167
ἐπήγαγεν. Οὐδὲν γὰρ οὕτως ἡμᾶς προσάγει Θεῷ καὶ ὁμοίους ποιεῖ, ὡς τουτὶ τὸ κατόρθωμα. ∆ιὰ τοῦτο καὶ Παῦλος ὅταν λέγῃ, Γίνεσθε μιμηταὶ τοῦ Θεοῦ, κατὰ τοῦτο γίνεσθε, λέγει. Πάντων μὲν γὰρ χρείαν ἔχομεν τῶν κατορθωμάτων, μάλιστα δὲ φιλανθρωπίας καὶ ἡμερότητος, ἐπεὶ καὶ αὐτοὶ πολλῆς δεόμεθα φιλανθρωπίας. Καὶ γὰρ πολλὰ καθ' ἑκάστην πλημμελοῦμεν τὴν ἡμέραν· διὸ καὶ πολλοῦ ἡμῖν δεῖ τοῦ ἐλέους. Τὸ δὲ πολὺ καὶ ἔλαττον οὐ τῷ μέτρῳ τῶν διδομένων κρίνεται, ἀλλὰ τῇ δυνάμει τῆς οὐσίας τῶν παρεχόντων. Μὴ τοίνυν μήτε ὁ πλουτῶν μέγα φρονείτω, μήτε ὁ πένης καταπιπτέτω ὡς ὀλίγα παρέχων· πολλάκις γὰρ οὗτος ἐκείνου πλείονα δέδωκεν. Οὐ τοίνυν ταλανίζειν ἑαυτοὺς χρὴ διὰ τὴν πενίαν· καὶ γὰρ εὐκολωτέραν ἡμῖν ποιεῖ τὴν ἐλεημοσύνην. Ὁ μὲν γὰρ πολλὰ κεκτημένος, καὶ ἀπονοίᾳ καὶ ἐπιθυμίᾳ πλείονι κατέχεται τῶν ὄντων· ὁ δὲ ὀλίγα ἔχων, ἑκατέρας ταύτης ἀπήλλακται τῆς τυραννίδος· διὸ καὶ πλείονας ἀφορμὰς εὑρίσκει τοῦ εὖ ποιεῖν. Καὶ γὰρ καὶ εἰς δεσμωτήριον οὗτος βαδιεῖται εὐκόλως, καὶ ἀῤῥωστοῦντας ἐπισκέψεται, καὶ ποτήριον ψυχροῦ δώσει· ἐκεῖνος δὲ οὐδὲν τούτων καταδέξεται, ἅτε ὑπὸ τοῦ πλούτου φλεγμαίνων. Μὴ οὖν ἀθύμει διὰ τὴν πενίαν· καὶ γὰρ καὶ τὴν ἐμπορίαν τῶν οὐρανῶν εὐκολωτέραν σοι ποιεῖ ἡ πενία. Κἂν μηδὲν δὲ ἔχῃς, συναλγοῦσαν δὲ ἔχῃς ψυχὴν, καὶ τούτου σοι μισθὸς ἀποκείσεται. ∆ιὰ τοῦτο καὶ Παῦλος ἐπέταξε κλαίειν μετὰ κλαιόντων, καὶ τοῖς δεσμίοις ὡς συνδεδεμένους εἶναι ἐκέλευσεν. Οὐ γὰρ τοῖς κλαίουσι μόνον φέρει τινὰ παραμυθίαν τὸ πολλοὺς εἶναι τοὺς συναλγοῦντας, ἀλλὰ καὶ τοῖς ἐν ἄλλαις περιστάσεσιν οὖσι· καὶ γὰρ ἔστιν ὅπου χρημάτων οὐκ ἔλαττον λόγος ἀνακτήσασθαι δύναται τὸν πεπονηκότα. ∆ιὰ γὰρ τοῦτο καὶ χρήματα διδόναι ἐκέλευσεν ὁ Θεὸς τοῖς δεομένοις, οὐχ ἵνα τὴν ἐκείνων πενίαν διορθώσῃ μόνον, ἀλλ' ἵνα καὶ ἡμᾶς διδάξῃ συναλγεῖν τοῖς τοῦ πλησίον κακοῖς. ∆ιὰ τοῦτο καὶ ὁ φιλάργυρος μισητὸς, οὐχ ὅτι περιορᾷ 60.595 τοὺς ἐν πτωχείᾳ μόνον, ἀλλ' ὅτι καὶ αὐτὸς εἰς ὠμότητα ἀλείφεται καὶ ἀπανθρωπίαν πολλήν· ὥσπερ οὖν καὶ ὁ χρημάτων ὑπερορῶν δι' ἐκείνους, καὶ διὰ τοῦτο ποθεινὸς, ὅτι ἐλεήμων γίνεται καὶ φιλάνθρωπος. Καὶ ὁ Χριστὸς δὲ ὅταν μακαρίζῃ τοὺς ἐλεήμονας, οὐ τοὺς διὰ χρημάτων ἐλεοῦντας μόνον, ἀλλὰ καὶ τοὺς διὰ προαιρέσεως τοῦτο ποιοῦντας μακαρίζει καὶ ἐπαινεῖ. Ταύτην τοίνυν παρέχωμεν ἐπιτηδείαν πρὸς ἔλεον, καὶ πάντα ἕψεται τὰ ἀγαθά. Ὁ γὰρ φιλάνθρωπον γνώμην ἔχων καὶ ἐλεήμονα, κἂν χρήματα ἔχῃ, 60.596 προήσεται, κἂν ἐν συμφοραῖς ἴδῃ τινὰ, κλαύσεται καὶ θρηνήσει, κἂν ἀδικουμένῳ περιτύχῃ, προστήσεται, κἂν ἐπηρεαζόμενον θεάσηται, χεῖρα ὀρέξει. Τὸν γὰρ θησαυρὸν ἔχων τῶν ἀγαθῶν, τὴν φιλάνθρωπον καὶ ἐλεήμονα ψυχὴν, πάντα ἐκεῖθεν ἀναβλύσει τὰ ὑπὲρ τῶν ἀδελφῶν, καὶ πάντων ἀπολαύσεται τῶν παρὰ τοῦ Θεοῦ κειμένων μισθῶν. Ἵνα οὖν καὶ ἡμεῖς τούτων ἐπιτύχωμεν, πρὸ πάντων τὴν ψυχὴν ἥμερον κατασκευάσωμεν. Οὕτω γὰρ καὶ ἐνταῦθα ὄντες μυρία ἐργασόμεθα ἀγαθὰ, καὶ τῶν μελλόντων ἀπολαυσόμεθα στεφάνων· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.
ΟΜΙΛΙΑ Κʹ.
Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοὶ, διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, παραστῆσαι τὰ
σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν. αʹ. Πολλὰ περὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας διαλεχθεὶς, καὶ δείξας αὐτοῦ τὴν ἄφατον κηδεμονίαν, καὶ τὴν ἀπόῤῥητον ἀγαθότητα καὶ οὐδὲ ἐρευνηθῆναι δυναμένην, αὐτὴν λοιπὸν ταύτην προβάλλεται, εἰς τὸ πεῖσαι τοὺς εὐεργετηθέντας ἀξίαν τῆς δωρεᾶς ἐπιδείξασθαι τὴν πολιτείαν. Καὶ τοσοῦτος ὢν καὶ τηλικοῦτος, οὐ παραιτεῖται παρακαλεῖν· καὶ ταῦτα οὐχ ὑπὲρ ὧν αὐτὸς ἔμελλεν ἀπολαύειν, ἀλλ' ὑπὲρ ὧν ἐκεῖνοι κερδανεῖν εἶχον. Καὶ τί θαυμάζεις, εἰ αὐτὸς οὐ παραιτεῖται παρακαλεῖν, ὅπου γε καὶ