195
ἵνα μὴ ἀπογνῷ, καὶ ἀσθενοῦντα αὐτὸν οἰκέτην καλεῖ, λέγων· Σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; Καὶ ἐνταῦθα δὲ πάλιν λανθανόντως αὐτοῦ καθάπτεται. Οὐ γὰρ ἐπειδὴ ἄξια τοῦ μὴ κρίνεσθαι ποιεῖ, διὰ τοῦτο κελεύω μὴ κρῖναι, ἀλλ' ἐπειδὴ ἀλλότριός ἐστιν οἰκέτης, τουτέστιν, οὐ σὸς, ἀλλὰ τοῦ Θεοῦ. Εἶτα παραμυθούμενος αὐτὸν πάλιν, οὐκ εἶπεν, ὅτι Πίπτει, ἀλλὰ τί; Στήκει ἢ πίπτει. Ἄν τε δὲ τοῦτο, ἄν τε ἐκεῖνο ἦ, τῷ ∆εσπότῃ διαφέρει ταῦτα ἀμφότερα· καὶ γὰρ ἡ ζημία ἐκεῖ τείνει, πεσόντος, ὥσπερ οὖν καὶ ὁ πλοῦ 60.630 τος, ἑστῶτος. Ταῦτα δὲ, εἰ μὴ τὸν σκοπὸν πάλιν κατίδωμεν τοῦ Παύλου, βουλομένου μὴ πρὸ καιροῦ τοῦ προσήκοντος ἐπιτιμᾶσθαι αὐτοὺς, σφόδρα ἀνάξια τῆς Χριστιανοῖς πρεπούσης κηδεμονίας ἐστίν. Ἀλλ' ὅπερ ἀεὶ λέγω, τὴν γνώμην ἐξετάζειν δεῖ, μεθ' ἧς λέγεται, καὶ τὴν ὑπόθεσιν, περὶ ἧς λέγεται, καὶ τί σπουδάζων κατορθῶσαι λέγει. Οὐχ ὡς ἔτυχε δὲ ἐνέτρεψε, τοῦτο εἰπών. Εἰ γὰρ ὁ Θεὸς, φησὶν, ὁ τὴν ζημίαν ὑπομένων, οὐδὲν ποιεῖ τέως, πῶς οὐκ ἂν εἴης ἄκαιρος σὺ καὶ πέρα τοῦ μέτρου περίεργος, ἄγχων αὐτὸν καὶ ἐνοχλῶν; Ὃς μὲν κρίνει ἡμέραν παρ' ἡμέραν, ὃς δὲ κρίνει πᾶσαν ἡμέραν. Ἐνταῦθα δέ μοι δοκεῖ ἠρέμα καὶ περὶ νηστείας αἰνίττεσθαι. Καὶ γὰρ εἰκὸς τῶν νηστευόντων τινὰς τοὺς μὴ νηστεύοντας κρίνειν διηνεκῶς· ἢ καὶ ἐν ταῖς παρατηρήσεσιν εἰκὸς εἶναί τινας τοὺς ῥητὰς ἡμέρας ἀπεχομένους, καὶ ῥητὰς ἐχομένους· διὸ καὶ ἔλεγεν, Ἕκαστος τῷ ἰδίῳ νοῒ πληροφορείσθω. Οὕτω γὰρ καὶ τῶν παρατηρούντων τὸν φόβον ἐξέλυεν, ἀδιάφορον τὸ πρᾶγμα εἶναι λέγων, καὶ τῶν ἐπιτιθεμένων αὐτοῖς σφοδρῶς τὴν φιλονεικίαν ἀνῄρει, δεικνὺς ὅτι καὶ οὐ σφόδρα περισπούδαστον περὶ τούτων ἐνοχλεῖν συνεχῶς. Οὐ σφόδρα δὲ περισπούδαστον, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὸν καιρὸν, καὶ διὰ τὸ νεήλυδας εἶναι ἐν τῇ πίστει. Ἐπεὶ Κολοσσαεῦσι γράφων, μετὰ πολλῆς ἀπαγορεύει τοῦτο τῆς σπουδῆς, λέγων· Βλέπετε, μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου, καὶ οὐ κατὰ Χριστόν· καὶ πάλιν, Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει, ἢ ἐν πόσει· καὶ, Μηδεὶς ὑμᾶς καταβραβευέτω. Καὶ Γαλάταις δὲ ἐπιστέλλων, μετὰ πολλῆς ἀκριβείας ἀπαιτεῖ παρ' αὐτῶν τὴν ἐν τοῖς τοιούτοις φιλοσοφίαν καὶ τελειότητα. Ἐνταῦθα δὲ οὐ κέχρηται τούτῳ τῷ τόνῳ, διὰ τὸ νεόφυτον εἶναι παρ' αὐτοῖς τὴν πίστιν. Μὴ τοίνυν εἰς πάντα ἕλκωμεν τὸ, Ἕκαστος τῷ ἰδίῳ νοῒ πληροφορείσθω. Ὅταν γὰρ περὶ δογμάτων ὁ λόγος ᾖ, ἄκουσον τί φησιν· Εἴ τις ὑμῖν εὐαγγελίζεται παρ' ὃ παρελάβετε, κἂν ἄγγελος ᾖ, ἀνάθεμα ἔστω· καὶ πάλιν, Φοβοῦμαι δὲ, μή πως ὡς ὄφις Εὔαν ἠπάτησεν, οὕτω φθαρῇ τὰ νοήματα ὑμῶν. Καὶ Φιλιππησίοις δὲ ἐπιστέλλων ἔλεγε· Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας, βλέπετε τὴν κατατομήν. Παρὰ δὲ Ῥωμαίοις ἐπειδὴ οὐκ ἦν τέως καιρὸς τὰ τοιαῦτα διορθοῦν, Ἕκαστος, φησὶν, ἐν τῷ ἰδίῳ νοῒ πληροφορείσθω. Καὶ γὰρ περὶ νηστείας ὁ λόγος ἦν, καὶ τὴν ἐκείνων τοίνυν ἀλαζονείαν καθαιρῶν, καὶ τούτων ἐκλύων τὸν φόβον, ταῦτα ἔλεγεν. Ὁ φρονῶν τὴν ἡμέραν, Κυρίῳ φρονεῖ· καὶ ὁ μὴ φρονῶν τὴν ἡμέραν, Κυρίῳ οὐ φρονεῖ. Καὶ ὁ ἐσθίων, Κυρίῳ ἐσθίει· εὐχαριστεῖ γὰρ τῷ Θεῷ· καὶ ὁ μὴ ἐσθίων, Κυρίῳ οὐκ ἐσθίει, καὶ εὐχαριστεῖ τῷ Θεῷ. Ἔτι τῶν αὐτῶν ἔχεται. Ὃ δὲ λέγει, τοιοῦτόνἐστιν· Οὐ περὶ τὰ καίρια τὸ πρᾶγμά ἐστι· τὸ γὰρ ζητούμενον, εἰ διὰ τὸν Θεὸν καὶ οὗτος κἀκεῖνος ἐργάζεται, εἰ ἀμφότεροι εἰς εὐχαριστίαν τελευτῶσι. Καὶ γὰρ καὶ ἐκεῖνος καὶ οὗτος εὐχαριστοῦσι τῷ Θεῷ. Εἰ τοίνυν ἀμφότεροι εὐχαριστοῦσιν, οὐ πολὺ τὸ μέσον. Σὺ δέ μοι σκόπει πῶς καὶ ἐνταῦθα πλήττει λανθανόντως τὸν ἰουδαΐζοντα. Εἰ γὰρ τὸ 60.631 ζητούμενον τοῦτό ἐστι τὸ εὐχαριστεῖν, εὔδηλον ὅτι ὁ ἐσθίων οὗτός ἐστιν ὁ εὐχαριστῶν, οὐχ ὁ μὴ ἐσθίων. Πῶς γὰρ, ἔτι τοῦ νόμου ἐχόμενος; Ὅπερ οὖν καὶ πρὸς Γαλάτας ἔλεγεν· Οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσετε. Ἀλλ' ἐνταῦθα αἰνίττεται μὲν αὐτὸ, οὐκ ἀνακαλύπτει δὲ αὐτὸ οὕτως· οὔπω γὰρ ἦν καιρός· ἀλλὰ τέως διαβαστάζει, καὶ διὰ τῶν ἑξῆς αὐτὸ παρανοίγει μᾶλλον. Εἰπὼν γάρ· Οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῇ,