190
Καὶ καθάπερ νυμφίος καλλωπιζόμενος ἀπὸ τῆς παστάδος πρόεισιν, οὕτω καὶ ὁ τούτοις φραττόμενος τοῖς ὅπλοις· καὶ γὰρ στρατιώτης ὁμοῦ καὶ νυμφίος ἐστίν. Εἰπὼν δὲ, ὅτι Ἡ ἡμέρα ἤγγικεν, οὐδὲ ἐγγὺς εἶναι αὐτὴν ἀφίησιν, ἀλλ' ἤδη αὐτὴν ἐφίστησι· φησὶ γὰρ, Ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν. Ἤδη γὰρ πάρεστιν ἡ ἡμέρα. Καὶ ἀφ' ὧν μάλιστα οἱ πολλοὶ προτρέπονται, ἀπὸ τούτων καὶ αὐτοὺς ἐφέλκεται, τῆς εὐσχημοσύνης· πολὺς γὰρ αὐτοῖς τῆς παρὰ τῶν πολλῶν δόξης ὁ λόγος. Καὶ οὐκ εἶπε, Περιπατεῖτε, ἀλλὰ, Περιπατήσωμεν, ὥστε ἀνεπαχθῆ ποιῆσαι τὴν παραίνεσιν, καὶ κούφην τὴν ἐπίπληξιν. Μὴ κώμοις καὶ μέθαις· οὐ τὸ πίνειν κωλύων, ἀλλὰ τὸ ἀμέτρως· οὐ τὸ ἀπολαύειν οἴνου, ἀλλὰ τὸ μετὰ παροινίας· ὥσπερ οὖν καὶ τὸ ἑξῆς μετὰ τοῦ αὐτοῦ μέτρου τίθησι λέγων· Μὴ κοίταις καὶ ἀσελγείαις. Οὐδὲ γὰρ ἐνταῦθα τὸ μίγνυσθαι γυναιξὶν ἀναιρεῖ, ἀλλὰ τὸ πορνεύειν. Μὴ ἔριδι καὶ ζήλῳ. Τὰ γὰρ καίρια τῶν παθῶν σβέννυσι τὴν ἐπιθυμίαν καὶ τὸν θυμόν. ∆ιόπερ οὐκ αὐτὰ μόνον, ἀλλὰ καὶ τὰς πηγὰς αὐτῶν ἀναιρεῖ. βʹ. Οὐδὲν γὰρ οὕτω καὶ ἐπιθυμίαν ἀνάπτει καὶ ὀργὴν ἐκκαίει, ὡς μέθη καὶ παροινία. ∆ιὰ τοῦτο πρότερον εἰπὼν, Μὴ κώμοις καὶ μέθαις, τότε ἐπήγαγε· Μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ. Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλ' ἀποδύσας ἡμᾶς τῶν πονηρῶν ἱματίων, ἄκουσον πῶς καλλωπίζει λοιπὸν λέγων· Ἀλλ' ἐνδύσασθε τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Οὐκέτι εἶπεν ἔργα, ἀλλὰ μειζόνως αὐτοὺς ἀνέστησεν. Ὅτε μὲν γὰρ περὶ τῆς κακίας ἔφησεν, ἔργα ἔλεγεν· ὅτε δὲ περὶ τῆς ἀρετῆς, οὐκέτι ἔργα, ἀλλ' ὅπλα, δεικνὺς ὅτι ἐν πάσῃ ἀσφαλείᾳ καθίστησιν 60.624 ἡ ἀρετὴ τὸν ἔχοντα αὐτὴν, καὶ ἐν πάσῃ λαμπρότητι. Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλ' ἐπὶ τὸ μεῖζον ἄγων τὸν λόγον, ὃ πολλῷ φρικωδέστερον ἦν, αὐτὸν τὸν ∆εσπότην δίδωσιν ἡμῖν ἱμάτιον, αὐτὸν τὸν βασιλέα. Ὁ γὰρ τοῦτον περιβεβλημένος, ἅπασαν ἔχει καθόλου τὴν ἀρετήν. Ὅταν δὲ εἴπῃ, Ἐνδύσασθε, πάντοθεν ἡμᾶς αὐτὸν περιβαλέσθαι κελεύει· ὥσπερ ἀλλαχοῦ φησιν, Εἰ δὲ Χριστὸς ἐν ὑμῖν· καὶ πάλιν, Εἰς τὸν ἔσω ἡμῶν ἄνθρωπον κατοικῆσαι τὸν Χριστόν. Καὶ γὰρ οἰκίαν αὐτῷ βούλεται εἶναι τὴν ψυχὴν τὴν ἡμετέραν, καὶ ὡς ἱμάτιον ἡμῖν αὐτὸν περικεῖσθαι, ἵνα πάντα αὐτὸς ἡμῖν ᾖ ἔσωθεν καὶ ἔξωθεν. Καὶ γὰρ πλήρωμα ἡμῶν αὐτός (καὶ γὰρ Πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου)· καὶ ὁδὸς καὶ ἀνὴρ καὶ νυμφίος (Ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνήν)· καὶ ῥίζα καὶ ποτὸν καὶ τροφὴ καὶ ζωή (Ζῶ γὰρ, φησὶν, οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός)· καὶ ἀπόστολος καὶ ἀρχιερεὺς καὶ διδάσκαλος καὶ πατὴρ καὶ ἀδελφὸς καὶ συγκληρονόμος, καὶ τάφου κοινωνὸς καὶ σταυροῦ (Συνετάφημεν γὰρ αὐτῷ, φησὶ, καὶ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ)· καὶ ἱκέτης (Ὑπὲρ γὰρ Χριστοῦ πρεσβεύομεν)· καὶ πρὸς τὸν Πατέρα συνήγορος (καὶ γὰρ Ἐντυγχάνει, φησὶν, ὑπὲρ ἡμῶν)· καὶ οἶκος καὶ ἔνοικος (Ὁ γὰρ ἐν ἐμοὶ μένων, κἀγὼ ἐν αὐτῷ), καὶ φίλος (Ὑμεῖς γὰρ φίλοι μού ἐστε)· καὶ θεμέλιος καὶ λίθος ἀκρογωνιαῖος· καὶ ἡμεῖς αὐτοῦ καὶ μέλη καὶ γεώργιον καὶ οἰκοδομὴ καὶ κλήματα καὶ συνεργοί. Τί γὰρ οὐ βούλεται ἡμῶν εἶναι, παντὶ τρόπῳ συγκολλῶν καὶ συνάπτων ἡμᾶς; ὅπερ τοῦ σφόδρα φιλοῦντός ἐστι. Πείθου τοίνυν, καὶ ἀναστὰς ἐξ ὕπνων ἔνδυσαι αὐτὸν, καὶ ἐνδυσάμενος εὐήνιον αὐτῷ πάρεχε τὴν σάρκα· τοῦτο γὰρ ᾐνίξατο εἰπὼν, Τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας. Ὥσπερ γὰρ οὐ τὸ πίνειν ἐκώλυσεν, ἀλλὰ τὸ μεθύειν, οὐδὲ τὸ γαμεῖν, ἀλλὰ τὸ ἀσελγεῖν· οὕτως οὐδὲ τὸ προνοεῖν τῆς σαρκὸς, ἀλλὰ τὸ εἰς ἐπιθυμίας, οἷον τὸ τὴν χρείαν ὑπερβαίνειν· ἐπεὶ, ὅτι γε προνοεῖν αὐτῆς κελεύει, ἄκουσον τί φησι Τιμοθέῳ· Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας. Οὕτω δὴ καὶ ἐνταῦθα προνόει μὲν, ἀλλὰ πρὸς ὑγείαν, μὴ πρὸς ἀσέλγειαν. Οὐδὲ γὰρ ἂν εἴη τοῦτο πρόνοια λοιπὸν, ὅταν τὴν φλόγα ἀνάπτῃς, ὅταν χαλεπὴν τὴν κάμινον ποιῇς. Ἵνα δὲ καὶ σαφέστερον μάθητε, τί ποτέ ἐστι τὸ προνοεῖν αὐτῆς εἰς ἐπιθυμίαν, καὶ φύγητε τὴν τοιαύτην πρόνοιαν, τοὺς μεθύοντας, τοὺς γαστριζομένους, τοὺς ἐν ἱματίοις καλλωπιζομένους, τοὺς θρυπτομένους, τοὺς τὸν