193
πολέμους, τῶν οἰκιῶν τὰς ἀνατροπὰς, τῶν εὐγενῶν παίδων τὰς ἀδικίας, τὰ μυρία κακά. Ἵν' οὖν ταῦτα διαφύγωμεν ἅπαντα, τὸν Χριστὸν ἐνδυσώμεθα, καὶ μετ' αὐτοῦ διηνεκῶς ὦμεν· ἐπεὶ καὶ τοῦτό ἐστιν ἐνδύσασθαι, τὸ μηδέποτε αὐτοῦ ἀπολειφθῆναι, τὸ πάντοθεν αὐτὸν φαίνεσθαι ἐν ἡμῖν διὰ τῆς ἁγιωσύνης ἡμῶν, διὰ τῆς ἐπιεικείας. Οὕτω καὶ ἐπὶ φίλων λέγομεν, Ὁ δεῖνα τὸν δεῖνα ἐνεδύσατο, τὴν πολλὴν ἀγάπην λέγοντες καὶ τὴν ἀδιάλειπτον συνουσίαν· ὁ γὰρ ἐνδυσάμενος, ἐκεῖνο φαίνεται, ὅπερ ἐνδέδυται. Φαινέσθω τοίνυν πάντοθεν ἐν ἡμῖν ὁ Χριστός. Καὶ πῶς φανεῖται; Ἂν τὰ ἐκείνου ποιῇς. Τί δὲ ἐκεῖνος ἐποίησεν; Ὁ Υἱὸς τοῦ ἀνθρώπου, φησὶν, οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. Τοῦτο καὶ σὺ ζήλωσον. Τροφῆς ἀπολαῦσαι ἔδει, καὶ κριθίνοις ἄρτοις ἐκέχρητο· ἀποδημῆσαι ἐχρῆν, καὶ οὐδαμοῦ ἵπποι καὶ ὑποζύγια, ἀλλὰ τοσαῦτα ἐβάδιζεν, ὥστε καὶ κοπιᾶσαι· καθευδῆσαι ἔδει, καὶ ἐπὶ προσ 60.628 κεφαλαίου ἔκειτο ἐπὶ τῆς πρώρας· κατακλιθῆναι ἐχρῆν, καὶ ἐπὶ χόρτου καταπεσεῖν ἐκέλευσε. Καὶ τὰ ἱμάτια δὲ εὐτελῆ· καὶ πολλαχοῦ μόνος διέτριβεν, οὐδένα ἐπισυρόμενος. Καὶ τὰ ἐν τῷ σταυρῷ δὲ, καὶ τὰ ἐν ταῖς ὕβρεσι, καὶ πάντα ἁπλῶς καταμαθὼν, ζήλωσον· καὶ οὕτως ἐνεδύσω τὸν Χριστὸν, ἂν τῆς σαρκὸς πρόνοιαν μὴ ποιῇς εἰς ἐπιθυμίας· οὐδὲ γὰρ ἡδονὴν τὸ πρᾶγμα ἔχει. Καὶ γὰρ αἱ ἐπιθυμίαι αὗται τίκτουσι πάλιν ἑτέρας δριμυτέρας, καὶ οὐδέποτε λήψῃ κόρον, ἀλλὰ βάσανον ἐργάσῃ σαυτῷ μεγάλην. Ὥσπερ γὰρ ὁ διηνεκῶς ὢν ἐν τῷ διψῇν, κἂν μυρίας ἔχῃ παρακειμένας πηγὰς, οὐδὲν ἐντεῦθεν κερδαίνει, μὴ δυνάμενος τὸ νόσημα σβέσαι· οὕτω καὶ ὁ διηνεκῶς ἐν ἐπιθυμίαις ζῶν. Ἂν δὲ τῆς χρείας ᾖς ἐντὸς, οὐδέποτε τοῦτον δέξῃ τὸν πυρετὸν, ἀλλὰ πάντα ἐκεῖνα οἰχήσεται, καὶ μέθαι καὶ ἀσέλγειαι. Τοσοῦτον τοίνυν ἔσθιε ὅσον λῦσαι λιμὸν, τοιαῦτα ἐνδύου οἷον σκέπεσθαι μόνον, μηδὲ καλλώπιζε ἱματίοις τὴν σάρκα, ἵνα μὴ αὐτὴν ἀπολέσῃς· καὶ γὰρ καὶ μαλακωτέραν αὐτὴν ποιεῖς, καὶ τὴν εὐεξίαν αὐτῆς λυμαίνῃ, τῇ πολλῇ βλακείᾳ διαλύων αὐτήν. Ἵν' οὖν ἔχῃς αὐτὴν ὄχημα καλὸν τῆς ψυχῆς, ἵνα ὁ κυβερνήτης ἀσφαλῶς ἐπὶ τῶν οἰάκων κάθηται, καὶ ὁ στρατιώτης εὐκόλως μεταχειρίζῃ τὰ ὅπλα, εὐάρμοστα πάντα ποίει. Οὐ γὰρ τὸ πολλὰ ἔχειν, ἀλλὰ τὸ ὀλίγων δεῖσθαι, ἀναλώτους ποιεῖ. Ἐκεῖνος μὲν γὰρ, κἂν μὴ ἀδικηθῇ, δέδοικεν· οὗτος δὲ, κἂν ἀδικηθῇ, τῶν οὐκ ἠδικημένων ἄμεινον διακείσεται, καὶ ἐν πλείονι καὶ διὰ τοῦτο ἔσται εὐθυμίᾳ. Μὴ τοίνυν τοῦτο ζητῶμεν, ὅπως μηδεὶς ἐπηρεάσῃ, ἀλλ' ὅπως, κἂν ἐπηρεάζειν βούληται, μὴ δύνηται. Τοῦτο δὲ οὐδαμόθεν ἑτέρωθεν ἔσται, ἀλλ' ἢ ἐκ τοῦ τῆς χρείας ἔχεσθαι, καὶ μὴ πλειόνων ἐπιθυμεῖν. Οὕτω γὰρ καὶ ἐνταῦθα τρυφῆσαι δυνησόμεθα, καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΚΕʹ.
Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις
διαλογισμῶν. Ὃς μὲν πιστεύει φαγεῖν πάντα· ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει. αʹ. Οἶδα, ὅτι πολλοῖς ἄπορον τὸ εἰρημένον. ∆ιὸ πρότερον ἀναγκαῖον εἰπεῖν τοῦ χωρίου τούτου παντὸς τὴν ὑπόθεσιν, καὶ τί βουλόμενος διορθῶσαι, ταῦτα γράφει. Τί τοίνυν βούλεται διορθοῦν; Ἦσαν πολλοὶ τῶν ἐξ Ἰουδαίων πεπιστευκότων, οἳ τῇ τοῦ νόμου κατεχόμενοι συνειδήσει καὶ μετὰ τὴν πίστιν τῶν βρωμάτων ἐφύλαττον ἔτι τὴν παρατήρησιν, οὔπω θαῤῥοῦντες τέλεον ἀποστῆναι τοῦ νόμου. Εἶτα, ὥστε μὴ γενέσθαι εὐφώρατοι, τῶν χοιρείων ἀπεχόμενοι μόνον, πάντων ἑξῆς ἀπείχοντο τῶν κρεῶν, καὶ λάχανα ἤσθιον μόνον, ἵνα νηστεία μᾶλλον εἶναι δοκῇ τὸ γινόμενον, ἀλλὰ μὴ νόμου παρατήρησις. Ἕτεροι πάλιν ἦσαν τελειότεροι, οὐδὲ ἓν τοιοῦτον παρατηροῦντες, οἳ τούτοις τοῖς παρατηροῦσι φορτικοὶ καὶ ἐπαχθεῖς ἐγίνοντο, ὀνειδίζοντες, ἐγκαλοῦντες, εἰς ἀθυμίαν ἐμβάλλοντες. ∆εδοικὼς τοίνυν ὁ μακάριος