178
ῥίψας αὐτοὺς ὑπτίους, ἐπειδὴ ἔμενον ἀναισθητοῦντες, ἑκὼν πάλιν ἑαυτὸν ἐξεδίδου, καὶ ἠνείχετο δεσμὰ περιβάλλοντας ὁρῶν ταῖς ἁγίαις χερσὶ, δυνάμενος ὁμοῦ πάντα κλονῆσαι καὶ ῥῖψαι κάτω. Ἀλλὰ σὺ καὶ μετὰ ταῦτα ἀγριαίνεις πρὸς τὸν πένητα. Καίτοι γε εἰ καὶ μυρίων ἐστὶν ἔνοχος κακῶν, ἡ ἔνδεια καὶ ὁ λιμὸς ἱκανὰ τὴν μὴ σφόδρα πεπωρωμένην καταμαλάξαι ψυχήν. Σὺ δὲ ἕστηκας ἐκτεθηριωμένος, καὶ λεόντων μιμούμενος θυμούς· καίτοι γε ἐκεῖνοι οὐκ ἄν ποτε νεκρῶν ἀπογεύσαιντο σωμάτων· σὺ δὲ τοσούτοις ὁρῶν τεταριχευμένον κακοῖς, ἐπεμβαίνεις κειμένῳ, καὶ σπαράττεις τὸ σῶμα διὰ τῶν ὕβρεων, καὶ χειμῶνα ἐπὶ χειμῶνι συνάγεις, καὶ τὸν εἰς λιμένα καταφυγόντα σκοπέλῳ προσράξαι ποιεῖς, καὶ ναυάγιον ἐργάζῃ τῶν ἐν τῇ θαλάσσῃ χαλεπώτερον. Καὶ πῶς ἐρεῖς τῷ Θεῷ, Ἐλέησόν με; καὶ ἁμαρτημάτων αἰτεῖς συγχώρησιν, τὸν οὐδὲν ἁμαρτόντα ὑβρίζων, καὶ δίκην ὑπὲρ λιμοῦ καὶ ἀνάγκης τοσαύτης ἀπαιτῶν, καὶ τὰ θηρία ἅπαντα ἀποκρύπτων τῇ ὠμότητι; Ἐκεῖνα μὲν γὰρ, τῆς γαστρὸς καταναγκαζούσης, ἅπτεται τῆς αὐτοῖς νενομισμένης τροφῆς· σὺ δὲ, οὐδενὸς ὠθοῦντος οὐδὲ καταναγκάζοντος, κατεσθίεις τὸν ἀδελφὸν, δάκνων, σπαράττων, εἰ καὶ μὴ τοῖς ὀδοῦσιν, ἀλλὰ ῥήμασι δηγμάτων χαλεπωτέροις. Πῶς οὖν δέξῃ τὴν ἱερὰν προσφορὰν, αἵμασιν ἀνθρωπίνοις φοινίξας τὴν γλῶτταν; πῶς δίδως εἰρήνην, πολέμου γέμοντι στόματι; πῶς δὲ γοῦν αἰσθητῆς ἀπολαύσεις τροφῆς, ἰὸν τοσοῦτον συνάγων; Οὐ διορθοῦσαι τὴν πενίαν· τί καὶ ἐπιτρίβεις; οὐκ ἀνιστᾷς κείμενον· τί καὶ καταβάλλεις; οὐκ ἀναιρεῖς τὴν ἀθυμίαν· τί καὶ ἐπιτείνεις; οὐ δίδως χρήματα· τί καὶ ὑβρίζεις ῥήμασιν; Οὐκ ἤκουσας ὅσην διδόασι δίκην οἱ μὴ τρέφοντες τοὺς πένητας; ποίαις τιμωρίαις καταδικάζονται; Πορεύεσθε γὰρ, φησὶν, εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Εἰ οὖν οἱ μὴ τρέφοντες οὕτω καταδικάζονται, τίνα δώσουσι δίκην οἱ μετὰ τοῦ μὴ τρέφειν καὶ ὑβρίζοντες; πόσην ὑποστήσονται κόλασιν, πόσην γέενναν; Ἵν' οὖν μὴ τοσαῦτα ἐξάψωμεν καθ' ἑαυτῶν κακὰ, ἕως ἐσμὲν κύριοι, καὶ τὸ πονηρὸν τοῦτο νόσημα διορθώσωμεν, καὶ τῇ γλώττῃ χαλινὸν ἐπιθῶμεν· καὶ μὴ μόνον μὴ ὑβρίζωμεν, ἀλλὰ καὶ παρακαλῶμεν καὶ διὰ ῥημάτων καὶ διὰ πραγμά 60.609 των, ἵνα πολὺν ἑαυτοῖς προαποθέμενοι τὸν ἔλεον, τύχωμεν τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν· ὧν γένοιτο 60.610 πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.
ΟΜΙΛΙΑ ΚΒʹ.
Εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς· εὐλογεῖτε, καὶ μὴ καταρᾶσθε. αʹ. ∆ιδάξας
αὐτοὺς πῶς πρὸς ἀλλήλους διακεῖσθαι χρὴ, καὶ συγκολλήσας τὰ μέλη μετὰ ἀκριβείας, οὕτως ἐξάγει λοιπὸν πρὸς τὴν ἔξω παράταξιν, εὐκολωτέραν αὐτὴν ἐντεῦθεν ποιῶν. Ὥσπερ γὰρ ὁ τὰ πρὸς τοὺς οἰκείους οὐ κατωρθωκὼς, δυσκολώτερον τὰ πρὸς τοὺς ἀλλοτρίους οἰκονομήσει· οὕτως ὁ καλῶς ἀσκήσας ἑαυτὸν ἐν τούτοις, ῥᾷον καὶ τῶν ἔξωθεν περιέσται. ∆ιὰ δὴ τοῦτο καὶ ὁ Παῦλος ὁδῷ προβαίνων, μετ' ἐκεῖνα ταῦτα τίθησι, καί φησιν· Εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς. Οὐκ εἶπε, Μὴ μνησικακεῖτε, μηδὲ ἀμύνεσθε, ἀλλὰ τὸ πολλῷ πλέον τούτων ἐζήτησεν· ἐκεῖνο μὲν γὰρ ἀνδρὸς φιλοσόφου, τοῦτο δὲ ἀγγέλου λοιπόν. Καὶ εἰπὼν, Εὐλογεῖτε, ἐπήγαγε, Καὶ μὴ καταρᾶσθε, ἵνα μὴ καὶ τοῦτο κἀκεῖνο ποιῶμεν, ἀλλ' ἐκεῖνο μόνον. Καὶ γὰρ μισθῶν εἰσιν ἡμῖν πρόξενοι οἱ διώκοντες. Ἂν δὲ νήφῃς, καὶ ἕτερον σὺ σαυτῷ μετ' ἐκεῖνον κατασκευάσεις μισθόν· ἐκεῖνος μὲν γάρ σοι τὸν ἀπὸ τοῦ διωγμοῦ παρέξει, σὺ δὲ σεαυτῷ τὸν ἀπὸ τῆς εὐλογίας τῆς εἰς ἐκεῖνον, σημεῖον μέγιστον ἐκφέρων τῆς εἰς τὸν Χριστὸν ἀγάπης. Ὥσπερ γὰρ ὁ καταρώμενος τῷ διώκοντι, δείκνυσιν ὅτι οὐ σφόδρα χαίρει ὑπὲρ τοῦ Χριστοῦ ταῦτα πάσχων· οὕτως ὁ εὐλογῶν πολὺν ἐμφαίνει τὸν ἔρωτα. Μὴ τοίνυν αὐτὸν λοιδορήσῃς, ἵνα καὶ αὐτὸς μείζονα καρπώσῃ μισθὸν, κἀκεῖνον διδάξῃς, ὅτι τὸ πρᾶγμα προθυμίας ἐστὶν, οὐκ ἀνάγκης· πανηγύρεως καὶ