180
φησὶν, εἰς ἀλλήλους. Οἷον, μέγαν σαυτὸν εἶναι νομίζεις; Οὐκοῦν καὶ ἐκεῖνον νόμιζε. Ταπεινὸν καὶ μικρὸν εἶναι ὑποπτεύεις ἐκεῖνον; Οὐκοῦν καὶ περὶ σαυτοῦ τοῦτο ψηφίζου, καὶ πᾶσαν ἀνωμαλίαν ἔκβαλε. Πῶς δ' ἂν γένοιτο τοῦτο; Ἂν τὴν ἀπόνοιαν ἐκβάλοις. ∆ιὸ καὶ ἐπήγαγε· Μὴ τὰ ὑψηλὰ φρονοῦντες, ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι· τουτέστιν, Εἰς τὴν ἐκείνων εὐτέλειαν κατάβηθι, συμπεριφέρου, συμπεριέρχου. Μὴ ἁπλῶς τῷ φρονήματι συνταπεινοῦ, ἀλλὰ καὶ βοήθει καὶ 60.611 χεῖρα ὀρέγου, μὴ δι' ἑτέρου, ἀλλὰ διὰ σαυτοῦ ὡς πατὴρ παιδὸς προνοῶν, ὡς κεφαλὴ σώματος· ὅπερ καὶ ἀλλαχοῦ φησι, Τοῖς δεσμίοις ὡς συνδεδεμένοι. Ταπεινοὺς δὲ ἐνταῦθα οὐχ ἁπλῶς τοὺς ταπεινόφρονάς φησιν, ἀλλὰ τοὺς ταπεινοὺς καὶ εὐκαταφρονήτους. Μὴ γίνεσθε φρόνιμοι παρ' ἑαυτοῖς· τουτέστιν, Μὴ νομίζετε ἀρκεῖν ἑαυτοῖς. Καὶ γὰρ ἀλλαχοῦ φησιν ἡ Γραφή· Οὐαὶ οἱ συνετοὶ παρ' ἑαυτοῖς, καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες. Καὶ διὰ τούτων δὲ πάλιν τὴν ἀπόνοιαν ὑπορύττει, καὶ τὸ φύσημα καὶ τὴν φλεγμονὴν καταστέλλει. Οὐδὲν γὰρ οὕτως ἀπαίρει καὶ ἀποσχίζει τῶν λοιπῶν, ὡς τὸ νομίζειν τινὰ ἀρκεῖν ἑαυτῷ· διὸ καὶ ἐν χρείᾳ ἀλλήλων κατέστησεν ἡμᾶς ὁ Θεός. Κἂν γὰρ φρόνιμος ᾖς, ἑτέρου δεήσῃ· ἂν δὲ νομίσῃς μὴ δεῖσθαι, ἀνοητότερος πάντων ἐγένου καὶ ἀσθενέστερος. Ὁ γὰρ τοιοῦτος καὶ ἔρημον ἑαυτὸν καταστήσει βοηθείας, καὶ ἐν οἷς ἂν ἁμαρτάνῃ, οὐδεμιᾶς ἀπολαύσεται οὔτε διορθώσεως οὔτε συγγνώμης, καὶ τὸν Θεὸν παροξυνεῖ διὰ τῆς ἀπονοίας, καὶ πολλὰ ἁμαρτήσεται. Ἔστι γὰρ, ἔστι πολλάκις καὶ τὸν φρόνιμον μὴ συνιδεῖν τὸ δέον, καὶ τὸν ἀνοητότερον εὑρεῖν τι τῶν προσηκόντων· ὅπερ ἐπὶ τοῦ Μωϋσέως καὶ τοῦ πενθεροῦ γέγονεν, ὅπερ ἐπὶ τοῦ Σαοὺλ καὶ τοῦ παιδὸς, ὅπερ ἐπὶ τοῦ Ἰσαὰκ καὶ τῆς Ῥεβέκκας. Μὴ τοίνυν νομίσῃς καθαιρεῖσθαι δεόμενος ἑτέρου. Τοῦτο γάρ σε μᾶλλον ὑψοῖ, τοῦτό σε ἰσχυρότερον ποιεῖ, τοῦτό σε λαμπρότερόν τε καὶ ἀσφαλέστερον. Μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες. Εἰ γὰρ ἕτερον ψέγεις ἐπιβουλεύοντα, τί σαυτὸν ὑπεύθυνον ποιεῖς τῇ κατηγορίᾳ; Εἰ κακῶς ἐκεῖνος ἐποίησε, τί μὴ φεύγεις τὸν ζῆλον; Καὶ ὅρα πῶς ἐνταῦθα οὐ διέστειλεν, ἀλλὰ κοινὸν τὸν νόμον ἔθηκεν. Οὐ γὰρ εἶπε, Τῷ πιστῷ μὴ ἀποδῷς κακὸν, ἀλλὰ Μηδενὶ, κἂν Ἕλλην ᾖ, κἂν μιαρὸς, κἂν ὁστισοῦν. Προνοούμενοι καλὰ ἐνώπιον ἀνθρώπων πάντων, εἰ δυνατὸν, τὸ ἐξ ὑμῶν, μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες. Τοῦτό ἐστι, Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων· οὐχ ἵνα πρὸς κενοδοξίαν ζῶμεν, ἀλλ' ἵνα μὴ παρέχωμεν λαβὴν καθ' ἑαυτῶν τοῖς βουλομένοις. ∆ιὸ καὶ ἀλλαχοῦ φησιν, Ἀπρόσκοποι γίνεσθε καὶ Ἰουδαίοις καὶ Ἕλλησι καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ. Καλῶς δὲ τὸ ἑξῆς ἐδήλωσεν εἰπὼν, Εἰ δυνατὸν, τὸ ἐξ ὑμῶν. Ἐστὶ γὰρ ὅπου οὐ δυνατόν· οἷον ὅταν περὶ εὐσεβείας ὁ λόγος ᾖ, ὅταν περὶ ἀδικουμένων ὁ ἀγών. Καὶ τί θαυμάζεις, εἰ ἐπὶ ἀνθρώπων τῶν ἄλλων τοῦτο οὐ πανταχοῦ δυνατὸν, ὅπου γε καὶ ἐπὶ ἀνδρὸς καὶ γυναικὸς ταύτην ἔλυσε τὴν ἀνάγκην, εἰπών· Εἰ δὲ ὁ ἄπιστος χωρίζεται, χωριζέσθω; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Τὰ παρὰ σεαυτοῦ πάρεχε, καὶ μηδενὶ δίδου πολέμου καὶ μάχης ἀφορμὴν, μὴ Ἰουδαίῳ, μὴ Ἕλληνι· εἰ δέ που τὴν εὐσέβειαν παραβλαπτομένην ἴδοις, μὴ προτίμα τὴν ὁμόνοιαν τῆς ἀληθείας, ἀλλ' ἵστασο γενναίως ἕως θανάτου· καὶ μηδὲ οὕτω ψυχῇ πολέμει, μηδὲ ἀποστρέφου γνώμῃ, ἀλλὰ τοῖς πράγμασι μάχου μόνον· τοῦτο γάρ ἐστι, Τὸ ἐξ ὑμῶν, μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες. Κἂν ἐκεῖνος μὴ εἰρηνεύῃ, σὺ μὴ πληρώσῃς χειμῶνος τὴν ψυχὴν, ἀλλ' ἔσο φίλος κατὰ γνώμην, ὅπερ ἔφθην εἰπὼν, τὴν ἀλήθειαν μηδαμοῦ προδιδούς. Μηδὲ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοὶ, ἀλλὰ δότε τόπον τῇ ὀργῇ· γέγραπται γὰρ, Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος. Ποίᾳ ὀργῇ; Τῇ τοῦ Θεοῦ. Ἐπειδὴ γὰρ τοῦτο μάλιστα ἐπιθυμεῖ ἰδεῖν ὁ ἀδικηθεὶς, ἐκδικίας ἑαυτὸν ἀπολαύοντα, τοῦτο αὐτὸ μετὰ πολλῆς δίδωσι τῆς περιουσίας· ἂν γὰρ αὐτὸς μὴ ἀμύνῃ, ὁ Θεὸς ἔσται τιμωρός. Συγχώρησον οὖν αὐτῷ, 60.612 φησὶν, ἐπεξελθεῖν· τοῦτο γάρ ἐστι, ∆ότε τόπον τῇ ὀργῇ. γʹ. Εἶτα παραμυθούμενος ἐπιπλέον, καὶ τὴν μαρτυρίαν ἐπήγαγε, καὶ ταύτῃ μειζόνως αὐτὸν ἀνακτησάμενος, πλείονα αὐτὸν τὴν