1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

191

ὑγρὸν καὶ διαῤῥέοντα ζῶντας βίον ἐννοήσατε, καὶ εἴσεσθε τὸ εἰρημένον. Ἐκεῖνοι γὰρ πάντα ποιοῦσιν, οὐχ ἵνα ὑγιαίνωσιν, ἀλλ' ἵνα σκιρτῶσιν, ἵνα τὴν ἐπιθυμίαν ἀνάπτωσιν. Ἀλλ' ὁ τὸν Χριστὸν ἐνδεδυμένος σὺ, πάντα ἐκεῖνα περικόψας, ἓν ζήτει μόνον, ὅπως ὑγιαίνουσαν ἔχῃς τὴν σάρκα· καὶ μέχρι τοσούτου προνόει ταύτης, περαιτέρω δὲ μηκέτι, ἀλλὰ πᾶσαν τὴν σπουδὴν εἰς τὴν τῶν πνευματικῶν ἀνάλισκε ἐπιμέλειαν. Οὕτω γὰρ καὶ ἀναστῆναι ἐκ τοῦ ὕπνου τούτου δυνήσῃ, μὴ βαρούμενος ταῖς ποικίλαις ταύταις ἐπιθυμίαις. Καὶ γὰρ ὕπνος ὁ παρὼν βίος, καὶ ὀνειράτων οὐδὲν τὰ ἐν αὐτῷ διενήνοχε. Καὶ καθάπερ οἱ καθεύδοντες καὶ παραφθέγγονται, καὶ ὁρῶσι πολλάκις οὐδὲν ὑγιὲς, οὕτω καὶ ἡμεῖς· μᾶλλον δὲ καὶ πολλῷ χεῖρον. Ὁ μὲν γὰρ αἰσχρά τινα πράξας ἢ εἰπὼν ὄναρ, ἀπαλλαγεὶς τοῦ ὕπνου, καὶ τῆς αἰσχύνης ἀπήλλακται, καὶ δίκην οὐ δίδωσιν· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ καὶ ἡ αἰσχύνη καὶ ἡ τιμωρία ἀθά 60.625 νατος. Πάλιν, οἱ πλουτοῦντες ὄναρ, ἡμέρας γενομένης ἐλέγχονται εἰκῆ πλουτήσαντες· ἐνταῦθα δὲ καὶ πρὸ τῆς ἡμέρας ὁ ἔλεγχος ἔπεισι πολλάκις, καὶ πρὶν ἀπελθεῖν ἐκεῖ, τὰ ὀνείρατα ταῦτα ἀπέπτη. Ἀποτιναξώμεθα τοίνυν τὸν πονηρὸν τοῦτον ὕπνον. Ἂν γὰρ καθεύδοντας ἡμᾶς ἡ ἡμέρα καταλάβῃ, θάνατος διαδέξεται ἀθάνατος· καὶ πρὸ τῆς ἡμέρας δὲ ἐκείνης πᾶσιν εὐεπιχείρητοι τοῖς ἐχθροῖς τοῖς ἐντεῦθεν ἐσόμεθα, καὶ ἀνθρώποις καὶ δαίμοσι· κἂν ἀνελεῖν βουληθῶσιν, ὁ κωλύσων οὐδείς. Εἰ μὲν γὰρ πολλοὶ οἱ ἐγρηγορότες ἦσαν, οὐκ ἦν τοσοῦτος ὁ κίνδυνος· ἐπειδὴ δὲ εἷς που καὶ δεύτερος λύχνον ἅψας, καθάπερ ἐν βαθυτάτῃ νυκτὶ τῶν ἄλλων καθευδόντων, ἐγρήγορε, διὰ τοῦτο πολλῆς ἡμῖν δεῖ τῆς ἀγρυπνίας, πολλῆς τῆς ἀσφαλείας, ὥστε μὴ τὰ ἀνήκεστα παθεῖν. γʹ. Οὐχὶ δοκεῖ λαμπρὰ ἡ ἡμέρα εἶναι νῦν; οὐχὶ πάντες ἐγρηγορέναι νομίζομεν καὶ νήφειν; Ἀλλ' ὅμως (καὶ τάχα γελάσεσθε τὸ εἰρημένον, ἐγὼ μέντοι αὐτὸ ἐρῶ) τοῖς ἐν βαθείᾳ νυκτὶ καθεύδουσί τε καὶ ῥέγχουσιν ἐοίκαμεν ἅπαντες. Καὶ εἴ γε οὐσίαν ἀσώματον ἦν ἰδεῖν, ἔδειξα ἂν ὑμῖν πῶς οἱ μὲν πλείους ῥέγχουσιν, ὁ δὲ διάβολος διορύττει τοίχους, καὶ κατασφάττει κειμένους, καὶ ὑφαιρεῖται τὰ ἔνδον, καθάπερ ἐν σκότῳ βαθεῖ μετὰ ἀδείας ἅπαντα πράττων. Μᾶλλον δὲ, εἰ καὶ ὀφθαλμοῖς τοῦτο ἰδεῖν ἀδύνατον, ὑπογράψωμεν αὐτὸ τῷ λόγῳ, καὶ ἐννοήσωμεν πόσοι ὑπὸ ἐπιθυμιῶν εἰσι πονηρῶν βεβαρημένοι, πόσοι τῷ χαλεπῷ τῆς ἀσελγείας κάρῳ κατεχόμενοι, καὶ τὸ φῶς τοῦ πνεύματος κατασβεννύντες. ∆ιά τοι τοῦτο ἕτερα ἀνθ' ἑτέρων βλέπουσιν, ἕτερα ἀνθ' ἑτέρων ἀκούουσι, καὶ οὐδενὶ τῶν ἐνταῦθα λεγομένων προσέχουσιν. Εἰ δὲ ἐγὼ ψεύδομαι ταῦτα λέγων, καὶ ἐγρηγορὼς ἕστηκας, εἰπέ μοι, τί γέγονεν ἐνταῦθα σήμερον, εἰ μὴ ὡς ὀνειράτων ἤκουσας; Καὶ οἶδα μὲν, ὅτι ἐροῦσί τινες· οὐδὲ γὰρ κατὰ πάντων ταῦτα λέγω· ἀλλὰ σὺ ὁ τοῖς εἰρημένοις ἔνοχος ὢν, ὁ μάτην ἐνταῦθα εἰσελθὼν, εἰπὲ, τίς προφήτης, ποῖος ἀπόστολος σήμερον διελέχθη ἡμῖν, καὶ περὶ τίνων. Ἀλλ' οὐκ ἂν ἔχοις εἰπεῖν· καὶ γὰρ πολλὰ ὡς ἐν ὀνείρῳ διελέχθης ἐνταῦθα, τῶν ἀληθινῶν οὐκ ἀκούσας πραγμάτων. Ταῦτα δέ μοι καὶ πρὸς γυναῖκας εἰρήσθω· καὶ γὰρ ἐν ἐκείναις πολὺς ὁ ὕπνος· καὶ εἴθε ὕπνος. Ὁ μὲν γὰρ καθεύδων οὔτε πονηρόν τι φθέγγεται, οὔτε χρηστόν· ὁ δὲ οὕτως ἐγρηγορὼς ὡς ὑμεῖς, πολλὰ καὶ ἐπὶ κακῷ τῆς ἑαυτοῦ κεφαλῆς ἐκβάλλει ῥήματα, τόκους ἀριθμῶν, λογισμοὺς δανεισμάτων συντιθεὶς, καπηλείας ἀναισχύντου μεμνημένος, τὰς ἀκάνθας πυκνὰς καταφυτεύων ἐν τῇ ἑαυτοῦ ψυχῇ, καὶ τὸν σπόρον οὐκ ἀφεὶς οὐδὲ μικρὸν προκύψαι ποτέ. Ἀλλὰ διανάστηθι, καὶ τὰς ἀκάνθας ταύτας προῤῥίζους ἀνάσπασον, καὶ τὴν μέθην ἀποτίναξαι· καὶ γὰρ ἐντεῦθεν ὁ ὕπνος. Μέθην δὲ οὐκ οἴνου λέγω μόνον, ἀλλὰ καὶ τῶν βιωτικῶν φροντίδων, καὶ μετὰ τούτων καὶ τὴν ἀπὸ τοῦ οἴνου. Ταῦτα δὲ οὐχὶ πλουσίοις μόνον, ἀλλὰ καὶ πένησι παραινῶ, καὶ μάλιστα τοῖς τὰ φιλικὰ συγκροτοῦσι συμπόσια. Οὐ γάρ ἐστι τοῦτο τρυφὴ οὐδὲ ἄνεσις, ἀλλὰ κόλασις καὶ τιμωρία· τρυφὴ γὰρ οὐκ αἰσχρὰ εἰπεῖν, ἀλλὰ σεμνὰ φθέγξασθαι, ἐμπλησθῆναι, οὐ διαῤῥαγῆναι. Εἰ δὲ ἡδονὴν αὐτὸ νομίζεις, δεῖξόν 60.626 μοι ἐν ἑσπέρᾳ τὴν ἡδονήν·