176
ἑκατέραν λάβῃς τὴν φλόγα. Τῷ Κυρίῳ δουλεύοντες. ∆ιὰ γὰρ τούτων ἁπάντων ἔστι δουλεῦσαι τῷ Θεῷ. Ὅσα γὰρ ἂν ποιήσῃς εἰς τὸν ἀδελφὸν, εἰς τὸν ∆εσπότην σου διαβαίνει· καὶ ὡς αὐτὸς εὖ πεπονθὼς, οὕτω σοι τὸν μισθὸν λογιεῖται. Εἶδες ποῦ τὸ φρόνημα ἀνήνεγκε τοῦ ταῦτα ἐργαζομένου; Εἶτα δεικνὺς πῶς ἂν ἀναφθείη τοῦ πνεύματος ἡ φλὸξ, φησί· Τῇ ἐλπίδι χαίροντες, τῇ θλίψει ὑπομένοντες, τῇ προσευχῇ προσκαρτεροῦντες. Ταῦτα γὰρ ἅπαντα ὑπεκκαύματά ἐστι τοῦ πυρὸς ἐκείνου. Ἐπειδὴ γὰρ καὶ χρημάτων δαπάνην ἀπῄτησε, καὶ σωμάτων πόνον, καὶ προστασίαν καὶ σπουδὴν καὶ διδασκαλίαν, καὶ τὰ ἄλλα τὰ ἐπίπονα, ἀλείφει πάλιν τὸν ἀθλητὴν 60.606 μετὰ τῆς ἀγάπης, μετὰ τοῦ πνεύματος, διὰ τῆς ἐλπίδος. Οὐδὲν γὰρ οὕτως ἀνδρείαν καὶ παράβολον πρὸς ἅπαντα ποιεῖ τὴν ψυχὴν, ὡς ἐλπὶς χρηστή. Εἶτα καὶ πρὸ τῶν ἐλπιζομένων χρηστῶν ἕτερον πάλιν ἔπαθλον δίδωσιν. Ἐπειδὴ γὰρ ἡ ἐλπὶς τῶν μελλόντων ἦν, φησὶ, Τῇ θλίψει ὑπομένοντες. Καὶ γὰρ πρὸ τῶν μελλόντων ἐν τῷ παρόντι μέγα καρπώσῃ καλὸν ἀπὸ τῆς θλίψεως, τὸ καρτερικὸς καὶ δόκιμος γίνεσθαι. Μετὰ δὲ τούτου καὶ ἑτέραν παρέχει βοήθειαν, λέγων, Τῇ προσευχῇ προσκαρτεροῦντες. Ὅταν οὖν καὶ ἀγάπη εὔκολον ποιῇ, καὶ πνεῦμα βοηθῇ, καὶ ἐλπὶς κουφίζῃ, καὶ θλῖψις δόκιμον ἐργάζηται καὶ ἐπιτήδειον πρὸς τὸ φέρειν πάντα γενναίως, καὶ ἔχῃς μετὰ τούτων καὶ ἕτερον ὅπλον μέγιστον, τὴν προσευχὴν καὶ τὴν ἀπὸ τῆς δεήσεως βοήθειαν, τί λοιπὸν ἔσται ἐπίπονον τῶν ἐπιταττομένων; Οὐδέν. Εἶδες πῶς καὶ πανταχόθεν ἔστησε τὸν ἀθλητὴν, καὶ πολὺ κοῦφα ἔδειξε τὰ ἐπιτάγματα; Σκόπει πάλιν πῶς τῆς ἐλεημοσύνης ἐπιλαμβάνεται· μᾶλλον δὲ οὐχ ἁπλῶς ἐλεημοσύνης, ἀλλὰ τῆς εἰς τοὺς ἁγίους. Ἄνω μὲν γὰρ εἰπὼν, Ὁ ἐλεῶν, ἐν ἱλαρότητι, πᾶσι τὴν χεῖρα ἀνέῳξεν· ἐνταῦθα μέντοι ὑπὲρ τῶν πιστῶν φησι· διὸ καὶ ἐπάγει, λέγων, Ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες. Οὐκ εἶπε, Παρέχετε αὐτῶν ταῖς χρείαις, ἀλλὰ, Κοινωνεῖτε αὐτῶν ταῖς χρείαις, δεικνὺς ὅτι μείζονα λαμβάνουσιν ἢ διδοῦσιν, καὶ ὅτι ἐμπορία τὸ πρᾶγμά ἐστι· κοινωνία γάρ ἐστιν. Εἰσφέρεις σὺ χρήματα; Εἰσφέρουσί σοι παῤῥησίαν ἐκεῖνοι τὴν πρὸς τὸν Θεόν. Τὴν φιλοξενίαν διώκοντες. Οὐκ εἶπεν, Ἐργαζόμενοι, ἀλλὰ ∆ιώκοντες, παιδεύων ἡμᾶς μὴ ἀναμένειν τοὺς δεομένους, πότε πρὸς ἡμᾶς ἔλθωσιν, ἀλλ' αὐτοὺς ἐπιτρέχειν καὶ καταδιώκειν. Οὕτως ὁ Λὼτ, οὕτως ὁ Ἀβραὰμ ἐποίησε· καὶ γὰρ τὴν ἡμέραν εἰς τοῦτο ἀνάλωσεν ἀναμένων τὴν καλὴν ταύτην θήραν, καὶ ἰδὼν ἀνεπήδησε, καὶ εἰς ἀπάντησιν ἔδραμε, καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν, καὶ εἶπε· Κύριε, εἰ εὗρον χάριν ἐνώπιόν σου, μὴ παρέλθῃς τὸν παῖδά σου. Οὐ καθάπερ ἡμεῖς, ἐπειδὰν ἴδωμεν ξένον ἢ πένητα, τὰς ὀφρῦς ἀνασπῶμεν, καὶ οὐδὲ προσρήσεως ἀξίους αὐτοὺς νομίζομεν εἶναι· κἂν μετὰ μυρίας ἱκετηρίας μαλαχθέντες κελεύσωμεν τοῖς οἰκέταις δοῦναι μικρὸν ἀργύριον, τὸ πᾶν κατωρθωκέναι νομίζομεν. Ἀλλ' οὐκ ἐκεῖνος οὕτως, ἀλλ' ἱκέτου σχῆμα ἀνέλαβε καὶ οἰκέτου, καίτοι γε οὐκ εἰδὼς τίνας ἔμελλεν ὑποδέχεσθαι. δʹ. Ἡμεῖς δὲ σαφῶς εἰδότες, ὅτι τὸν Χριστὸν ὑποδεχόμεθα, οὐδὲ ταύτῃ γινόμεθα ἥμεροι. Ἀλλ' ἐκεῖνος μὲν καὶ παρακαλεῖ καὶ ἱκετεύει καὶ προσκυνεῖ· ἡμεῖς δὲ ὑβρίζομεν τοὺς προσιόντας ἡμῖν· καὶ ὁ μὲν δι' ἑαυτοῦ καὶ τῆς γυναικὸς πάντα ἀνύει, ἡμεῖς δὲ οὐδὲ διὰ τῶν οἰκετῶν. Εἰ δὲ καὶ τὴν τράπεζαν βουληθείης ἰδεῖν, ἣν παρέθηκε, πολλὴν καὶ ἐνταῦθα ὄψει τὴν φιλοτιμίαν, οὐχ ἣν ὁ τῆς περιουσίας ἐποίει τρόπος, ἀλλ' ὁ τῆς προαιρέσεως πλοῦτος. Πόσοι γοῦν τότε εὔποροι ἦσαν; Ἀλλ' οὐδεὶς τοιοῦτον οὐδὲν ἐποίησε. Πόσαι χῆραι ἦσαν ἐν τῷ Ἰσραήλ; Ἀλλ' οὐδεμία ἐξένισε τὸν Ἠλίαν. Πόσοι εὔποροι πάλιν ἦσαν ἐπὶ τοῦ Ἐλισσαίου; Ἀλλ' ἡ Σωναμῖτις τὸν καρπὸν τῆς φιλοξενίας ἐτρύγα μόνη· ὥσπερ οὖν καὶ ὁ Ἀβραὰμ, τότε ὢν μετὰ τῆς δαψιλείας καὶ τῆς προθυμίας. Καὶ διὰ τοῦτο μάλιστα ἄξιον θαυμάζειν, ὅτι μηδὲ εἰδὼς τίνες ἦσαν οἱ παραγεγονότες, ταῦτα ἐποίει. Μὴ τοίνυν μηδὲ σὺ πολυπραγμόνει· διὰ γὰρ τὸν Χριστὸν δέχῃ· κἂν μέλλῃς ἀεὶ περιεργάζεσθαι, πολλάκις καὶ δόκιμον 60.607 ἄνδρα παραδραμῇ, καὶ τὸν ἐκ τούτου μισθὸν ἀπολεῖς. Καίτοι ὁ μὲν μὴ δόκιμον δεχόμενος οὐκ ἐγκαλεῖται, ἀλλὰ καὶ μισθὸν