189
Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ Κ∆ʹ.
Καὶ τοῦτο, εἰδότες τὸν καιρὸν, ὅτι ὥρα ἡμᾶς ἤδη ἐξ ὕπνου ἐγερθῆναι. αʹ.
Ἐπειδὴ πάντα ἅπερ ἐχρῆν ἐπέταξεν, ὠθεῖ πάλιν αὐτοὺς εἰς τὴν τῶν ἀγαθῶν ἐργασίαν ἀπὸ τοῦ κατεπείγοντος. Ἐπὶ θύραις γὰρ, φησὶν, ὁ τῆς κρίσεως ἕστηκε καιρός· καθάπερ καὶ Κορινθίοις ἔγραφεν, ὅτι Ὁ καιρὸς συνεσταλμένος τὸ λοιπόν ἐστι· καὶ Ἑβραίοις δὲ πάλιν, Ἔτι μικρὸν ὅσον ὅσον, ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ. Ἀλλ' ἐκεῖ μὲν τοὺς πονουμένους ἀνιστὰς, καὶ τοὺς ἱδρῶτας τῶν ἐπαλλήλων πειρασμῶν παραμυθούμενος ταῦτα ἔλεγεν, ἐνταῦθα δὲ τοὺς καθεύδοντας διεγείρων· καὶ γὰρ πρὸς ἀμφότερα χρήσιμος ἡμῖν οὗτος ὁ λόγος. Τί δέ ἐστιν, ὅ φησιν, Ὥρα ἡμᾶς ἤδη ἐξ ὕπνου ἐγερθῆναι; Τουτέστιν, ἐγγὺς ἡ ἀνάστασις, ἐγγὺς ἡ κρίσις ἡ φοβερὰ, ἐγγὺς ἡ ἡμέρα ἡ ὡς κλίβανος καιομένη· καὶ δεῖ λοιπὸν ἡμᾶς ἀπαλλαγῆναι τῆς ῥᾳθυμίας. Νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία, ἢ ὅτε ἐπιστεύσαμεν. Ὁρᾷς πῶς ἐφίστησιν αὐτοῖς ἤδη τὴν ἀνάστασιν; Τοῦ χρόνου γὰρ προϊόντος, φησὶν, ὁ μὲν τοῦ παρόντος βίου δαπανᾶται καιρὸς, ὁ δὲ τοῦ μέλ 60.622 λοντος αἰῶνος ἐγγύτερος γίνεται. Ἂν μὲν οὖν ᾖς παρεσκευασμένος, καὶ πάντα πεποιηκὼς ὅσα ἐπέταξε, σωτηρίας γίνεται ἡ ἡμέρα· ἂν δὲ τοὐναντίον, οὐκέτι. Ἀλλ' οὐκ ἀπὸ τῶν λυπηρῶν, ἀλλ' ἀπὸ τῶν χρηστῶν προτρέπει τέως, καὶ ταύτῃ τῆς τῶν παρόντων αὐτοὺς ἀπολύων συμπαθείας. Εἶτα, ἐπειδὴ εἰκὸς ἦν αὐτοὺς ἐν μὲν ἀρχῇ καὶ προοιμίοις σπουδαιοτέρους εἶναι, ἅτε ἀκμάζοντος αὐτοῖς τοῦ πόθου, τοῦ χρόνου δὲ προελθόντος καταμαρανθῆναι τὴν πᾶσαν σπουδὴν, φησὶν ὅτι τοὐναντίον μὲν οὖν δεῖ ποιεῖν, οὐχὶ ἐκλύεσθαι προϊόντος τοῦ χρόνου, ἀλλὰ μᾶλλον ἀκμάζειν. Ὅσῳ γὰρ ἂν ὁ βασιλεὺς ἐγγίζῃ, τοσούτῳ μᾶλλον δεῖ παρασκευάσασθαι· ὅσῳ μᾶλλον ἐγγὺς τὸ βραβεῖον, τοσούτῳ μᾶλλον διεγείρεσθαι χρὴ πρὸς τοὺς ἀγῶνας· ἐπεὶ καὶ οἱ δρομεῖς τοῦτο ποιοῦσιν· ὅταν πρὸς τῷ τέλει τοῦ δρόμου γίνωνται καὶ τῇ τοῦ βραβείου λήψει, τότε διανίστανται μειζόνως. ∆ιὰ τοῦτο ἔλεγε, Νῦν ἐγγύτερον ἡμῶν ἡ σωτηρία, ἢ ὅτε ἐπιστεύσαμεν. Ἡ νὺξ προέκοψεν, ἡ δὲ 60.623 ἡμέρα ἤγγικεν. Οὐκοῦν εἰ αὕτη μὲν τελευτᾷ, ἐκείνη δὲ πλησιάζει· τὰ ἐκείνης πράττωμεν λοιπὸν, μὴ τὰ ταύτης. Καὶ γὰρ καὶ ἐν τοῖς βιωτικοῖς τοῦτο γίνεται· καὶ ὅταν ἴδωμεν πρὸς ὄρθρον τὴν νύκτα ἐπειγομένην, καὶ χελιδόνος ᾀδούσης ἀκούσωμεν, τὸν πλησίον ἕκαστος διεγείρομεν, καίτοιγε ἔτι τῆς νυκτὸς οὔσης· ἀλλ' ἐπειδὴ λοιπὸν ἄπεισιν, ἐπειγόμεθα λοιπὸν λέγοντες ἀλλήλοις, ὅτι Ἡμέρα γέγονε, καὶ τὰ τῆς ἡμέρας ἅπαντα πράττομεν, ἐνδυόμενοι καὶ ὀνείρων ἀπαλλαττόμενοι καὶ ὕπνον διακρουόμενοι, ἵνα παρεσκευασμένους ἡ ἡμέρα εὕρῃ, καὶ μὴ ἀνισχούσης ἀκτῖνος τότε ἀρξώμεθα ἀνίστασθαι καὶ διατείνεσθαι. Ὅπερ οὖν ἐκεῖ ποιοῦμεν, τοῦτο καὶ ἐνταῦθα πράξωμεν· ἀποδυσώμεθα τὰς φαντασίας, ἀπαλλαγῶμεν τῶν ὀνειράτων τοῦ παρόντος βίου, ἀποθώμεθα τὸν βαθὺν ὕπνον, καὶ ἐνδυσώμεθα ἀντὶ ἱματίων τὴν ἀρετήν· ταῦτα γὰρ ἅπαντα δηλῶν ἔλεγεν, Ἀποθώμεθα γοῦν τὰ ἔργα τοῦ σκότους, καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός. Καὶ γὰρ πρὸς παράταξιν καὶ μάχην ἡ ἡμέρα ἡμᾶς καλεῖ. Ἀλλὰ μὴ δείσῃς παράταξιν καὶ ὅπλα ἀκούσας. Ἐπὶ μὲν γὰρ τῆς αἰσθητῆς παντευχίας βαρὺ καὶ ἀπευκτὸν τὸ ὁπλίζεσθαι, ἐνταῦθα δὲ ποθεινὸν καὶ εὐχῆς ἄξιον· φωτὸς γάρ ἐστι τὰ ὅπλα· διὸ καὶ τῆς ἀκτῖνος λαμπρότερόν σε ἀποφαίνει πολλὴν ἀφιέντα τὴν ἀστραπὴν, καὶ ἐν ἀσφαλείᾳ σε καθίστησιν· ὅπλα γάρ ἐστι· καὶ καταλάμπεσθαι ποιεῖ· φωτὸς γάρ ἐστιν ὅπλα. Τί οὖν; οὐκ ἀνάγκη πολεμεῖν; Ἀνάγκη μὲν πολεμεῖν, οὐ μὴν ταλαιπωρεῖσθαι καὶ πονεῖν· οὐδὲ γὰρ πόλεμος τοῦτό ἐστιν, ἀλλὰ χορεία καὶ πανήγυρις. Τοιαύτη τῶν ὅπλων τούτων ἡ φύσις, τοιαύτη ἡ τοῦ στρατηγοῦ δύναμις.