1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

173

παρόντι βίῳ ἀνάπαυσιν εὑρήσομεν, καὶ κατὰ τὸν μέλλοντα αἰῶνα πάντων ἀπολαύσομεν τῶν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.

ΟΜΙΛΙΑ ΚΑʹ.

Καθάπερ γὰρ ἐν ἑνὶ σώματι μέλη πολλὰ ἔχομεν, τὰ δὲ μέλη πάντα οὐ τὴν

αὐτὴν ἔχει πρᾶξιν· οὕτως οἱ πολλοὶ ἓν σῶμά ἐσμεν ἐν Χριστῷ, ὁ δὲ καθ' εἷς, ἀλλήλων μέλη. αʹ. Πάλιν τῷ αὐτῷ ὑποδείγματι κέχρηται, ᾧ καὶ πρὸς Κορινθίους ἐχρήσατο, τὸ αὐτὸ τοῦτο καταστέλλων πάθος. Καὶ γὰρ μεγάλη τοῦ φαρμάκου ἡ δύναμις, καὶ τοῦ παραδείγματος ἡ ἰσχὺς τούτου, εἰς τὸ διορθῶσαι τὸ τῆς ἀπονοίας νόσημα. Τίνος γὰρ ἕνεκεν σὺ μεγάλα φρονεῖς, φησίν; ἢ διὰ τί πάλιν ἕτερος ἑαυτὸν ἐξευτελίζει; οὐχὶ σῶμά ἐσμεν ἅπαντες ἓν, καὶ μεγάλοι καὶ μικροί; Ὅταν οὖν κατὰ τὸ κεφάλαιον ἓν ὦμεν καὶ ἀλλήλων μέλη, τί τῇ ἀπονοίᾳ σχίζεις σαυτόν; τί ἐπαισχύνῃ τὸν ἀδελφόν; Ὥσπερ γὰρ ἐκεῖνός σου μέλος, οὕτω κἀκείνου σύ· καὶ πολλὴ καὶ κατὰ τοῦτο ἡ ὁμοτιμία. ∆ύο γὰρ ἱκανὰ καθελεῖν αὐτῶν τὴν ἀπόνοιαν τέθεικε· καὶ ὅτι ἀλλήλων ἐσμὲν μέλη, οὐχ ὁ μικρὸς τοῦ μεγάλου μόνον, ἀλλὰ καὶ ὁ μέγας τοῦ ἐλάττονος, καὶ ὅτι ἕν ἐσμεν ἅπαντες σῶμα· μᾶλλον δὲ καὶ τρία· καὶ γὰρ καὶ χάρισμα ἔδειξεν ἓν ὂν τὸ δοθέν. Μὴ τοίνυν μέγα φρόνει· ἐδόθη γάρ σοι παρὰ τοῦ Θεοῦ, οὐ σὺ ἔλαβες, οὐδὲ εὗρες. ∆ιὰ τοῦτο καὶ τῶν χαρισμάτων ἁπτόμενος, οὐκ εἶπεν, ὅτι Ὁ μὲν μεῖζον, ὁ δὲ ἔλαττον ἔλαβεν, ἀλλὰ τί; ∆ιάφορον. Ἔχοντες γὰρ, φησὶ, χαρίσματα, οὐ μείζονα καὶ ἐλάττονα, ἀλλὰ διάφορα. Τί γὰρ, εἰ μὴ καὶ τὰ αὐτὰ ἐπετάγης, ἀλλὰ τὸ σῶμα τὸ αὐτό ἐστι; Καὶ ἀρξάμενος ἀπὸ χαρίσματος, εἰς κατόρθωμα λήγει. Εἰπὼν γὰρ προφητείαν καὶ διακονίαν καὶ ὅσα τοιαῦτα, κατέληξεν εἰς ἐλεημοσύνην καὶ σπουδὴν καὶ ἀντίληψιν. Ἐπειδὴ γὰρ εἰκὸς ἦν τινας ἐναρέτους μὲν εἶναι, μὴ ἔχειν δὲ προφητείαν, δείκνυσιν ὅτι καὶ τοῦτο τὸ χάρισμα, καὶ πολλῷ μεῖζον ἐκείνου, ὥσπερ ἔδειξεν ἐν τῇ πρὸς Κο 60.602 ρινθίους· καὶ τοσούτῳ μεῖζον, ὅσῳ τὸ μὲν ἔχει μισθὸν, τὸ δὲ ἐστέρηται ἀμοιβῆς· ὅλον γὰρ δωρεὰ καὶ χάρις ἐστί. ∆ιὰ τοῦτό φησιν· Ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα, εἴτε προφητείαν κατὰ τὴν ἀναλογίαν τῆς πίστεως. Ἐπειδὴ γὰρ ἱκανῶς αὐτοὺς παρεμυθήσατο, βούλεται καὶ ἐναγωνίους ποιῆσαι, καὶ σπουδαιοτέρους ἐργάσασθαι, δεικνὺς ὅτι αὐτοὶ τὰς ἀφορμὰς παρέχουσι τοῦ μείζονα, ἢ ἐλάττονα λαβεῖν. Λέγει μὲν γὰρ αὐτὸ καὶ παρὰ τοῦ Θεοῦ δεδόσθαι· ὡς ὅταν λέγῃ, Ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισε μέτρον πίστεως· καὶ πάλιν, Κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν· ἵνα καταστείλῃ τοὺς ὑπερηφάνους. Λέγει δὲ καὶ παρ' αὐτῶν τὰς ἀρχὰς γεγενῆσθαι, ἵνα διεγείρῃ τοὺς ῥᾳθύμους· ὃ καὶ ἐν τῇ πρὸς Κορινθίους ποιεῖ, ἀμφότερα ταῦτα κινῶν. Ὅταν μὲν γὰρ λέγῃ, Ζηλοῦτε τὰ χαρίσματα, δείκνυσι καὶ αὐτοὺς ὄντας αἰτίους τῆς διαφορᾶς τῶν διδομένων· ὅταν δὲ λέγῃ, Πάντα δὲ ταῦτα ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἑκάστῳ καθὼς βούλεται, ἐκεῖνο κατασκευάζει, τὸ μὴ δεῖν ἐπαίρεσθαι τοὺς εἰληφότας, πάντοθεν παραμυθούμενος αὐτῶν τὸ πάθος· ὃ δὴ καὶ ἐνταῦθα ποιεῖ. Καὶ πάλιν τοὺς ἀναπεπτωκότας διεγείρων φησὶν, Εἴτε προφητείαν, κατὰ τὴν ἀναλογίαν τῆς πίστεως. Εἰ γὰρ καὶ χάρις ἐστὶν, ἀλλ' οὐχ ἁπλῶς ἐκχεῖται, ἀλλὰ τὰ μέτρα παρὰ τῶν δεχομένων λαμβάνουσα, τοσοῦτον ἐπιῤῥεῖ, ὅσον ἂν εὕρῃ σκεῦος πίστεως αὐτῇ προσενεχθέν. Εἴτε διακονίαν, ἐν τῇ διακονίᾳ. Καθολικὸν πρᾶγμα ἐνταῦθα τίθησι. Καὶ γὰρ ἡ ἀποστολὴ διακονία λέγεται· καὶ πᾶν ἀγαθὸν πνευματικὸν ἔργον, διακονία. Ἔστι μὲν γὰρ καὶ ἰδικῆς οἰκονομίας ὄνομα τοῦτο· ἐνταῦθα 60.603 μέντοι καθολικῶς εἴρηται. Εἴτε ὁ διδάσκων, ἐν τῇ διδασκαλίᾳ. Ὅρα πῶς ἀδιαφόρως αὐτὰ τίθησι, τὸ μικρὸν πρῶτον, καὶ τὸ μέγα ὕστερον· πάλιν τὸ αὐτὸ τοῦτο παιδεύων, τὸ μὴ φυσᾶσθαι μηδὲ ἐπαίρεσθαι. Εἴτε ὁ παρακαλῶν, ἐν τῇ παρακλήσει. Καὶ τοῦτο διδασκαλίας εἶδος. Εἰ γάρ ἐστιν ἐν ὑμῖν λόγος παρακλήσεως, φησὶ, πρὸς τὸν λαὸν