187
καὶ μὴ κοινωνοῦντα μισεῖ. Ὁ μὲν γὰρ ἀνθρώπινος φθόνου καὶ βασκανίας γέμει, ὁ δὲ θεῖος παντὸς ἀπήλλακται πάθους. ∆ιὸ καὶ κοινωνοὺς ἐπιζητεῖ τῆς φιλίας· Φίλει γὰρ, φησὶ, μετ' ἐμοῦ, καὶ τότε σε καὶ ἐγὼ φιλήσω μειζόνως. Ὁρᾷς ἐραστοῦ σφοδροῦ ῥήματα; Ἐὰν φιλῇς τοὺς ἐμοὺς ἐρωμένους, τότε ἡγοῦμαι καὶ αὐτὸς σπουδαίως φιλεῖσθαι παρὰ σοῦ. Καὶ γὰρ σφόδρα ἐφίεται τῆς σωτηρίας τῆς ἡμετέρας, καὶ τοῦτο ἔδειξεν ἄνωθεν. Ὅτε γοῦν τὸν ἄνθρωπον ἔπλαττεν, ἄκουσον τί φησι· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν· καὶ πάλιν, Ποιήσωμεν αὐτῷ βοηθόν· οὐ καλὸν εἶναι αὐτὸν μόνον. Καὶ ὅτε παρανομήσαντι πάλιν ἐπετίμησεν, ὅρα πῶς ἡμέρως· οὐ γὰρ εἶπεν αὐτῷ, Μιαρὲ καὶ παμμίαρε, τοσαῦτα εὐεργετηθεὶς, τῷ διαβόλῳ μετὰ ταῦτα πάντα ἐπίστευσας, καὶ τὸν εὐεργέτην ἀφεὶς τῷ πονηρῷ προσέσχες δαίμονι· ἀλλὰ τί φησι; Τίς σοι εἶπεν, ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ' αὐτοῦ ἔφαγες; ὡς ἂν εἰ πατὴρ πρὸς παιδίον κελευσθὲν μὴ καθάπτεσθαι μαχαίρας, εἶτα παρακοῦσαν καὶ πληγὲν λέγοι· Πόθεν ἐπλήγης; Ἐκεῖθεν ἐπλήγης, ὅτι οὐκ ἤκουσάς μου. Ὁρᾷς 60.620 φίλου τὰ ῥήματα μᾶλλον, ἢ ∆εσπότου; φίλου καταφρονουμένου, καὶ οὐδὲ οὕτως ἀφισταμένου; Μιμησώμεθα τοίνυν αὐτὸν, καὶ ὅταν ἐπιτιμῶμεν, ταύτην τηρῶμεν τὴν ἐπιείκειαν. Καὶ γὰρ καὶ τῇ γυναικὶ μετὰ τῆς αὐτῆς πάλιν ἡμερότητος ἐπιπλήττει· μᾶλλον δὲ οὐδὲ ἐπίπληξις, ἀλλὰ νουθεσία καὶ διόρθωσις τὰ λεγόμενα ἦν, καὶ πρὸς τὸ μέλλον ἀσφάλεια. ∆ιὰ δὴ τοῦτο πρὸς τὸν ὄφιν οὐδέν φησιν· αὐτὸς γὰρ ἦν ὁ τῶν κακῶν ἀρχιτέκτων, καὶ οὐκ εἶχεν ἐφ' ἕτερον μεταθεῖναι τὴν αἰτίαν· διὸ καὶ σφοδρῶς αὐτὸν ἐκόλαζε. Καὶ οὐδὲ ἐνταῦθα ἵσταται, ἀλλὰ καὶ τὴν γῆν κοινωνῆσαι ποιεῖ τῆς ἀρᾶς. Εἰ δὲ ἐξέβαλε παραδείσου, καὶ κατεδίκασε πόνῳ, καὶ διὰ τοῦτο μάλιστα προσκυνεῖν αὐτὸν καὶ θαυμάζειν χρή. Ἐπειδὴ γὰρ εἰς ῥᾳθυμίαν ἐξήγαγεν ἡ τρυφὴ, περικόπτει τὴν εὐφροσύνην, λύπην ἐπιτειχίζων τῇ ῥᾳθυμίᾳ, ἵνα πρὸς τὴν ἀγάπην ἐπανέλθωμεν τὴν αὐτοῦ. Τί δὲ ἐπὶ τοῦ Κάϊν; οὐ τῷ αὐτῷ κέχρηται τῆς ἡμερότητος τρόπῳ; Καὶ γὰρ παρ' ἐκείνου πάλιν ὑβρισθεὶς, οὐκ ἀνθυβρίζει, ἀλλὰ παρακαλεῖ καί φησιν· Ἵνα τί συνέπεσε τὸ πρόσωπόν σου; Καίτοι γε τὸ γενόμενον συγγνώμης ἐστέρηται πάσης· καὶ δείκνυσιν ὁ νεώτερος ἀδελφός. Ἀλλ' οὐδὲ οὕτως ἐπιπλήττει, ἀλλὰ τί φησιν; Ἥμαρτες; Ἡσύχασον, μὴ προσθῇς ἔτι· πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ, καὶ σὺ αὐτοῦ ἄρξεις, τοῦ ἀδελφοῦ λέγων. Εἰ γὰρ δέδοικας, φησὶ, μήποτε διὰ τὴν θυσίαν ταύτην τὴν τοῦ πρωτοτόκου σε προεδρίαν ἀφέλωμαι, θάῤῥει· καὶ γὰρ τὴν ἀρχὴν αὐτοῦ πᾶσαν εἰς τὰς σὰς τίθημι χεῖρας· μόνον γενοῦ βελτίων, καὶ φίλει τὸν οὐδὲν ἠδικηκότα· καὶ γὰρ ἀμφοτέρων κήδομαι. Καὶ τοῦτό με μάλιστα εὐφρανεῖ τὸ μὴ στασιάζειν ὑμᾶς πρὸς ἀλλήλους. Καθάπερ γὰρ μήτηρ φιλόστοργος, οὕτω καὶ ὁ Θεὸς πάντα ποιεῖ καὶ μηχανᾶται ὥστε μηδένα ἀποῤῥαγῆναι θατέρου. εʹ. Ἵνα δὲ καὶ σαφέστερον ἐπὶ παραδείγματος ὃ λέγω μάθῃς, ἐννόησόν μοι τὴν Ῥεβέκκαν θορυβουμένην, καὶ πανταχοῦ περιτρέχουσαν, ὅτε ὁ πρεσβύτερος ἐπολέμει τῷ νεωτέρῳ παιδί. Εἰ γὰρ καὶ ἐφίλει τὸν Ἰακὼβ, ἀλλ' οὐδὲ τὸν Ἡσαῦ ἀπεστρέφετο· διὸ καὶ ἔλεγε, Μή πως ἀτεκνωθῶ ἐκ τῶν δύο ὑμῶν ἐν ἡμέρᾳ μιᾷ. ∆ιὰ δὴ τοῦτο καὶ ὁ Θεὸς τότε ἔλεγεν· Ἥμαρτες; Ἡσύχασον, πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ, τὴν σφαγὴν προαναστέλλων, καὶ τὴν εἰρήνην ἀμφοτέρων αὐτῶν ἐπιζητῶν. Ἐπειδὴ δὲ αὐτὸν κατέσφαξεν, οὐδὲ οὕτω κατέλυσε τὴν περὶ αὐτοῦ πρόνοιαν, ἀλλὰ πάλιν ἡμέρως ἀποκρίνεται τῷ ἀδελφοκτόνῳ, λέγων· Ποῦ ἐστιν Ἄβελ ὁ ἀδελφός σου; ἵνα κἂν οὕτως ἐξομολογήσηται. Ὁ δὲ ἐπαγωνίζεται τοῖς προτέροις, μείζονα καὶ χαλεπώτερα ἀναισχυντῶν. Ἀλλ' οὐδὲ οὕτως ὁ Θεὸς ἀφίσταται, ἀλλὰ καὶ πάλιν ἐραστοῦ φθέγγεται ῥήματα ὑβρισμένου καὶ καταφρονουμένου, καί φησι· Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με. Καὶ πάλιν τῆς γῆς καθάπτεται μετὰ τοῦ πεφονευκότος, εἰς αὐτὴν τὸν θυμὸν ἀφιεὶς, καὶ λέγων· Ἐπικατάρατος ἡ γῆ, ἣ ἔχανε τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου, καὶ τοὺς ἀνακαλοῦντας μιμούμενος· ὃ καὶ ὁ ∆αυῒδ ἐποίει, τοῦ Σαοὺλ πεσόντος. Καὶ γὰρ