188
καὶ ἐκεῖνος τοῖς δεξαμένοις τὴν σφαγὴν ὄρεσιν ἐπηρᾶτο λέγων· Ὄρη τὰ Γελβουὲ, μὴ πέσοι ἐφ' ὑμᾶς δρόσος μηδὲ ὑετὸς, ὅτι ἐκεῖ ἐξήρθη σκέπη δυνατῶν. Οὕτω καὶ ὁ Θεὸς ὥσπερ τινὰ μονῳδίαν ᾄδων φησί· Φωνὴ τοῦ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με, καὶ νῦν ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς, 60.621 ἢ ἔχανε τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς χειρός σου. Ταῦτα δὲ ἔλεγε καταστέλλων αὐτοῦ τὸν θυμὸν ζέοντα, καὶ πείθων κἂν ἀπελθόντα φιλῆσαι. Ἔσβεσας αὐτοῦ τὴν ζωὴν, φησὶ, τί τὴν ἔχθραν λοιπὸν οὐ κατασβεννύεις; Ἀλλὰ τί ποιεῖ; Κἀκεῖνον φιλεῖ καὶ τοῦτον· ἀμφοτέρους γὰρ αὐτὸς ἔπλασε· τί οὖν; ἀτιμώρητον ἀφῇ τὸν πεφονευκότα; Ἀλλὰ χείρων ἂν ἐγένετο. Ἀλλὰ κολάσει; Ἀλλὰ πατρός ἐστι φιλοστοργότερος. Ὅρα τοίνυν πῶς καὶ κολάζει, καὶ τὴν ἀγάπην ἐνδείκνυται καὶ ἐν αὐτῷ τούτῳ· μᾶλλον δὲ οὐδὲ κολάζει, ἀλλὰ διορθοῦται μόνον. Οὐδὲ γὰρ ἀπέκτεινεν αὐτὸν, ἀλλ' ἐπέδησε τῷ τρόμῳ, ἵνα ἀποδύσηται τὸ ἔγκλημα, ἵνα κἂν οὕτως ἐπανέλθοι πρὸς τὴν ἐκείνου φιλοστοργίαν, ἵνα κἂν πρὸς ἀπελθόντα σπείσηται· οὐδὲ γὰρ ἐβούλετο ἐχθρὸν αὐτὸν ἀπελθεῖν ἐντεῦθεν τῷ τετελευτηκότι. Τοιοῦτοι οἱ φιλοῦντες, ὅταν εὐεργετοῦντες μὴ φιλῶνται, προάγονται σφοδροὶ γίνεσθαι καὶ ἀπειλεῖν, οὐκ ἐθέλοντες μὲν, ἀπὸ δὲ τοῦ φιλεῖν εἰς τοῦτο ἀγόμενοι, ἵνα κἂν οὕτως ἐφελκύσωνται τοὺς καταφρονοῦντας αὐτῶν. Καίτοι γε ἀνάγκης ἡ τοιαύτη φιλία, ἀλλ' ὅμως αὐτοὺς καὶ τούτῳ παραμυθεῖται διὰ τὸ σφόδρα φιλεῖν· ὥστε καὶ ἡ κόλασις ἀπὸ φιλίας. Οἱ γὰρ μὴ ἀλγοῦντες ἐπὶ τῷ μισεῖσθαι, οὐδὲ κολάσαι αἱροῦνται. Ὅρα τοίνυν καὶ Παῦλον ταῦτα λέγοντα Κορινθίοις· Τίς γάρ ἐστι, φησὶν, ὁ εὐφραίνων με, εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ; Ὥστε ὅταν σφόδρα ἐπιτείνῃ τὴν κόλασιν, τότε δείκνυσι τὸν ἔρωτα. Οὕτω καὶ ἡ Αἰγυπτία ἐκ τοῦ σφόδρα φιλεῖν σφοδρῶς ἐκόλασε τὸν Ἰωσήφ· ἀλλ' ἐκείνη μὲν ἐπὶ κακῷ· καὶ γὰρ ἀκόλαστος ἦν ὁ ἔρως· ὁ Θεὸς δὲ ἐπὶ ἀγαθῷ· καὶ γὰρ ἀξία ἦν τοῦ φιλοῦντος ἡ ἀγάπη. ∆ιὰ τοῦτο οὐδὲ παραιτεῖται εἰς παχύτερα κατιέναι ῥήματα, καὶ φθέγγεσθαι παθῶν ὀνόματα ἀνθρωπίνων, καὶ ζηλωτὴν ἑαυτὸν καλεῖν· Θεὸς γάρ εἰμι ζηλωτὴς, φησίν· ἵνα μάθῃς τῆς ἀγάπης τὴν ἐπίτασιν. 60.622 Φιλήσωμεν τοίνυν αὐτὸν, ὡς βούλεται· μέγα γὰρ τὸ πρᾶγμα ἡγεῖται. Κἂν ἀποστραφῶμεν, μένει παρακαλῶν, κἂν μὴ θέλωμεν ἐπιστραφῆναι, κολάζει διὰ τὸ φιλεῖν, οὐχ ἵνα τιμωρίαν ἀπαιτήσῃ. Ὅρα γοῦν τί φησιν ἐν τῷ Ἰεζεκιὴλ πρὸς τὴν φιληθεῖσαν καὶ καταφρονήσασαν αὐτοῦ πόλιν· Ἄξω ἐπὶ σὲ τοὺς ἐραστάς σου, καὶ παραδώσω σε εἰς χεῖρας αὐτῶν, καὶ λιθοβολήσουσί σε καὶ κατασφάξουσι, καὶ ἐξαιρεθήσεται ὁ ζῆλός μου ἐκ σοῦ, καὶ ἀναπαύσομαι, καὶ οὐ μὴ μεριμνήσω ἔτι. Τί τούτου πλέον ἂν εἶπε σφοδρὸς ἐραστὴς ὑπὸ τῆς ἐρωμένης καταφρονούμενος, καὶ μετὰ ταῦτα πάλιν περικαιόμενος αὐτῆς; Πάντα γὰρ ὁ Θεὸς πράττει, ἵνα φιληθῇ παρ' ἡμῶν· διὰ τοῦτο οὐδὲ τοῦ Υἱοῦ ἐφείσατο. Ἀλλ' ἡμεῖς ἀπηνεῖς, καὶ ὠμοί. Ἀλλὰ γενώμεθά ποτε ἥμεροι, καὶ φιλήσωμεν τὸν Θεὸν, ὡς φιλεῖν δεῖ, ἵνα μετὰ ἡδονῆς τῆς ἀρετῆς ἀπολαύσωμεν. Εἰ γὰρ γυναῖκά τις ἐρωμένην ἔχων, οὐδενὸς αἰσθάνεται τῶν καθ' ἑκάστην ἡμέραν λυπηρῶν· ὁ τὸν θεῖον τοῦτον καὶ καθαρὸν ἐρῶν ἔρωτα, ἐννόησον ὅσης ἀπολαύσεται ἡδονῆς. Τοῦτο γὰρ, τοῦτο καὶ οὐρανῶν βασιλεία, τοῦτο ἀπόλαυσις ἀγαθῶν, τοῦτο ἡδονὴ, τοῦτο εὐφροσύνη, τοῦτο χαρὰ, τοῦτο μακαριότης· μᾶλλον δὲ ὅσα ἂν εἴπω, οὐδὲν οὐδέπω δυνήσομαι παραστῆσαι πρὸς ἀξίαν, ἀλλ' ἡ πεῖρα μόνη τοῦτο διδάσκειν οἶδε τὸ καλόν. ∆ιὰ τοῦτο καὶ ὁ προφήτης ἔλεγε, Κατατρύφησον τοῦ Κυρίου, καὶ, Γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος. Πειθώμεθα τοίνυν, καὶ ἐντρυφῶμεν αὐτοῦ τῇ ἀγάπῃ. Οὕτω γὰρ ἐντεῦθεν ἤδη τὴν βασιλείαν ὀψόμεθα, καὶ ἀγγελικὸν ζησόμεθα βίον, καὶ ἐν γῇ διατρίβοντες, τῶν τὸν οὐρανὸν οἰκούντων οὐδὲν ἔλαττον ἕξομεν, καὶ μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν, πάντων λαμπρότεροι τῷ βήματι τοῦ Χριστοῦ παραστησόμεθα, καὶ τῆς ἀποῤῥήτου δόξης ἀπολαύσομεν· ἧς γένοιτο πάντας ἡμᾶς μετασχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ