192
ἀλλ' οὐκ ἂν ἔχοις. Καὶ οὔπω λέγω τὰς ἐντεῦθεν βλάβας, ἀλλὰ τέως περὶ τῆς ἡδονῆς σοι διαλέγομαι τῆς εὐθέως μαραινομένης· ὁμοῦ τε γὰρ διελύθη τὸ συμπόσιον, καὶ ἀπέπτη τὰ τῆς εὐφροσύνης. Ὅταν δὲ καὶ τὸν ἔμετον εἴπω, καὶ τὰς καρηβαρίας, καὶ τὰ μυρία νοσήματα, καὶ τὴν τῆς ψυχῆς αἰχμαλωσίαν, τί πρὸς ταῦτα ἐρεῖς; Μὴ γὰρ, ἐπειδὴ πένητές ἐσμεν, καὶ ἀσχημονεῖν ὀφείλομεν; Ταῦτα δὲ λέγω, οὐ κωλύων συνιέναι οὐδὲ κοινῇ συνδειπνεῖν, ἀλλὰ κωλύων ἀσχημονεῖν, καὶ βουλόμενος τὴν τρυφὴν εἶναι τρυφὴν, ἀλλὰ μὴ κόλασιν μηδὲ τιμωρίαν καὶ μέθην καὶ κῶμον. Μαθέτωσαν Ἕλληνες, ὅτι μάλιστα Χριστιανοὶ τρυφᾷν ἴσασι, καὶ τρυφᾷν μετὰ κόσμου. Ἀγαλλιᾶσθε γὰρ, φησὶ, τῷ Κυρίῳ ἐν τρόμῳ. Πῶς δὲ ἔστιν ἀγαλλιᾶσθαι; Ὕμνους λέγοντας, εὐχὰς ποιουμένους, ψαλμοὺς ἐπεισάγοντας ἀντὶ τῶν ἀνελευθέρων ἐκείνων ᾀσμάτων. Οὕτω καὶ ὁ Χριστὸς τῇ τραπέζῃ παρέσται, καὶ εὐλογίας ἐμπλήσει τὴν εὐωχίαν ἅπασαν, ὅταν εὔχῃ, ὅταν ᾄδῃς πνευματικὰ, ὅταν πένητας ἐπὶ τῶν προκειμένων τὴν κοινωνίαν καλῇς, ὅταν εὐταξίαν πολλὴν καὶ σωφροσύνην ἐπιστήσῃς τῷ συμποσίῳ· οὕτω καὶ ἐκκλησίαν ἐργάσῃ τὸν τόπον, ἀντὶ τῶν ἀκαίρων κραυγῶν καὶ εὐφημιῶν τὸν τῶν ἁπάντων ∆εσπότην ὑμνῶν. Καὶ μή μοι λέγε, ὅτι ἕτερος ἐκράτησε νόμος, ἀλλὰ διορθοῦ τὰ κακῶς ἔχοντα. Εἴτε γὰρ ἐσθίετε, φησὶν, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε. Καὶ γὰρ ἀπὸ τῶν τοιούτων τραπεζῶν ὑμῖν αἱ πονηραὶ ἐπιθυμίαι, ἐντεῦθεν αἱ ἀσέλγειαι, ἐντεῦθεν αἱ γυναῖκες μὲν ἐν καταφρονήσει, αἱ δὲ πόρναι ἐν τιμῇ παρ' ὑμῖν· ἐντεῦθεν αἱ τῶν οἰκιῶν ἀνατροπαὶ, καὶ τὰ μυρία κακὰ, καὶ ἄνω καὶ κάτω πάντα γέγονε, καὶ τὴν πηγὴν ἀφέντες τὴν καθαρὰν, ἐπὶ τοῦ βορβόρου τὸν ὀχετὸν τρέχετε. Ὅτι γὰρ βόρβορος τὸ τῆς πόρνης σῶμα, οὐδένα ἕτερον ἐρωτῶ, ἀλλ' αὐτόν σε τὸν ἐγκαλινδούμενον τῷ βορβόρῳ, εἰ μὴ σαυτὸν ἐρυθριᾷς, εἰ μὴ ἀκάθαρτον εἶναι νομίζεις μετὰ τὴν ἁμαρτίαν. ∆ιὸ, παρακαλῶ, φεύγετε τὴν πορνείαν καὶ τὴν ταύτης μητέρα τὴν μέθην· Τί σπείρεις ὅπου θερίσαι οὐκ ἔνι, μᾶλλον δὲ, κἂν θερίσῃς, πολλήν σοι φέρει τὴν αἰσχύνην ὁ καρπός; Κἂν γὰρ τεχθῇ παιδίον, καὶ σὲ ᾔσχυνε, καὶ αὐτὸ ἠδίκηται διὰ σὲ νόθον καὶ δυσγενὲς γενόμενον. Κἂν μυρία αὐτῷ καταλίπῃς χρήματα, ἄτιμος ἐν οἰκίᾳ, ἄτιμος ἐν πόλει, ἄτιμος ἐν δικαστηρίῳ, καὶ ὁ ἐκ πόρνης καὶ ὁ ἐκ δούλης· ἄτιμος δὲ καὶ σὺ πάλιν, καὶ ζῶν καὶ τετελευτηκώς· κἂν γὰρ ἀπέλθῃς, μένει τὰ ὑπομνήματα τῆς ἀσχημοσύνης. Τί τοίνυν ἅπαντα καταισχύνεις; δʹ. Τί σπείρεις ἔνθα ἡ ἄρουρα σπουδάζει διαφθεῖραι τὸν καρπόν; ἔνθα πολλὰ τὰ ἀτόκια; ἔνθα πρὸ τῆς γενέσεως φόνος; καὶ γὰρ καὶ τὴν πόρνην οὐκ ἀφίης μεῖναι πόρνην μόνον, ἀλλὰ καὶ ἀνδροφόνον ποιεῖς. Εἶδες ἀπὸ μέθης πορνείαν, ἀπὸ πορνείας μοιχείαν, ἀπὸ μοιχείας φόνον; μᾶλλον δὲ καὶ φόνου τι χεῖρον· οὐδὲ γὰρ ἔχω πῶς αὐτὸ καλέσω· οὐ γὰρ τεχθέντα ἀναιρεῖ, ἀλλὰ καὶ τεχθῆναι κωλύει. Τί τοίνυν; Καὶ τοῦ Θεοῦ τὴν δωρεὰν ὑβρίζεις, καὶ τοῖς αὐτοῦ μάχῃ νόμοις, καὶ ὅπερ ἐστὶ κατάρα, τοῦτο ὡς εὐλογίαν μεταδιώκεις, καὶ τὸ ταμιεῖον τῆς γενέσεως ταμιεῖον ποιεῖς σφαγῆς, καὶ τὴν πρὸς παιδοποιίαν δοθεῖσαν 60.627 γυναῖκα πρὸς φόνον παρασκευάζεις; Ἵνα γὰρ ἀεὶ τοῖς ἐρασταῖς εὔχρηστος ᾖ καὶ ποθεινὴ καὶ πλέον ἀργύριον ἕλκῃ, οὐδὲ τοῦτο παραιτεῖται ποιῆσαι, μέγα ἐπὶ τὴν σὴν κεφαλὴν τὸ πῦρ ἐντεῦθεν σωρεύουσα· εἰ γὰρ καὶ ἐκείνης τὸ τόλμημα, ἀλλὰ σὴ ἡ αἰτία γίνεται. Ἐντεῦθεν καὶ εἰδωλολατρεῖαι. Πολλαὶ γὰρ ὥστε ἐπιχαρεῖς γενέσθαι, καὶ ἐπῳδὰς καὶ σπονδὰς καὶ φίλτρα καὶ μυρία ἕτερα μηχανῶνται. Ἀλλ' ὅμως μετὰ τοσαύτην ἀσχημοσύνην, μετὰ φόνους, μετὰ εἰδωλολατρείας, πολλοῖς ἀδιάφορον τὸ πρᾶγμα εἶναι δοκεῖ, πολλοῖς καὶ γυναῖκας ἔχουσιν· ἔνθα καὶ πλείων ὁ φορυτὸς τῶν κακῶν. Καὶ γὰρ φαρμακεῖαι λοιπὸν κινοῦνται, οὐκ ἐπὶ τὴν νηδὺν τὴν πορνευομένην, ἀλλ' ἐπὶ τὴν ἠδικημένην γυναῖκα, καὶ ἐπιβουλαὶ μυρίαι, καὶ δαιμόνων κλήσεις, καὶ νεκυομαντεῖαι, καὶ πόλεμοι καθημερινοὶ, καὶ ἄσπονδοι μάχαι, καὶ σύντροφοι φιλονεικίαι. ∆ιὸ καὶ ὁ Παῦλος εἰπὼν, Μὴ κοίταις καὶ ἀσελγείαις, ἐπήγαγε, Μὴ ἔριδι καὶ ζήλῳ· εἰδὼς τοὺς ἐντεῦθεν