171
τὸ ὄρος ἀναβὰς, καὶ τὸν ἠθικὸν μέλλων ὑφαίνειν λόγον, ἐντεῦθεν ἤρξατο πρῶτον, καὶ ταῦτα κατέβαλε τὰ θεμέλια, οὕτω λέγων· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι· οὕτω καὶ αὐτὸς ἀπὸ τῶν δογματικῶν ἐπὶ τὰ ἠθικώτερα νῦν ἐκβὰς, ἐδίδαξε μὲν καθόλου τὴν ἀρετὴν, τὴν θαυμαστὴν θυσίαν παρ' ἡμῶν ἀπαιτήσας· μέλλων δὲ αὐτὴν κατὰ μέρος ὑπογράφειν, ὥσπερ ἀπὸ κεφαλῆς, τῆς ταπεινοφροσύνης ἄρχεται, καί φησι, Μὴ ὑπερφρονεῖν παρ' ὃ δεῖ φρονεῖν· τοῦτο γάρ ἐστι τὸ θέλημα τοῦ Θεοῦ· Ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐλάβομεν φρόνησιν, οὐχ ἵνα εἰς ἀπόνοιαν αὐτῇ χρησώμεθα, ἀλλ' ἵνα εἰς σωφροσύνην. Καὶ οὐκ εἶπεν, εἰς τὸ ταπεινοφρονεῖν, ἀλλ' Εἰς τὸ σωφρονεῖν· σωφροσύνην ἐνταῦθα λέγων, οὐ τὴν ἀντιδιαστελλομένην τῇ ἀσελγείᾳ ἀρετὴν, οὐδὲ τὸ ἀπηλλάχθαι ἀκολασίας, ἀλλὰ τὸ νήφειν καὶ ὑγιαίνειν κατὰ διάνοιαν· καὶ γὰρ καὶ τοῦτο σωφροσύνη λέγεται ἀπὸ τοῦ σώας ἔχειν τὰς φρένας. ∆εικνὺς τοίνυν, ὅτι τὸν μὴ μετριάζοντα οὐδὲ σωφρονεῖν ἔνι, τουτέστι, καθεστηκέναι καὶ ὑγιαίνειν, ἀλλὰ παραπαίει καὶ ἐξέστηκεν ὁ τοιοῦτος, καὶ παραπλῆγος παντός ἐστι μανικώτερος, σωφροσύνην ἐκάλεσε τὴν ταπεινοφροσύνην. Ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισε μέτρον πίστεως. Ἐπειδὴ γὰρ τῶν χαρισμάτων ἡ δόσις πολλοὺς εἰς ἀπόνοιαν ἐπῆρε καὶ παρὰ τούτοις καὶ παρὰ Κορινθίοις, ὅρα πῶς τὴν αἰτίαν τοῦ νοσήματος δήλην ποιεῖ, καὶ κατὰ μικρὸν ὑποσύρει. Εἰπὼν γὰρ, ὅτι δεῖ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἐπήγαγεν· Ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισε μέτρον πίστεως, πίστιν ἐνταῦθα τὸ χάρισμα καλῶν. Εἰπὼν δὲ, ὅτι ἐμέρισε, καὶ τὸν ἔλαττον εἰληφότα παρεμυθήσατο, καὶ τὸν μείζονος ἀπολαύσαντα κατέστειλεν. Εἰ γὰρ ὁ Θεὸς ἐμέρισε, καὶ μὴ σὸν τὸ κατόρθωμα, τί μέγα φρονεῖς; δʹ. Εἰ δέ τις τὴν πίστιν ἐνταῦθα μὴ τὸ χάρισμα λέγοι καλεῖσθαι, καὶ τοῦτο πάλιν μειζόνως δείκνυσιν αὐτὸν ταπεινοῦντα τοὺς ἀλαζόνας. Εἰ γὰρ τοῦ χαρίσματος αἴτιον ἡ πίστις, καθ' ἣν τὰ θαύματα γίνεται, 60.600 καὶ τοῦτο παρὰ τοῦ Θεοῦ, πόθεν μέγα φρονεῖς; καὶ γὰρ, εἰ μὴ παρεγένετο, μηδὲ ἐσαρκώθη, οὐδ' ἂν τὰ τῆς πίστεως προεχώρησεν. Ὥστε πάντα ἐκεῖθεν τὴν ἀρχὴν ἔχει τὰ ἀγαθά. Εἰ δὲ αὐτὸς δίδωσιν, οἶδε πῶς μερίζει· πάντας γὰρ αὐτὸς ἐποίησε, καὶ πάντων ὁμοίως κήδεται. Καὶ ὥσπερ τὸ δοῦναι ἀπὸ φιλανθρωπίας γέγονεν, οὕτω καὶ πόσον δοῦναι. Οὐ γὰρ δὴ περὶ τὸ κεφάλαιον ἐπιδειξάμενος τὴν ἀγαθότητα, ὅπερ ἐστὶ τὸ δοῦναι τὰ χαρίσματα, ἐν τῷ μέτρῳ σε προδιδόναι ἔμελλεν. Εἰ μὲν γὰρ ἀτιμάσαι ἐβούλετο, οὐδ' ἂν ἔδωκε τὴν ἀρχήν· εἰ δὲ σῶσαι καὶ τιμῆσαι ἐσπούδακε (διὰ γὰρ τοῦτο καὶ παρεγένετο, καὶ τοσαῦτα διένειμεν ἀγαθὰ), τίνος ἕνεκεν θορυβῇ καὶ ταράττῃ καὶ εἰς μωρίαν ἀποκέχρησαι τῇ φρονήσει, μειζόνως τοῦ φύσει τοιούτου καταισχύνων σαυτόν; Τὸ μὲν γὰρ ἀπὸ φύσεως γενέσθαι μωρὸν, οὐκ ἔγκλημα· τὸ δὲ διὰ φρονήσεως γενέσθαι μωρὸν, καὶ συγγνώμης ἐστέρηται καὶ μείζονα φέρει τὴν κόλασιν. Τοιοῦτοι οἱ ἐπὶ σοφίᾳ μέγα φρονοῦντές εἰσι, καὶ εἰς ἀπόνοιαν ἐμπίπτοντες τὴν ἐσχάτην. Οὐδὲν γὰρ οὕτω μωρὸν ὡς ἀπόνοια ποιεῖ. ∆ιὸ καὶ ὁ προφήτης οὕτως ἐκάλει τὸν βάρβαρον λέγων, Ὁ δὲ μωρὸς μωρὰ λαλήσει. Ἵνα δὲ καὶ ἀπὸ τῶν ῥημάτων αὐτῶν μάθῃς αὐτοῦ τὴν μωρίαν, ἄκουσον τί φησιν· Ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου, καὶ ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ. Καταλήψομαι τῇ χειρί μου τὴν οἰκουμένην ὡς νοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ. Τούτων οὖν τῶν ῥημάτων τί μωρότερον γένοιτ' ἄν; Καὶ ἑκάστη δὲ μεγαληγορία τοῦτο εὐθέως ἐπισπᾶται τὸ ὄνειδος. Κἂν ἕκαστον ῥῆμα τῶν ἀπονενοημένων εἰς μέσον ἀγάγω, οὐ δυνήσῃ διαγνῶναι πότερον ἀπονενοημένου ἢ μωροῦ τὰ ῥήματα· οὕτως ἕν ἐστι τουτὶ τὸ ἐλάττωμα. Καὶ γὰρ ἕτερος βάρβαρος πάλιν φησὶν, Ἐγώ εἰμι θεὸς, καὶ οὐκ ἄνθρωπος· καὶ ἄλλος πάλιν, Μὴ δυνήσεται ὁ Θεὸς σῶσαι ὑμᾶς, ἢ ἐξελέσθαι ἐκ τῶν χειρῶν μου; καὶ ὁ Αἰγύπτιος δὲ, Οὐκ οἶδα τὸν Κύριον, καὶ τὸν Ἰσραὴλ οὐκ ἐξαποστελῶ· καὶ ὁ παρὰ τῷ προφήτῃ ἄφρων τοιοῦτός τις ἐστὶ, λέγων ἐν τῇ καρδίᾳ αὐτοῦ, Οὐκ ἔστι Θεός· καὶ ὁ Κάϊν δὲ, Μὴ φύλαξ ἐγώ εἰμι τοῦ ἀδελφοῦ μου; Ἄρα μὴ δύνασαι διαγνῶναι πότερον ἀπονενοημένων, ἢ μωρῶν τὰ ῥήματα; ἡ γὰρ