1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

179

ἑορτῆς, οὐ συμφορᾶς οὐδὲ ἀθυμίας. ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγε· Χαίρετε, ὅταν εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ψευδόμενοι. ∆ιὰ τοῦτο καὶ οἱ ἀπόστολοι ὑπέστρεφον χαίροντες, οὐχ ὅτι κακῶς ἤκουσαν μόνον, ἀλλ' ὅτι καὶ ἐμαστιγώθησαν. Μετὰ γὰρ τῶν εἰρημένων καὶ ἕτερον οὐ μικρὸν κερδανεῖς, τὸ καταπλῆξαι καὶ ταύτῃ τοὺς ἀντιδίκους, καὶ παιδεῦσαι διὰ τῶν ἔργων αὐτοὺς, ὅτι πρὸς ἑτέραν ὁδεύεις ζωήν. Ἂν γὰρ ἴδῃ σε χαίροντα καὶ πτερούμενον ἐπὶ τῷ πάσχειν κακῶς, εἴσεται σαφῶς διὰ τῶν πραγμάτων, ὅτι μείζους τῶν παρόντων ἑτέρας ἔχεις ἐλπίδας· ὡς, ἂν τοῦτο μὴ ποιῇς, ἀλλὰ κλαίῃς καὶ ὀδύρῃ, πόθεν δυνήσεται μαθεῖν ἐκεῖνος, ὅτι ἑτέραν ζωὴν ἀναμένεις; Καὶ μετὰ τούτου δὲ πάλιν καὶ ἕτερον κατορθώσεις· ἂν γὰρ ἴδῃ σε οὐκ ἀλγοῦντα ταῖς ὕβρεσιν, ἀλλὰ καὶ εὐλογοῦντα, παύσεται ἐλαύνων. Ὅρα τοίνυν, ὅσα ἐντεῦθεν γίνεται τὰ καλά· καὶ σοὶ μισθὸς μείζων καὶ ὁ πειρασμὸς ἐλάττων, κἀκεῖνος ἀποστήσεται διώκων, καὶ ὁ Θεὸς δοξασθήσεται, καὶ διδασκαλία τῷ πεπλημμελημένῳ γενήσεται πρὸς εὐσέβειαν ἡ σὴ φιλοσοφία. ∆ιὰ τοῦτο οὐχὶ τοὺς ὑβρίζοντας μόνον, ἀλλὰ καὶ τοὺς διώκοντας καὶ διὰ τῶν πραγμάτων ἐπηρεάζοντας, τοῖς ἐναντίοις ἀμείβεσθαι ἐκέλευσε. Καὶ νῦν μὲν αὐτοὺς εὐλογεῖν ἐπέταξε· προϊὼν δὲ καὶ ἔργοις εὐεργετεῖν παραινεῖ. Χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόντων. Ἐπειδὴ γὰρ ἔστιν εὐλογῆσαι μὲν, καὶ μὴ καταρᾶσθαι, μὴ μὴν ἐξ ἀγάπης τοῦτο ποιῆσαι, βούλεται καὶ διαθερμαίνεσθαι ἡμᾶς τῇ φιλίᾳ. ∆ιὸ καὶ τοῦτο ἐπήγαγεν, ὥστε μὴ μόνον εὐλογεῖν, ἀλλὰ καὶ συναλγεῖν καὶ συμπάσχειν, εἴ ποτε ἴδοιμεν αὐτοὺς συμφορᾷ περιπεσόντας. Ναὶ, φησίν· 60.610 ἀλλὰ τὸ μὲν συναλγεῖν τοῖς θρηνοῦσιν εἰκότως ἐπέταξε· τὸ δὲ ἕτερον τί δήποτε ἐκέλευσεν, οὐδὲν μέγα ὄν; Καίτοι γε ἐκεῖνο φιλοσοφωτέρας δεῖται ψυχῆς, τὸ χαίρειν μετὰ χαιρόντων, μᾶλλον ἢ τὸ κλαίειν μετὰ κλαιόντων. Τοῦτο μὲν γὰρ καὶ ἡ φύσις αὐτὴ κατορθοῖ, καὶ οὐδεὶς οὕτω λίθινος, ὃς οὐ κλαίει τὸν ἐν συμφοραῖς ὄντα· ἐκεῖνο δὲ γενναίας σφόδρα δεῖται ψυχῆς, ὥστε τῷ εὐδοκιμοῦντι μὴ μόνον μὴ φθονεῖν, ἀλλὰ καὶ συνήδεσθαι. ∆ιὰ τοῦτο καὶ πρότερον αὐτὸ τέθεικεν. Οὐδὲν γὰρ οὕτως ἀγάπην συνάγει, ὡς ὅταν καὶ χαρᾶς καὶ λύπης κοινωνῶμεν ἀλλήλοις. Μὴ τοίνυν, ἐπειδὴ πόῤῥω τῶν δεινῶν αὐτὸς ἕστηκας, καὶ τῆς συμπαθείας μένε ἐκτός· καὶ γὰρ καὶ τοῦ πλησίον παθόντος κακῶς, κοινὴν ὀφείλεις ποιεῖσθαι τὴν συμφοράν. Κοινώνει τοίνυν τῶν δακρύων, ἵνα κουφίσῃς τὴν ἀθυμίαν· κοινώνει χαρᾶς, ἵνα ῥιζώσῃς τὴν εὐφροσύνην, καὶ πήξῃς τὴν ἀγάπην, καὶ πρὸ ἐκείνου σαυτὸν ὠφελήσῃς, διὰ μὲν τοῦ δακρύειν ἐλεήμονα κατασκευάζων, διὰ δὲ τοῦ συνήδεσθαι φθόνου καὶ βασκανίας ἑαυτὸν ἐκκαθαίρων. Σκόπει δέ μοι καὶ τὸ ἀνεπαχθὲς τοῦ Παύλου. Οὐ γὰρ εἶπε, Λῦσον τὴν συμφορὰν, ἵνα μὴ λέγῃς πολλάκις ὅτι ἀδύνατον· ἀλλὰ τὸ κουφότερον ἐπέταξε, καὶ οὗ κύριος εἶ. Κἂν γὰρ ἀνελεῖν μὴ δυνηθῇς τὸ δεινὸν, εἴσαγε δάκρυα, καὶ τὸ πλεῖον ἀνεῖλες· κἂν μὴ δυνηθῇς αὐξῆσαι τὴν εὐημερίαν, εἴσαγε τὴν χαρὰν, καὶ πολλὴν τὴν προσθήκην ἐποίησας. ∆ιὰ τοῦτο οὐ μόνον μὴ φθονεῖν, ἀλλὰ καὶ ὃ πολλῷ πλέον ἐστὶ παραινεῖ, τὸ καὶ συνήδεσθαι· τοῦ γὰρ μὴ φθονεῖν τοῦτο πολὺ πλέον. Τὸ αὐτὸ εἰς ἀλλήλους φρονοῦντες· μὴ τὰ ὑψηλὰ φρονοῦντες, ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι. βʹ. Πολλὴν πάλιν περὶ τῆς ταπεινοφροσύνης ποιεῖται τὴν σπουδὴν, ὅθεν καὶ ἤρξατο τοῦ λόγου. Καὶ γὰρ εἰκὸς ἦν αὐτοὺς φρονήματος μεστοὺς εἶναι, καὶ ἀπὸ τῆς πόλεως καὶ ἑτέρωθεν πολλαχόθεν· διὸ καὶ συνεχῶς ὑποσύρει τὸ νόσημα, καὶ καταστέλλει τὴν φλεγμονήν. Οὐδὲν γὰρ οὕτως ἀποσχίζει σῶμα Ἐκκλησίας, ὡς ἀλαζονεία. Τί δέ ἐστι, Τὸ αὐτὸ εἰς ἀλλήλους φρονοῦντες; Παρεγένετό σοι ὁ πένης εἰς τὴν οἰκίαν; Γενοῦ κατ' ἐκεῖνον τῷ φρονήματι· μὴ μείζονα λάβῃς ὄγκον διὰ τὸν πλοῦτον· οὐκ ἔστι πλούσιος καὶ πένης ἐν Χριστῷ. Μὴ τοίνυν ἐπαισχυνθῇς διὰ τὴν ἔξωθεν περιβολὴν, ἀλλ' ἀπόδεξαι διὰ τὴν ἔνδον πίστιν· μηδὲ, ἂν ἴδῃς πενθοῦντα, ἀνάξιον αὐτὸν νομίσῃς παρακαλέσαι· μηδὲ, ἂν ἴδῃς εὐημεροῦντα, ἐρυθριάσῃς κοινωνῆσαι τῆς ἡδονῆς καὶ συνησθῆναι, ἀλλ' ὃ περὶ σεαυτοῦ φρονεῖς, καὶ περὶ ἐκείνου φρόνησον· Τὸ γὰρ αὐτὸ φρονοῦντες,