1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

174

λέγετε. Εἶτα δεικνὺς, ὡς οὐ μέγα ὄφελος ἀρετὴν μετιέναι, εἰ μὴ μετὰ τοῦ προσήκοντος τοῦτο γίνοιτο νόμου, ἐπάγει· Ὁ μεταδιδοὺς, ἐν ἁπλότητι. Οὐ γὰρ ἀρκεῖ τὸ δοῦναι, ἀλλὰ δεῖ καὶ μετὰ δαψιλείας τοῦτο ποιεῖν. Ἁπλότητα γὰρ τοῦτο οἶδε πανταχοῦ· ἐπεὶ καὶ αἱ παρθένοι ἔλαιον εἶχον, ἀλλ' ἐπειδὴ ἀρκοῦν οὐκ εἶχον, τοῦ παντὸς ἐξέπεσον. Ὁ προϊστάμενος, ἐν σπουδῇ. Οὐ γὰρ ἀρκεῖ τὸ προστῆναι, ἂν μὴ μετὰ σπουδῆς καὶ προθυμίας τοῦτο ποιῇ. Ὁ ἐλεῶν, ἐν ἱλαρότητι. Οὐ γὰρ ἀρκεῖ τὸ ἐλεῆσαι, ἀλλὰ καὶ μετὰ δαψιλείας καὶ γνώμης ἀλύπου τοῦτο δεῖ ποιεῖν· μᾶλλον δὲ οὐ μετὰ ἀλύπου δεῖ μόνον, ἀλλὰ καὶ μετὰ φαιδρᾶς καὶ χαιρούσης· οὐ γάρ ἐστιν ἴσον μὴ λυπεῖσθαι, καὶ χαίρειν. Τοῦτο δὲ αὐτὸ καὶ πρὸς Κορινθίους ἐπιστέλλων, μετὰ πολλῆς κατεσκεύαζε σπουδῆς· εἰς μὲν γὰρ δαψίλειαν διεγείρων, ἔλεγεν· Ὁ σπείρων φειδομένως, φειδομένως καὶ θερίσει· καὶ ὁ σπείρων ἐπ' εὐλογίαις, ἐπ' εὐλογίαις καὶ θερίσει· τὴν δὲ γνώμην διορθούμενος, προσετίθει· Μὴ ἐκ λύπης, ἢ ἐξ ἀνάγκης. Ἀμφότερα γὰρ δεῖ παρεῖναι τῷ ἐλεοῦντι, καὶ ἀφθονίαν καὶ ἡδονήν. Τίνος γὰρ ἕνεκεν κλαίεις διδοὺς ἐλεημοσύνην; τί δὲ ἀλγεῖς ἐλεῶν, καὶ τὸν καρπὸν προδίδως τοῦ κατορθώματος; Εἰ γὰρ ἀλγεῖς, οὐκ ἐλεεῖς, ἀλλ' ὠμὸς εἶ καὶ ἀπάνθρωπος. Εἰ γὰρ σὺ ἀλγεῖς, πῶς ἐκεῖνον ἐν λύπῃ ὄντα διαναστῆσαι δυνήσῃ; Ἀγαπητὸν γὰρ, μηδὲν ὑποπτεῦσαι ἐκεῖνον πονηρὸν, καὶ ὅταν μετὰ τοῦ χαίρειν παρέχῃς. Ἐπειδὴ γὰρ οὐδὲν οὕτως αἰσχρὸν ἀνθρώποις εἶναι δοκεῖ, ὡς τὸ παρ' ἑτέρων λαμβάνειν, ἂν μὴ τῇ ὑπερβαλλούσῃ φαιδρότητι τὴν ὑποψίαν ἀνέλῃς, καὶ δείξῃς, ὅτι λαμβάνεις μᾶλλον ἢ δίδως, [καὶ] κατέβαλες μᾶλλον, ἢ ἀνέστησας τὸν λαμβάνοντα. ∆ιὰ τοῦτό φησιν, Ὁ ἐλεῶν, ἐν ἱλαρότητι. βʹ. Τίς γὰρ βασιλείαν λαμβάνων, σκυθρωπός ἐστι; τίς ἁμαρτημάτων δεχόμενος συγχώρησιν, ἐν κατηφείᾳ μένει; Μὴ τοίνυν τῇ δαπάνῃ τῶν χρημάτων πρόσεχε, ἀλλὰ τῇ διὰ τῆς δαπάνης προσόδῳ. Εἰ γὰρ ὁ σπείρων χαίρει, καίτοι γε ἐπ' ἀδήλοις σπείρων· πολλῷ μᾶλλον ὁ τὸν οὐρανὸν γεωργῶν. Οὕτω γὰρ κἂν ὀλίγα δῷς, πολλὰ δώσεις· ὥσπερ οὖν μετὰ σκυθρωπότητος κἂν πολλὰ δῷς, ὀλίγα πεποίηκας τὰ πολλά. Οὕτω καὶ ἡ χήρα πολλὰ τάλαντα ὑπερηκόντισε διὰ δύο λεπτῶν· δαψιλὴς γὰρ ἦν ἡ γνώμη. Καὶ πῶς ἔνι, φησὶ, πενίᾳ συζῶντα ἐσχάτῃ, καὶ πάντα κενοῦντα, μετὰ προθυμίας τοῦτο ποιεῖν; Ἐρώτησον τὴν χήραν, καὶ ἀκούσῃ τὸν τρόπον, καὶ εἴσῃ ὅτι οὐχ ἡ πενία ποιεῖ τὴν στενοχωρίαν, ἀλλ' ἡ προαίρεσις καὶ τοῦτο καὶ τοὐναντίον ἅπαν ἐργάζεται· ἔστι γὰρ καὶ ἐν πενίᾳ μεγαλόψυχον εἶναι, καὶ ἐν πλούτω μικρολόγον. ∆ιὰ 60.604 τοῦτο καὶ ἐν τῇ μεταδόσει τὴν ἁπλότητα ζητεῖ, καὶ ἐν τῷ ἐλέῳ τὴν ἱλαρότητα, καὶ ἐν τῇ προστασίᾳ τὴν σπουδήν. Οὐδὲ γὰρ χρήμασι μόνον βούλεται τοῖς δεομένοις ἡμᾶς βοηθεῖν, ἀλλὰ καὶ ῥήμασι καὶ πράγμασι καὶ σώματι, καὶ τοῖς ἄλλοις ἅπασι. Καὶ εἰπὼν τὴν προηγουμένην προστασίαν, τὴν διὰ τῆς διδασκαλίας, τὴν διὰ τῆς παρακλήσεως (αὕτη γὰρ ἀναγκαιοτέρα, ὅσῳ καὶ ψυχῆς ἐστι τροφή)· ἦλθεν ἐπὶ τὴν διὰ τῶν χρημάτων καὶ τῶν ἄλλων ἁπάντων. Εἶτα δεικνὺς πῶς ἂν ταῦτα κατορθωθείη, τὴν μητέρα αὐτῶν εἰσάγει, τὴν ἀγάπην. Ἡ ἀγάπη γὰρ, φησὶν ἀνυπόκριτος. Ἂν ταύτην ἔχῃς, οὐ δαπάνης αἰσθήσῃ χρημάτων, οὐ πόνου σωμάτων, οὐ μόχθου λόγων, οὐχ ἱδρῶτος καὶ διακονίας, ἀλλὰ πάντα οἴσεις γενναίως, κἂν σώματι, κἂν χρήμασι, κἂν λόγῳ, κἂν ἑτέρῳ ὁτῳοῦν βοηθῆσαι δέῃ τῷ πλησίον. Ὥσπερ οὖν οὐ μετάδοσιν ἀπαιτεῖ μόνον, ἀλλὰ τὴν ἐν ἁπλότητι, οὐδὲ προστασίαν, ἀλλὰ τὴν μετὰ σπουδῆς, οὐδὲ ἐλεημοσύνην, ἀλλὰ τὴν μετὰ ἱλαρότητος· οὕτω καὶ ἀγάπην οὐχ ἁπλῶς, ἀλλὰ τὴν ἀνυπόκριτον· ἐπεὶ καὶ τοῦτο ἀγάπη· κἂν τοῦτο γένηται, πάντα τὰ ἄλλα ἕπεται. Καὶ γὰρ ὁ ἐλεῶν, ἱλαρῶς ἐλεεῖ· ἑαυτῷ γὰρ δίδωσι· καὶ ὁ προϊστάμενος, σπουδαίως προΐσταται· ἑαυτοῦ γὰρ προΐσταται· καὶ ὁ μεταδιδοὺς, μετὰ δαψιλείας τοῦτο ποιεῖ· ἑαυτῷ γὰρ παρέχει. Εἶτα ἐπειδή ἐστι καὶ ἀγάπη ἐπὶ πονηροῖς πράγμασιν, οἵα ἡ τῶν ἀκολάστων ἐστὶν, ἡ τῶν ἐπὶ χρήμασι καὶ ἁρπαγαῖς ὁμονοούντων, ἡ τῶν ἐπὶ μέθαις καὶ συμποσίοις, ἐκκαθαίρων αὐτὴν ἀπὸ τούτων, φησίν· Ἀποστυγοῦντες τὸ πονηρόν. Καὶ οὐκ εἶπεν, Ἀπεχόμενοι, ἀλλὰ,