175
Μισοῦντες, καὶ οὐχ ἁπλῶς Μισοῦντες, ἀλλὰ καὶ Σφόδρα μισοῦντες. Τὸ γὰρ ἀπὸ τοῦτο πολλαχοῦ ἐπιτάσεώς ἐστι παρ' αὐτῷ· ὡς ὅταν λέγῃ ἀποκαραδοκίαν, καὶ ἀπεκδεχόμενοι, καὶ ἀπολύτρωσιν. Ἐπειδὴ γὰρ πολλοὶ καὶ μὴ πράττοντες τὰ κακὰ, ὅμως τὴν ἐπιθυμίαν αὐτῶν ἔχουσι, διὰ τοῦτο εἶπεν, Ἀποστυγοῦντες. Αὐτὸς γὰρ καὶ τὴν διάνοιαν καθαρεύειν βούλεται, καὶ πολλὴν ἡμᾶς ἔχθραν ἔχειν πρὸς τὴν κακίαν, καὶ μῖσος καὶ πόλεμον. Μὴ γὰρ, ἐπειδὴ εἶπον, φησὶν, Ἀγαπήσατε ἀλλήλους, νομίσητε μέχρι τούτου λέγειν, ὡς καὶ ἐν τοῖς πονηροῖς συμπράττειν ἀλλήλοις· τοὐναντίον γὰρ ἅπαν νομοθετῶ· οὐ μόνον τῆς πράξεως, ἀλλὰ καὶ τῆς διαθέσεως τῆς περὶ τὴν κακίαν ἀλλότριον εἶναι, καὶ οὐ μόνον τῆς διαθέσεως αὐτῆς ἀλλότριον εἶναι, ἀλλὰ καὶ μεθ' ὑπερβολῆς αὐτὴν ἀποστρέφεσθαι καὶ μισεῖν. Καὶ οὐκ ἀρκεῖται μόνῳ τούτῳ, ἀλλὰ καὶ τὴν τῆς ἀρετῆς ἐργασίαν ἐπάγει λέγων· Κολλώμενοι τῷ ἀγαθῷ. Οὐκ εἶπε, Ποιοῦντες μόνον, ἀλλὰ καὶ διακείμενοι· τοῦτο γὰρ τὸ κελεῦσαι κολλᾶσθαι ἐδήλωσεν. Οὕτω καὶ ὁ Θεὸς συνάπτων τὸν ἄνδρα τῇ γυναικὶ, ἔλεγε· Προσκολληθήσεται γὰρ πρὸς τὴν γυναῖκα αὐτοῦ. Εἶτα καὶ αἰτίας λέγει, δι' ἃς ὀφείλομεν ἀλλήλους ἀγαπᾷν. Τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι. Ἀδελφοὶ, φησὶν, ἐστὲ, καὶ τὰς ὠδῖνας ἐλύσατε τὰς αὐτάς· οὐκοῦν καὶ διὰ τοῦτο δίκαιοι ἂν εἴητε φιλεῖν ἀλλήλους. Τοῦτο καὶ Μωϋσῆς ἔλεγε τοῖς ἐν Αἰγύπτῳ μαχομένοις· Ἀδελφοί ἐστε, ἵνα τί ἀδικεῖτε ἀλλήλους; Ὅταν μὲν οὖν περὶ τῶν ἔξω λέγῃ, 60.605 Εἰ δυνατὸν, τὸ ἐξ ὑμῶν, μετὰ πάντων ἀνθρώπων εἰρηνεύετε, φησίν· ὅταν δὲ περὶ τῶν οἰκείων διαλέγηται, Τῇ φιλαδελφίᾳ, φησὶν, εἰς ἀλλήλους φιλόστοργοι. Ἐκεῖ μὲν γὰρ τὸ μὴ μάχεσθαι ζητεῖ, μηδὲ μισεῖν καὶ ἀποστρέφεσθαι· ἐνταῦθα δὲ καὶ τὸ φιλεῖν, καὶ οὐχ ἁπλῶς φιλεῖν, ἀλλὰ καὶ στέργειν. Οὐ γὰρ δὴ μόνον, φησὶν, ἀνυπόκριτον εἶναι χρὴ τὴν ἀγάπην, ἀλλὰ καὶ ἐπιτεταμένην καὶ θερμὴν καὶ διάπυρον. Τί γὰρ ὄφελος, ἂν ἀγαπᾷς μὲν ἀδόλως, μὴ θερμῶς δὲ ἀγαπᾷς; ∆ιὸ καὶ εἶπεν, Εἰς ἀλλήλους φιλόστοργοι· τουτέστι, Καὶ θερμῶς φίλει. Μὴ μένε φιλεῖσθαι παρ' ἑτέρου, ἀλλ' αὐτὸς ἐπιπήδα τούτῳ καὶ κατάρχου· οὕτω γὰρ καὶ τῆς ἐκείνου φιλίας τὸν μισθὸν καρπώσῃ. γʹ. Εἰπὼν τοίνυν τὴν αἰτίαν, δι' ἣν ὀφείλομεν ἀλλήλους φιλεῖν, λέγει καὶ πῶς ἂν γένοιτο τὰ τῆς φιλίας ἀκίνητα· διὸ καὶ ἐπάγει· Τῇ τιμῇ ἀλλήλους προηγούμενοι. Οὕτω γὰρ φιλία καὶ γίνεται, καὶ γινομένη μένει. Καὶ οὐδὲν οὕτω φίλους ποιεῖ, ὡς τὸ σπουδάζειν τῇ τιμῇ νικᾷν τὸν πλησίον. Οὐ φιλία δὲ μόνον, ἀλλὰ καὶ τιμὴ μείζων ἐντεῦθεν γίνεται. Τὰ μὲν γὰρ εἰρημένα πρότερον ἀπὸ τῆς ἀγάπης, ἡ δὲ ἀγάπη ἀπὸ τῆς τιμῆς, ὥσπερ οὖν καὶ τιμὴ ἀπὸ τῆς ἀγάπης. Εἶτα ἵνα μὴ τιμῶμεν μόνον, καὶ ἕτερόν τι πλέον ἐπιζητεῖ λέγων· Τῇ σπουδῇ μὴ ὀκνηροί. Καὶ γὰρ καὶ τοῦτο ἀγάπην τίκτει, ὅταν μετὰ τῆς τιμῆς καὶ προστασίας ἐπιδειξώμεθα· οὐδὲν γὰρ οὕτως ὡς τιμὴ καὶ πρόνοια τὸ φιλεῖσθαι ποιεῖ. Οὐ γὰρ ἀρκεῖ τὸ φιλεῖν, ἀλλὰ δεῖ καὶ τούτου· μᾶλλον δὲ καὶ τοῦτο ἐκ τοῦ φιλεῖν γίνεται, ὥσπερ οὖν καὶ τὸ φιλεῖν ἀπὸ τούτου θερμαίνεται, καὶ ἀλλήλων ἐστὶ κατασκευαστικά. Καὶ γάρ εἰσι πολλοὶ κατὰ διάνοιαν μὲν φιλοῦντες, καὶ οὐκ ὀρέγοντες δὲ χεῖρα. ∆ιὰ τοῦτο πάντοθεν οἰκοδομεῖ τὴν ἀγάπην. Καὶ πῶς ἂν γενοίμεθα τῇ σπουδῇ μὴ ὀκνηροί; Τῷ πνεύματι ζέοντες. Ὁρᾷς πῶς πανταχοῦ τὰς ἐπιτάσεις ζητεῖ; Οὐ γὰρ εἶπε, Μεταδίδοτε, μόνον, ἀλλὰ μετὰ δαψιλείας· οὐδὲ Προΐστασθε, ἀλλὰ μετὰ σπουδῆς· οὐδὲ Ἐλεεῖτε, ἀλλ' ἱλαρῶς· οὐδὲ τιμᾶτε, ἀλλὰ προηγεῖσθε· οὐδὲ Ἀγαπᾶτε, ἀλλ' ἀνυποκρίτως· οὐδὲ Ἀπέχεσθε τῶν κακῶν, ἀλλὰ μισεῖτε· οὐδὲ Ἔχεσθε τῶν ἀγαθῶν, ἀλλὰ κολλᾶσθε· οὐδὲ Φιλεῖτε, ἀλλὰ φιλοστόργως· οὐδὲ Σπουδάζετε, ἀλλὰ μὴ ὀκνηρῶς· οὐδὲ Τὸ Πνεῦμα ἔχετε, ἀλλὰ ζέον τὸ πνεῦμα, τουτέστιν, ἵνα ἦτε θερμοὶ καὶ διεγηγερμένοι. Ἐὰν γὰρ ἐκεῖνα ἔχῃς τὰ προειρημένα, ἐπισπάσῃ τὸ πνεῦμα· ἐὰν μένῃ τοῦτο παρὰ σοὶ, καὶ πρὸς ἐκεῖνά σε σπουδαῖον ἐργάσεται, καὶ πάντα εὔκολα ἀπὸ τοῦ πνεύματος καὶ τῆς ἀγάπης ἔσται, ἑκατέρωθέν σου πεπυρωμένου. Οὐχ ὁρᾷς τοὺς ταύρους τοὺς φλόγα ἐπὶ τοῦ νώτου φέροντας, πῶς πᾶσίν εἰσιν ἀφόρητοι; Οὕτω καὶ σὺ τῷ διαβόλῳ ἀφόρητος ἔσῃ, ἂν