὸ ἐξ ἀνάγκης συμβὰν, τοῦτο ἐκείνων εἶναί φησι, μὴ θαυμάσῃς· ἵνα γὰρ καὶ τούτους, ὃ πολλάκις εἶπον, καταστείλῃ κἀκείνους προτρέψῃ, οὕτω σχηματίζει τὸν λόγον. Ὅπερ γὰρ ἔφθην εἰπὼν, κἂν μυριάκις ἀπεβλήθησαν Ἰουδαῖοι, πίστιν δὲ μὴ ἐπεδείξαντο τὰ ἔθνη, οὐκ ἂν ἐσώθησάν ποτε. Ἀλλὰ τῷ ἠσθενηκότι παρίσταται μέρει, καὶ βοηθεῖ τῷ πεπονηκότι. Ὅρα δὲ καὶ ἐν οἷς χαρίζεται διὰ ῥημάτων αὐτοὺς παραμυθούμενος μόνον. Εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν, φησὶ, καταλλαγὴ κόσμου. Καὶ τί τοῦτο πρὸς Ἰουδαίους; Τίς ἡ πρόσληψις, εἰ μὴ ζωὴ ἐκ νεκρῶν; Ἀλλ' οὐδὲ τοῦτό τι πρὸς ἐκείνους, εἰ μὴ προσελήφθησαν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Εἰ ὀργιζόμενος αὐτοῖς, τοσαῦτα ἐχαρίσατο ἑτέροις, ὅταν αὐτοῖς καταλλαγῇ, τί οὐ χαριεῖται; Ἀλλ' ὥσπερ ἡ ἀνάστασις