181
φιλοσοφίαν ἀπαιτεῖ, λέγων· Ἐὰν οὖν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν· ἐὰν διψᾷ, πότιζε αὐτόν· τοῦτο γὰρ ποιῶν, ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. Μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν. Τί γὰρ λέγω, φησὶν, ὅτι εἰρηνεύειν δεῖ; Καὶ γὰρ καὶ εὐεργετεῖν ἐπιτάττω· Ψώμιζε γὰρ αὐτὸν καὶ πότιζε, φησίν. Εἶτα ἐπειδὴ σφόδρα ἐπίπονον ἐπέταξε καὶ μέγα, ἐπήγαγε· Τοῦτο γὰρ ποιῶν, ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. Ταῦτα δὲ ἔλεγε, κἀκεῖνον καταστέλλων τῷ φόβῳ, καὶ τοῦτον προθυμότερον ποιῶν τῇ ἐλπίδι τῆς ἀντιδόσεως. Ὁ γὰρ ἠδικημένος ὅταν ἀσθενήσῃ, οὐχ οὕτω κατέχεται τοῖς οἰκείοις ἀγαθοῖς, ὡς τῇ τιμωρίᾳ τοῦ λελυπηκότος αὐτόν. Οὐδὲν γὰρ οὕτως ἡδὺ, ὡς ἐχθρὸν κολαζόμενον ἰδεῖν. Ὅπερ οὖν ἐπιθυμεῖ, τοῦτο δίδωσιν αὐτῷ πρῶτον· καὶ ὅταν ἀφῇ τὸν ἰὸν, τότε λοιπὸν παραινεῖ τὰ ὑψηλότερα, λέγων· Μὴ νικῶ ὑπὸ τοῦ κακοῦ. Ἤδει γὰρ, ὅτι κἂν θηρίον ᾖ ὁ ἐχθρὸς, οὐ μένει ψωμιζόμενος ἐχθρός· κἂν μυριάκις μικρόψυχος ᾖ ὁ ἠδικημένος, ψωμίζων αὐτὸν καὶ ποτίζων, οὐδὲ αὐτὸς λοιπὸν ἐπιθυμήσει τῆς τιμωρίας τῆς ἐκείνου. ∆ιὸ τῷ τέλει θαῤῥῶν τοῦ πράγματος, οὐδὲ ἁπλῶς ἠπείλησεν, ἀλλὰ καὶ ἐπιδαψιλεύεται τῇ τιμωρίᾳ. Οὐ γὰρ εἶπε, Τιμωρήσῃ, ἀλλ' Ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. Εἶτα καὶ ἀνεκήρυξεν αὐτὸν εἰπών· Μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν· καὶ ἠρέμα πως ᾐνίξατο τὸ μὴ δεῖν τοιαύτῃ προαιρέσει ποιεῖν· τὸ γὰρ ἔτι μνησικακεῖν, ἡττᾶσθαί ἐστιν ὑπὸ τοῦ κακοῦ. Ἀλλὰ πρῶτον μὲν αὐτὸ οὐκ εἶπεν· οὐδὲ γὰρ εἶχε καιρόν· ὅτε δὲ ἐκένωσεν αὐτοῦ τὸν θυμὸν, τότε ἐπήγαγε λέγων· Νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν. Ἐπεὶ καὶ τοῦτο νίκη. Καὶ γὰρ ὁ πυκτεύων τότε μᾶλλον νικᾷ, οὐχ ὅταν ὑποτιθῇ ἑαυτὸν ὥστε δέξασθαι τὰς πληγὰς, ἀλλ' ὅταν ἐξαίρων ἑαυτὸν παρασκευάζῃ τὸν ἀνταγωνιστὴν εἰς τὸν ἀέρα κενοῦν τὴν δύναμιν. Οὕτω γὰρ οὔτε αὐτὸς πληγήσεται, κἀκείνου λύσει τὴν ἰσχὺν ἅπασαν· ὃ δὴ καὶ ἐπὶ τῶν ὕβρεων γίνεται. Ὅταν μὲν γὰρ ἀνθυβρίσῃς, ἡττήθης οὐχ ὑπὸ ἀνθρώπου, ἀλλ', ὅπερ ἐστὶν αἰσχρότερον, ὑπὸ πάθους ἀνελευθέρου τοῦ θυμοῦ κινηθείς· ἂν δὲ σιγήσῃς, καὶ ἐνίκησας, καὶ ἀπονητὶ τὸ τρόπαιον ἔστησας, καὶ μυρίους ἕξεις τοὺς στεφανοῦντας, καὶ τῆς λοιδορίας τὸ ψεῦδος καταγινώσκοντας. Ὁ μὲν γὰρ ἀντιλέγων, ὡς δακνόμενος ἀντερεῖν δοκεῖ· ὁ δὲ δακνόμενος, ὑπόνοιαν παρέχει τοῦ συνειδέναι τοῖς λεγομένοις· ἂν δὲ καταγελάσῃς, τῷ γέλωτι τὴν κατὰ σαυτοῦ ψῆφον ἐξέλυσας. Καὶ εἰ βούλει σαφῆ τῶν εἰρημένων ἀπόδειξιν λαβεῖν, αὐτὸν ἐρώτησον τὸν ἐχθρὸν, πότε μᾶλλον ἀλγεῖ, ὅταν θερμανθεὶς ἀνθυβρίσῃς, ἢ ὅταν ὑβρίζοντος καταγελάσῃς· καὶ τοῦτο ἀκούσῃ μᾶλλον. Οὐδὲ γὰρ οὕτως ἥδεται τῷ μὴ ὑβρίζεσθαι, ὡς δάκνεται τῷ μὴ δύνασθαί σου καθάπτεσθαι. Οὐχ ὁρᾷς τοὺς θυμουμένους, ὅτι τῶν ἰδίων πληγῶν οὐ πολὺν ποιούμενοι λόγον, ἐπέρχονται ῥύμῃ πολλῇ, καὶ συῶν ἀγρίων χεῖρον τὰ τοῦ πλη 60.613 σίον ζητοῦντες τραύματα, καὶ πρὸς ἓν τοῦτο ὁρῶντες, καὶ τούτου μᾶλλον ὄντες, ἢ τοῦ φυλάξασθαί τι παθεῖν; Ὅταν οὖν, οὗ μάλιστα ἐπιθυμῇ, τούτου μάλιστα ἀποστερήσῃς αὐτὸν, τοῦ παντὸς ἀπεστέρησας, ἐξευτέλισας, καὶ ἔδειξας εὐκαταφρόνητον, καὶ παιδίον μᾶλλον ἢ ἄνδρα, καὶ σὺ μὲν φιλοσόφου ψῆφον λαβὼν, ἐκεῖνον δὲ θηρίου πονηροῦ δόξῃ περιβάλλων. Τοῦτο καὶ ἐν τῷ τύπτεσθαι ποιῶμεν, καὶ ὅταν βουλώμεθα τύπτειν, μὴ ἀντιτύπτωμεν. Ἀλλὰ βούλει καιρίαν δοῦναι πληγήν; Στρέψον αὐτῷ καὶ τὴν ἄλλην σιαγόνα, καὶ μυρίοις αὐτὸν πλήξεις τραύμασιν. Οἱ γὰρ κροτοῦντες καὶ θαυμάζοντες τῶν καταλευόντων εἰσὶν αὐτῷ χαλεπώτεροι· καὶ πρὸ ἐκείνων τὸ συνειδὸς αὐτοῦ καταγνώσεται, καὶ μεγίστας αὐτὸν ἀπαιτήσει δίκας, καὶ ὡς τὰ ἔσχατα παθὼν, οὕτως ἐρυθριάσας ἀναχωρήσει. Εἰ δὲ καὶ τὴν παρὰ τῶν πολλῶν ζητεῖς δόξαν, καὶ ταύτης ἀπολαύσῃ μειζόνως. Καὶ ἄλλως μὲν γὰρ πρὸς τοὺς κακῶς πάσχοντας ἔχομέν τινα συμπάθειαν· ὅταν δὲ μηδὲ ἀντιτύπτοντας ἴδωμεν, ἀλλὰ καὶ ἑαυτοὺς ἐκδιδόντας, οὐκ ἐλεοῦμεν μόνον, ἀλλὰ καὶ θαυμάζομεν. δʹ. ∆ιὰ ταῦτά μοι νῦν ἀνοιμῶξαι ἔπεισιν, ὅτι οἱ δυνάμενοι καὶ τὰ παρόντα ἔχειν, εἰ τῶν τοῦ Χριστοῦ νόμων ἠκούομεν ὡς ἐχρῆν, καὶ