183
Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑπο τασσέσθω. αʹ. Πολὺν τοῦ πράγματος τούτου ποιεῖται λόγον καὶ ἐν ἑτέραις ἐπιστολαῖς, καθάπερ τοὺς οἰκέτας τοῖς δεσπόταις, οὕτω καὶ τοὺς ἀρχομένους τοῖς ἄρχουσιν ὑποτάσσων. Ποιεῖ δὲ τοῦτο, δεικνὺς ὡς οὐκ ἐπ' ἀνατροπῇ τῆς κοινῆς πολιτείας ὁ Χριστὸς τοὺς παρ' αὐτοῦ νόμους εἰσήγαγεν, ἀλλ' ἐπὶ διορθώσει βελτίονι, καὶ παιδεύων μὴ περιττοὺς ἀναδέχεσθαι πολέμους καὶ ἀνονήτους. Ἀρκοῦσι γὰρ αἱ διὰ τὴν ἀλήθειαν ἡμῖν 60.614.50 ἐπαγόμεναι ἐπιβουλαὶ, καὶ περιττοὺς οὐ δεῖ προστιθέναι πειρασμοὺς καὶ ἀνονήτους. Σκόπει δὲ πῶς καὶ εὐκαίρως εἰς τὸν περὶ τούτων ἐνέβαλε λόγον. Ἐπειδὴ γὰρ τὴν πολλὴν ἐκείνην ἀπῄτησε φιλοσοφίαν, καὶ τοῖς φίλοις καὶ τοῖς ἐχθροῖς κατεσκεύασεν ἐπιτηδείους, καὶ τοῖς ἐν εὐημερίᾳ καὶ τοῖς δυσπραγοῦσι, καὶ τοῖς δεομένοις καὶ πᾶσιν ἁπλῶς χρησίμους εἰργάσατο, καὶ τὴν ἀγγέλοις πρέπουσαν κατεφύτευσε πολιτείαν, καὶ θυμὸν ἐκένωσε καὶ ἀπόνοιαν κατέστειλε, καὶ διὰ πάντων κατελέανεν αὐτῶν τὴν διάνοιαν, 60.615 τότε καὶ τὴν περὶ τούτων εἰσάγει παραίνεσιν. Εἰ γὰρ τοὺς ἀδικοῦντας τοῖς ἐναντίοις ἀμείβεσθαι χρὴ, πολλῷ μᾶλλον τοῖς εὐεργετοῦσι πείθεσθαι προσήκει. Ἀλλὰ τοῦτο μὲν πρὸς τῷ τέλει τῆς παραινέσεως τίθησι· τέως δὲ οὐ τούτους κινεῖ τοὺς λογισμοὺς, οὓς εἶπον, ἀλλὰ τοὺς κατὰ ὀφειλὴν κελεύοντας τοῦτο ποιεῖν. Καὶ δεικνὺς, ὅτι πᾶσι ταῦτα διατάττεται, καὶ ἱερεῦσι καὶ μοναχοῖς, οὐχὶ τοῖς βιωτικοῖς μόνον, ἐκ προοιμίων αὐτὸ δῆλον ἐποίησεν, οὕτω λέγων· Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω· κἂν ἀπόστολος ᾖς, κἂν εὐαγγελιστὴς, κἂν προφήτης, κἂν ὁστισοῦν· οὐδὲ γὰρ ἀνατρέπει τὴν εὐσέβειαν αὕτη ἡ ὑποταγή. Καὶ οὐχ ἁπλῶς εἶπε, Πειθέσθω, ἀλλ', Ὑποτασσέσθω. Καὶ πρῶτον δικαίωμα τῆς τοιαύτης νομοθεσίας, καὶ λογισμοῖς πρέπον πιστοῖς, τὸ παρὰ τοῦ Θεοῦ ταῦτα διατετάχθαι· Οὐ γάρ ἐστιν ἐξουσία, φησὶν, εἰ μὴ ἀπὸ τοῦ Θεοῦ. Τί λέγεις; πᾶς οὖν ἄρχων ὑπὸ τοῦ Θεοῦ κεχειροτόνηται; Οὐ τοῦτο λέγω, φησίν· οὐδὲ γὰρ περὶ τῶν καθ' ἕκαστον ἀρχόντων ὁ λόγος μοι νῦν, ἀλλὰ περὶ αὐτοῦ τοῦ πράγματος. Τὸ γὰρ ἀρχὰς εἶναι, καὶ τοὺς μὲν ἄρχειν, τοὺς δὲ ἄρχεσθαι, καὶ μηδὲ ἁπλῶς καὶ ἀνέδην ἅπαντα φέρεσθαι, ὥσπερ κυμάτων τῇδε κἀκεῖσε τῶν δήμων περιαγομένων, τῆς τοῦ Θεοῦ σοφίας ἔργον εἶναί φημι. ∆ιὰ τοῦτο οὐκ εἶπεν· Οὐ γάρ ἐστιν ἄρχων, εἰ μὴ ἀπὸ Θεοῦ, ἀλλὰ περὶ τοῦ πράγματος διαλέγεται λέγων· Οὐ γάρ ἐστιν ἐξουσία εἰ μὴ ἀπὸ Θεοῦ· αἱ δὲ οὖσαι ἐξουσίαι ὑπὸ Θεοῦ τεταγμέναι εἰσίν. Οὕτω καὶ ὅταν λέγῃ τις σοφὸς, ὅτι Παρὰ Κυρίου ἁρμόζεται ἀνδρὶ γυνὴ, τοῦτο λέγει, ὅτι τὸν γάμον ὁ Θεὸς ἐποίησεν, οὐχ ὅτι ἕκαστον συνιόντα γυναικὶ αὐτὸς συνάπτει· καὶ γὰρ ὁρῶμεν πολλοὺς ἐπὶ κακῷ, καὶ οὐ νόμῳ γάμου, συνιόντας ἀλλήλοις, καὶ οὐκ ἂν τῷ Θεῷ τοῦτο λογισαίμεθα. Ἀλλ' ὅπερ αὐτὸς ἔλεγεν· Ὁ ποιήσας ἐξ ἀρχῆς, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς· καὶ εἶπεν, Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὑτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὑτοῦ, τοῦτο καὶ ὁ σοφὸς ἐκεῖνος ἑρμηνεύων ἔλεγεν. Ἐπειδὴ γὰρ τὸ ὁμότιμον μάχην πολλάκις εἰσάγει, πολλὰς ἐποίησε τὰς ἀρχὰς καὶ τὰς ὑποταγὰς, οἷον ὡς ἀνδρὸς καὶ γυναικὸς, ὡς παιδὸς καὶ πατρὸς, ὡς πρεσβύτου καὶ νέου, ὡς δούλου καὶ ἐλευθέρου, ὡς ἄρχοντος καὶ ἀρχομένου, ὡς διδασκάλου καὶ μαθητοῦ. Καὶ τί θαυμάζεις ἐπὶ τῶν ἀνθρώπων, ὅπου γε καὶ ἐπὶ τοῦ σώματος τὸ αὐτὸ τοῦτο πεποίηκεν; Οὐδὲ γὰρ ἐνταῦθα ὁμότιμα πάντα εἰργάσατο, ἀλλὰ τὸ μὲν ἔλαττον, τὸ δὲ κρεῖττον κατεσκεύασε, καὶ τὰ μὲν ἄρχειν τῶν μελῶν, τὰ δὲ ἄρχεσθαι ἐποίησε. Καὶ ἐν τοῖς ἀλόγοις δὲ τὸ αὐτὸ τοῦτο ἴδοι τις ἂν, ὡς ἐν ταῖς μελίσσαις, ὡς ἐν ταῖς γεράνοις, ὡς ἐν ταῖς ἀγέλαις τῶν ἀγρίων προβάτων. Καὶ οὐδὲ ἡ θάλασσα ταύτης ἐστέρηται τῆς εὐταξίας, ἀλλὰ καὶ ἐκεῖ πολλὰ τῶν γενῶν ὑφ' ἑνὶ τάττεται τῶν ἰχθύων καὶ στρατηγεῖται, καὶ οὕτω μακρὰς ἀποδημίας ἀποδημεῖ. Καὶ γὰρ ἡ ἀναρχία πανταχοῦ κακὸν, καὶ συγχύσεως αἴτιον. Εἰπὼν τοίνυν πόθεν εἰσὶν αἱ ἀρχαὶ, ἐπήγαγεν· Ὥστε ὁ ἀντιτασσόμενος τῇ ἐξουσίᾳ, τῇ τοῦ Θεοῦ διαταγῇ ἀνθέστηκεν. Ἴδε ποῦ τὸ πρᾶγμα ἀνήγαγε, καὶ πόθεν ἐφόβησε, καὶ πῶς