182
τῶν μελλόντων ἐπιτυγχάνειν, ἀμφοτέρων ἐκπίπτομεν, παρακούοντες τῶν εἰρημένων, καὶ περιττὰ φιλοσοφοῦντες. Καὶ γὰρ ἐκεῖνος συμφερόντως πάντα ἐνομοθέτησε, καὶ ἔδειξε τί μὲν ποιεῖ ἐνδόξους, τί δὲ αἰσχρούς. Καὶ οὐκ ἂν, εἰ ἔμελλεν ἀποφαίνειν καταγελάστους τοὺς ἑαυτοῦ μαθητὰς, τοῦτο ἂν ἐπέταξεν· ἀλλ' ἐπειδὴ τοῦτο ποιεῖ λαμπροτέρους ἁπάντων, τὸ μὴ κακῶς λέγειν ἀκούοντας κακῶς, τὸ μὴ κακῶς ποιεῖν πάσχοντας κακῶς, διὰ τοῦτο ταῦτα ἐπέταξεν. Εἰ δὲ τοῦτο, πολλῷ μᾶλλον τὸ λέγειν καλῶς ἀκούοντας κακῶς, τὸ ἐγκωμιάζειν ὑβριζομένους, τὸ εὐεργετεῖν ἐπιβουλευομένους. ∆ιά τοι τοῦτο καὶ ταῦτα ἐνομοθέτησε. Καὶ γὰρ φείδεται τῶν αὑτοῦ μαθητῶν, καὶ οἶδε σαφῶς τί ποτέ ἐστι τὸ ποιοῦν σμικρὸν καὶ μέγαν. Εἰ τοίνυν καὶ φείδεται καὶ οἶδε, τί αὐτῷ φιλονεικεῖς ἑτέραν ὁδὸν θέλων ἐλθεῖν; Καὶ γὰρ τὸ νικᾷν ἀπὸ τοῦ κακῶς ποιεῖν, διαβολικῶν ἐστι νόμων· διά τοι τοῦτο ἐν τοῖς ὀλυμπιακοῖς ἀγῶσι τοῖς ἐκείνῳ τελουμένοις, οὕτω κρατοῦσιν οἱ ἀγωνιζόμενοι πάντες. Ἀλλ' οὐκ ἐν τῷ σταδίῳ τοῦ Χριστοῦ οὗτος τῶν στεφάνων ὁ νόμος, ἀλλὰ τοὐναντίον ἅπαν, τὸν πληττόμενον, οὐ τὸν πλήττοντα στεφανοῦσθαι νενομοθέτηται. Τοιοῦτον γὰρ αὐτοῦ τὸ στάδιον· ἀπεναντίας ἅπαντα ἔχει δια 60.614 τεταγμένα· ὥστε μὴ τῇ νίκῃ μόνον, ἀλλὰ καὶ τῷ τρόπῳ νίκης τὸ θαῦμα γίνεσθαι μεῖζον· ὅταν γὰρ τὰ ἑτέρωθι ὄντα ἥττης, ταῦτα νίκης ποιητικὰ ἀποφανῇ· τοῦτο Θεοῦ δύναμις, τοῦτο οὐρανοῦ τὸ στάδιον. τοῦτο ἀγγέλων τὸ θέατρον. Οἶδα, ὅτι διεθερμάνθητε νῦν, καὶ κηροῦ γεγόνατε παντὸς ἁπαλώτεροι· ἀλλ' ἀναχωρήσαντες ἅπαντα ἀποβλύζετε. ∆ιὰ τοῦτο ἀλγῶ, ὅτι τὰ λεγόμενα ἐπὶ τῶν ἔργων οὐ δεικνύομεν, καὶ ταῦτα μέλλοντες τὰ μέγιστα ἐντεῦθεν κερδαίνειν. Ἂν γὰρ ἐπιείκειαν ἐπιδειξώμεθα, ἀχείρωτοι πᾶσιν ἐσόμεθα, καὶ οὐδεὶς ἀνθρώπων, οὐ μικρὸς, οὐ μέγας ἡμᾶς ἀντιβλάψαι δυνήσεται. Ἄν τε γὰρ κακῶς τις εἴπῃ, σὲ μὲν οὐδὲν, ἑαυτὸν δὲ τὰ μέγιστα ἔβλαψεν· ἄν τε ἀδικήσῃ πάλιν, ἡ βλάβη περὶ τὸν ἠδικηκότα ἵσταται. Οὐχ ὁρᾷς καὶ ἐν τοῖς δικαστηρίοις, ὅτι οἱ μὲν ἠδικημένοι λαμπροὶ καὶ μετὰ πολλῆς ἑστήκασι τῆς παῤῥησίας ἐλευθεροστομοῦντες, οἱ δὲ ἠδικηκότες κάτω κύπτοντες μετ' αἰσχύνης καὶ φόβου; Καὶ τί λέγω κατηγορίαν καὶ ἀδικίαν; Κἂν γὰρ τὸ ξίφος ἀκονήσῃ κατὰ σοῦ, κἂν εἰς τὸν λαιμὸν αὐτὸν τὴν δεξιὰν βαπτίσῃ, σὲ μὲν οὐδὲν παρέβλαψεν, ἑαυτὸν δὲ κατέσφαξε. Καὶ μαρτυρήσειεν ἂν τῷ λόγῳ ὁ πρῶτος οὕτως ἀναιρεθεὶς ὑπὸ δεξιᾶς ἀδελφικῆς. Ὁ μὲν γὰρ ἀπῄει πρὸς τὸν ἀκύμαντον λιμένα, ἀθάνατον δόξαν κτησάμενος· ὁ δὲ παντὸς θανάτου βίον ἀθλιώτερον ἔζη, στένων καὶ τρέμων, καὶ ἐν τῷ σώματι τὴν κατηγορίαν τοῦ γενομένου περιφέρων. Μὴ δὴ τοῦτο διώκωμεν, ἀλλ' ἐκεῖνο. Ὁ μὲν γὰρ κακῶς πάσχων οὐκ ἔχει μόνιμον οἴκοι τὸ κακόν· οὐ γὰρ αὐτὸς αὐτὸ ἔτεκεν, ἀλλ' ἑτέρωθεν αὐτὸ δεξάμενος, ἐποίησεν ἀγαθὸν διὰ τῆς ὑπομονῆς· ὁ δὲ ποιήσας κακῶς, οἴκοι τὴν πληγὴν ἔχει τῆς κακίας. Οὐχ ὁ Ἰωσὴφ ἐν δεσμωτηρίῳ ἦν, ἡ δὲ ἐπιβουλεύσασα αὐτῷ πόρνη ἐν οἰκίᾳ λαμπρᾷ καὶ περιφανεῖ; Τίς ἂν οὖν ἠθέλησας γενέσθαι; Καὶ μήπω μοι τὴν ἀντίδοσιν εἴπῃς, ἀλλ' αὐτὰ καθ' ἑαυτὰ ἐξέτασον τὰ γεγενημένα· καὶ γὰρ οὕτω μυριάκις προτιμήσεις τὸ δεσμωτήριον μετὰ τοῦ Ἰωσὴφ τῆς οἰκίας τῆς τὴν πόρνην ἐχούσης. Καὶ γὰρ εἰ τὴν ἀμφοτέρων ψυχὴν ἴδοις, τὴν μὲν ἐν εὐρυχωρίᾳ καὶ παῤῥησίᾳ ὄψει πολλῇ, τὴν δὲ τῆς Αἰγυπτίας ἐν στενοχωρίᾳ καὶ αἰσχύνῃ, καὶ κατηφείᾳ καὶ θορύβῳ, καὶ ἀθυμίᾳ πολλῇ· καίτοι γε αὐτὴ ἐδόκει νικᾷν, ἀλλ' οὐκ ἦν αὕτη νίκη. Ταῦτ' οὖν εἰδότες, πρὸς τὸ κακῶς παθεῖν ἑαυτοὺς παρασκευάσωμεν, ἵνα καὶ τοῦ παθεῖν κακῶς ἀπαλλαγῶμεν, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.
ΟΜΙΛΙΑ ΚΓʹ.