185
ταῖς τιμαῖς, ὥστε γενέσθαι ἐπιτηδειοτέραν τῷ τῆς διδασκαλίας λόγῳ, εἰκότως οὗτος διάκονος κέκληται τοῦ Θεοῦ. ∆ιὸ ἀνάγκη ὑποτάσσεσθαι, οὐ μόνον διὰ τὴν ὀργὴν, ἀλλὰ καὶ διὰ τὴν συνείδησιν. Τί ἐστιν, Οὐ μόνον διὰ τὴν ὀργήν; Οὐ μόνον, φησὶν, ὅτι ἀνθίστασαι Θεῷ μὴ ὑποτασσόμενος, οὐδ' ὅτι κακὰ σεαυτῷ προξενεῖς μεγάλα καὶ παρὰ τοῦ Θεοῦ καὶ παρὰ τῶν ἀνθρώπων, ἀλλ' ὅτι καὶ ἐν τοῖς μεγίστοις εὐεργέτης σου γίνεται, εἰρήνης ὢν πρόξενος καὶ οἰκονομίας πολιτικῆς. Καὶ γὰρ μυρία ἀγαθὰ διὰ τῶν ἀρχῶν τούτων ταῖς πόλεσι γίνεται· κἂν ἀνέλῃς αὐτὰς, πάντα οἰχήσεται, καὶ οὐ πόλεις, οὐ χωρία, οὐκ οἰκία, οὐκ ἀγορὰ, οὐκ ἄλλο οὐδὲν στήσεται, ἀλλὰ πάντα ἀνατραπήσεται, τῶν δυνατωτέρων τοὺς ἀσθενεστέρους καταπινόντων. Ὥστε καὶ εἰ μὴ ὀργή τις εἵπετο τῷ παρακούοντι, καὶ οὕτως ὑποτάσσεσθαί σε ἐχρῆν, ἵνα μὴ δόξῃς ἀσυνείδητος εἶναι, καὶ ἀγνώμων περὶ τὸν εὐεργέτην. ∆ιὰ τοῦτο γὰρ καὶ φόρους τελεῖτε, φησί. Θεοῦ γάρ εἰσι λειτουργοὶ, εἰς τοῦτο αὐτὸ προσκαρτεροῦντες. Ἀφεὶς εἰπεῖν κατὰ μέρος τὰς εὐεργεσίας τὰς ἀπὸ τῶν ἀρχόντων ταῖς πόλεσι γινομένας, οἷον τὴν εὐταξίαν, τὴν εἰρήνην, τὰς ἄλλας διακονίας, τὰς ἐπὶ τῶν στρατιωτῶν, τὰς ἐπὶ τῶν τὰ κοινὰ πραττόντων, ἐξ ἑνὸς τούτου τὸ πᾶν δείκνυσιν. Ὅτι γὰρ εὐεργετῇ παρ' αὐτοῦ, φησὶ, σὺ μαρτυρεῖς, μισθὸν αὐτῷ τελῶν. Ὅρα σοφίαν καὶ σύνεσιν τοῦ μακαρίου Παύλου. Ὃ γὰρ ἐδόκει φορτικὸν εἶναι καὶ ἐπαχθὲς τὸ τῶν ἀπαιτήσεων, τοῦτο δεῖγμα ποιεῖται τῆς αὐτῶν προνοίας. ∆ιὰ τί γὰρ, φησὶ, φόρους δίδομεν βασιλεῖ; Οὐχ ὡς προνοοῦντι, οὐχ ὡς προϊσταμένῳ μισθὸν τελοῦντες κηδεμονίας; Καίτοι γε οὐκ ἂν ἐτελέσαμεν, εἰ μὴ ἐξ ἀρχῆς ἔγνωμεν, ὅτι κερδαίνομεν ἐκ τῆς τοιαύτης ἐπιστασίας· ἀλλὰ διὰ τοῦτο ἄνωθεν κοινῇ γνώμῃ πάντων ἔδοξε τοὺς ἄρχοντας τρέφεσθαι παρ' ἡμῶν, ὅτι τῶν οἰκείων ἀμελοῦντες, τῶν κοινῶν κήδονται πραγμάτων, καὶ εἰς ταῦτα τὴν σχολὴν ἀναλίσκουσιν ἅπασαν, δι' ὧν καὶ τὰ ἡμέτερα σώζεται. γʹ. Εἰπὼν τοίνυν τὰ ἀπὸ τῶν ἔξωθεν, πάλιν ἐπὶ τὰ πρότερα τὸν λόγον ἐπάγει· τὸν γὰρ πιστὸν οὕτω μᾶλλον ἱκανὸς ἦν ἐπισπάσασθαι· καὶ δείκνυσι πάλιν, ὅτι Θεῷ τοῦτο δοκεῖ, καὶ εἰς αὐτὸ κατακλείει τὴν συμβουλὴν, οὕτω λέγων· Θεοῦ γάρ εἰσι λειτουργοί. Εἶτα καὶ τὸν πόνον αὐτῶν δεικνὺς, καὶ τὴν ταλαιπωρίαν αὐτῶν ἐπήγαγεν· Εἰς τοῦτο αὐτὸ προσκαρτεροῦντες. Οὗτος γὰρ αὐτοῖς ὁ βίος, αὕτη ἡ σπουδὴ, ὅπως ἀπολαύῃς εἰρήνης. ∆ιὰ τοῦτο καὶ ἐν ἑτέρᾳ ἐπιστολῇ οὐ μόνον ὑποτάσσεσθαι, ἀλλὰ καὶ εὔχεσθαι ὑπὲρ αὐτῶν κελεύει· καὶ δεικνὺς κἀκεῖ τὸ κέρδος κοινὸν, ἐπήγαγεν· Ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν. Οὐδὲ γὰρ μικρόν τι συντελοῦσιν ἡμῖν εἰς τὴν τοῦ παρόντος βίου κατάστασιν, ὅπλα τιθέμενοι, τοὺς πολεμίους ἀποκρουόμενοι, τοὺς ἐν ταῖς πόλεσι στασιάζοντας κωλύοντες, τὰς ἐν πᾶσι διαφορὰς διαλύον 60.618 τες. Μὴ γάρ μοι τοῦτο εἴπῃς, εἴ τις κακῶς τῷ πράγματι κέχρηται, ἀλλ' αὐτῆς βλέπε τῆς διατάξεως τὴν εὐκοσμίαν, καὶ τὴν πολλὴν ὄψει τοῦ ταῦτα ἐξ ἀρχῆς νομοθετήσαντος σοφίαν. Ἀπόδοτε οὖν πᾶσι τὰς ὀφειλὰς, τῷ τὸν φόρον, τὸν φόρον· τῷ τὸ τέλος. τὸ τέλος· τῷ τὸν φόβον, τὸν φόβον· τῷ τὴν τιμὴν, τὴν τιμήν. Μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾷν. Ἔτι τῶν αὐτῶν ἔχεται, οὐ χρήματα μόνον κελεύων αὐτοῖς τελεῖν, ἀλλὰ καὶ τιμὴν καὶ φόβον. Καὶ πῶς ἀνωτέρω λέγων, Θέλεις μὴ φοβεῖσθαι τὴν ἐξουσίαν; τὸ ἀγαθὸν ποίει· ἐνταῦθα λέγει, Ἀπόδοτε τὸν φόβον; Τὴν ἐπιτεταμένην λέγων τιμὴν, οὐ τὸν ἐκ τοῦ πονηροῦ συνειδότος φόβον, ὃν ἀνωτέρω ᾐνίξατο. Καὶ οὐδὲ εἶπε, ∆ότε, ἀλλ', Ἀπόδοτε, καὶ τὰς ὀφειλὰς προσέθηκεν· οὐδὲ γὰρ χαρίζῃ τοῦτο ποιῶν· ὀφειλὴ γάρ ἐστι τὸ πρᾶγμα, κἂν μὴ πράττῃς αὐτὸ, ἀγνώμονος ὑποστήσῃ δίκην. Μὴ δὴ νομίσῃς ἐξευτελίζεσθαι καὶ παραβλάπτεσθαι πρὸς τὸ τῆς οἰκείας φιλοσοφίας ἀξίωμα, ἂν ἄρχοντος παρόντος ὑπαναστῇς, ἂν τὴν κεφαλὴν ἀποκαλύψῃς. Εἰ γὰρ Ἑλλήνων ὄντων τότε τῶν ἀρχόντων ταῦτα ἐνομοθέτησε, πολλῷ μᾶλλον νῦν ἐπὶ τῶν πιστῶν τοῦτο γίνεσθαι χρή. Εἰ δὲ λέγεις, ὅτι σὺ μείζονα ἐμπεπίστευσαι, μάθε ὅτι οὐκ ἔστι σου νῦν ὁ καιρός· ξένος γὰρ εἶ καὶ παρεπίδημος, Ἔσται καιρὸς, ὅτε λαμπρότερος πάντων φανήσῃ· νῦν