172
ἀπόνοια τῆς συμμετρίας ἐκπίπτουσα καὶ ἀπὸ τοῦ νοῦ γινομένη (διὸ καὶ ἀπόνοια λέγεται), καὶ μωροὺς καὶ ἀλαζόνας ἐργάζεται. Καὶ εἰ ἀρχὴ σοφίας φόβος Κυρίου, οὐκοῦν ἀρχὴ μωρίας τὸ μὴ εἰδέναι τὸν Κύριον. Εἰ τοίνυν τὸ εἰδέναι σοφία, τὸ μὴ εἰδέναι μωρία, τὸ δὲ μὴ εἰδέναι ἐξ ὑπερηφανίας γίνεται (ἀρχὴ γὰρ ὑπερηφανίας τὸ μὴ εἰδέναι τὸν Κύριον), ἄρα ἡ ὑπερηφανία μωρία ἐσχάτη. Τοιοῦτος ἦν καὶ ὁ Ναβὰλ, εἰ καὶ μὴ πρὸς Θεὸν, ἀλλὰ πρὸς ἄνθρωπον, ἐξ ἀπονοίας ἀνόητος γεγονώς· ἀλλ' ὕστερον ἀπέθανε τῷ δέει. Ὅταν γάρ τις ἐκπέσῃ τοῦ μέτρου τῆς φρονήσεως, καὶ δειλὸς ὁμοῦ καὶ θρασὺς γίνεται, τῆς ψυχῆς ἀσθενοῦς γινομένης. Καθάπερ γὰρ τὸ σῶμα, ὅταν τὴν σύμμετρον ἀπολέσῃ κρᾶσιν, γινόμενον δύσκρατον, πᾶσιν ἁλίσκεται τοῖς πάθεσιν· οὕτω καὶ ἡ ψυχὴ, ἐπειδὰν τὸ μεγαλοφυὲς ἀπολέσῃ καὶ τὸ ταπεινοφρονεῖν, ἕξιν δεξαμένη τινὰ ἀσθενῆ, καὶ δειλὴ καὶ θρασεῖα καὶ ἀνόητος γίνεται, καὶ ἑαυτὴν ἀγνοήσει λοιπόν. Ὁ δὲ ἑαυτὸν ἀγνοῶν, πῶς τὰ ὑπὲρ ἑαυτὸν εἴσεται; Καθάπερ γὰρ ὁ φρενίτιδι κατεχόμενος, ὅταν ἑαυτὸν ἀγνοήσῃ, οὐδὲ τὰ πρὸ τῶν ποδῶν οἶδε· καὶ ὀφθαλμὸς, ὅταν αὐτὸς πηρωθῇ, πάντα σκοτοῖ τὰ λοιπὰ μέλη· οὕτω καὶ ἐπὶ τῆς ἀπονοίας συμ 60.601 βαίνει. ∆ιὸ καὶ τῶν μαινομένων εἰσὶν ἀθλιώτεροι οὗτοι, καὶ τῶν φύσει μωρῶν. Καὶ γὰρ ὁμοίως τούτοις γέλωτα κινοῦσι, καὶ ὁμοίως ἐκείνοις εἰσὶν ἀηδεῖς· καὶ ἐξεστήκασι μὲν ὥσπερ ἐκεῖνοι, ἀλλ' οὐκ ἐλεοῦνται ὥσπερ ἐκεῖνοι· παραφρονοῦσι δὲ ὥσπερ οὗτοι, ἀλλ' οὐ συγγινώσκονται ὥσπερ οὗτοι, ἀλλὰ μισοῦνται μόνον· καὶ τὰ ἐλαττώματα ἑκατέρων ἔχοντες, τῆς συγγνώμης ἑκατέρων ἐστέρηνται, οὐκ ἀπὸ τῶν ῥημάτων μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν σχημάτων ὄντες καταγέλαστοι. Τί γὰρ, εἰπέ μοι, τὸν αὐχένα ἀνατείνεις; τί δὲ βαδίζεις ἐπ' ἄκρων ὀνύχων; τί τὰς ὀφρῦς ἀνασπᾷς; τί τὸ στῆθος φυσᾷς; Τρίχα οὐ δύνασαι ποιῆσαι λευκὴν ἢ μέλαιναν, καὶ ὡς πάντων κρατῶν, οὕτως ἀεροβατεῖς; Τάχα ἐβούλου σοι καὶ πτερὰ φῦναι, ἵνα μὴ βαδίζῃς ἐπὶ τῆς γῆς· τάχα καὶ τέρας εἶναι ἐπιθυμεῖς. Νῦν γὰρ οὐχὶ τέρας σαυτὸν πεποίηκας, ἄνθρωπος μὲν ὢν, πέτασθαι δὲ ἐπιχειρῶν; μᾶλλον δὲ καὶ πετόμενος ἔνδοθεν, καὶ φλεγμαίνων πάντοθεν; Τί σὲ καλέσω, καὶ καθελῶ σου τὴν ἀπόνοιαν; Ἂν εἴπω σε τέφραν καὶ κόνιν καὶ καπνὸν καὶ κονιορτὸν, εἶπον μὲν τὴν εὐτέλειαν, οὐδέπω δὲ ἀκριβῶς τῆς εἰκόνος ἐπελαβόμην ἧς ἐβουλόμην· καὶ γὰρ καὶ τὴν φλεγμονὴν καὶ τὸ διάκενον αὐτῶν ἅπαν παραστῆσαι βούλομαι. Ποίαν οὖν ἂν εὕροιμεν τούτοις εἰκόνα ἁρμόζουσαν; Ἐμοὶ δοκοῦσι στυπείῳ καταφλεχθέντι προσεοικέναι. Καὶ γὰρ ἐκεῖνο δοκεῖ μετὰ τὸν ἐμπρησμὸν οἰδεῖν, καὶ ὑπερανεστηκέναι· μικρὰν δὲ χειρὸς ἁφὴν ὑπομεῖναν, κατηνέχθη τε ἅπαν, καὶ τέφρας ἁπάσης εὐτελέστερον ἐφάνη. Τοιαῦται καὶ τούτων αἱ ψυχαί· τὸ γὰρ φύσημα αὐτῶν τὸ διάκε 60.602 νον, καὶ ἡ τυχοῦσα προσβολὴ δυνήσεται ταπεινώσαι καὶ καθελεῖν. Τὸν γὰρ ἀπονενοημένον ἀνάγκη πάντως καὶ ἀσθενῆ τινα εἶναι· οὐ γάρ ἐστι τὸ ὕψος ὑγιὲς, ἀλλ' ὥσπερ αἱ πομφόλυγες εὐκόλως ῥήγνυνται, οὕτω καὶ οὗτοι ῥᾳδίως ἀπόλλυνται. Εἰ δὲ ἀπιστεῖς, δός μοι θρασὺν καὶ ἀπονενοημένον, καὶ πεπτωκότος δειλότερον ὄψει γινόμενον καὶ ἀπὸ τῆς τυχούσης περιστάσεως. Ὥσπερ γὰρ ἡ μὲν ἀπὸ φρυγάνων αἰρομένη φλὸξ ὁμοῦ τε ἀνήφθη, καὶ κόνις ἐγένετο, ἡ δὲ τῶν στερεῶν ξύλων φύσις οὔτε ἐξάπτεται ῥᾳδίως, καὶ ἐπὶ πολὺ διατηρεῖ καιομένην τὴν φλόγα· οὕτω καὶ αἱ ψυχαὶ αἱ μὲν στεῤῥαὶ καὶ βεβηκυῖαι, οὐκ εὐκόλως οὔτε ἐκκαίονται οὔτε σβέννυνται· οὗτοι δὲ ἀμφότερα ταῦτα ἐν μιᾷ καιροῦ ῥοπῇ πάσχουσι. Ταῦτ' οὖν εἰδότες, τὴν ταπεινοφροσύνην ἀσκῶμεν. Οὐδὲν γὰρ αὐτῆς δυνατώτερον, ἀλλὰ καὶ πέτρας ἰσχυροτέρα, καὶ ἀδάμαντος στεῤῥοτέρα, καὶ πύργων καὶ πόλεων καὶ τείχους ἐν μείζονι καθίστησιν ἡμᾶς ἀσφαλείᾳ, πάντων ὑψηλοτέρα γενομένη τῶν τοῦ διαβόλου μηχανημάτων· ὥσπερ οὖν ἡ ἀπόνοια καὶ τοῖς τυχοῦσιν εὐχειρώτους ποιεῖ, πομφόλυγος, ὥσπερ ἔφην, εὐκολώτερον ῥηγνυμένη, καὶ ἀράχνης ταχύτερον σχιζομένη, καὶ καπνοῦ θᾶττον διαλυομένη. Ἵν' οὖν ἐπὶ τῆς στεῤῥᾶς πέτρας ὦμεν βεβηκότες, ἐκείνην ἀφέντες, ταύτην ἑλώμεθα. Οὕτω γὰρ καὶ ἐν τῷ