1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

198

ἀγγέλοις αὐτοῦ; οὐχ ὁ τὰ ῥυπαρὰ ἐνδεδυμένος ἱμάτια, χεῖρας καὶ πόδας δεθεὶς ἀπολεῖται; οὐχ ὁ τὰ ἑκατὸν δηνάρια ἀπαιτήσας παραδίδοται τοῖς βασανισταῖς; οὐ τὸ περὶ τῶν μοιχῶν εἰρημένον ἀληθὲς, ὅτι Ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται; ἀλλ' ἀπειλαὶ ταῦτα μόνον; Ναὶ, φησί. Καὶ πόθεν, εἰπέ μοι, πρᾶγμα τοσοῦτον τολμᾷς ἀποφήνασθαι, καὶ ταῦτα οἴκοθεν φέρων τὴν ψῆφον; Ἐγὼ γὰρ καὶ ἀφ' ὧν εἴρηκεν ὁ Χριστὸς καὶ ἀφ' ὧν πεποίηκε, τοὐναντίον ἀποδεῖξαι δυνήσομαι. Εἰ γὰρ ἀπὸ τῶν μελλόντων κολάσεων οὐ πιστεύεις, κἂν ἀπὸ τῶν ἤδη γεγενημένων πίστευε· οὐ γὰρ δὴ τὰ γεγενημένα καὶ εἰς ἔργον ἐξελθόντα ἀπειλαὶ καὶ ῥήματα. Τίς οὖν τὴν οἰκουμένην ἐπέκλυσεν ἅπασαν ἐπὶ τοῦ Νῶε, καὶ τὸ χαλεπὸν ἐκεῖνο ναυάγιον εἰργάσατο, καὶ τὴν τοῦ γένους ἡμῶν πανωλεθρίαν παντός; τίς μετὰ ταῦτα τοὺς κεραυνοὺς ἐκείνους καὶ τοὺς πρηστῆρας ἀφῆκεν ἐπὶ τὴν Σοδόμων γῆν; τίς τὴν Αἴγυπτον ἅπασαν κατεπόντισε; τίς τὰς ἑξακοσίας χιλιάδας ἐπὶ τῆς ἐρήμου κατανάλωσε; τίς τὴν συναγωγὴν Ἀβειρὼν κατέφλεξε; τίς τοῖς περὶ Κορὲ καὶ ∆αθὰν ἀνοῖξαι τῇ γῇ τὸ στόμα καὶ καταπιεῖν ἐκέλευσε; τίς τὰς ἑβδομήκοντα χιλιάδας ἐν μιᾷ καιροῦ ῥοπῇ κατήνεγκεν ἐπὶ τοῦ ∆αυΐδ; 60.634 Εἴπω καὶ τοὺς κατ' ἰδίαν κολασθέντας; τὸν διηνεκεῖ παραδοθέντα τιμωρίᾳ Κάϊν; τὸν καταλευσθέντα μετὰ τοῦ γένους παντὸς Χαρμήν; τὸν ὑπὲρ συλλογῆς ξύλων τὸ αὐτὸ τοῦτο παθόντα ἐν σαββάτῳ; τοὺς τεσσαράκοντα παῖδας καὶ δύο ἐπὶ Ἐλισσαίου, τοὺς ὑπὸ τῶν θηρίων ἐκείνων δαπανηθέντας, καὶ μηδὲ ἀπὸ τῆς ἡλικίας τυχόντας συγγνώμης; εʹ. Εἰ δὲ καὶ μετὰ τὴν χάριν τὰ αὐτὰ ταῦτα ἰδεῖν ἐθέλεις, ἐννόησον πόσα ἔπαθον οἱ Ἰουδαῖοι, πῶς τὰ ἴδια τέκνα κατέφαγον αἱ γυναῖκες, αἱ μὲν ὀπτῶσαι, αἱ δὲ ἄλλως δαπανῶσαι· πῶς λιμῷ παραδοθέντες ἀνηκέστῳ καὶ πολέμοις ποικίλοις καὶ χαλεποῖς, πάσας τὰς ἔμπροσθεν τραγῳδίας ἀπέκρυψαν τῇ τῶν οἰκείων ὑπερβολῇ συμφορῶν. Ὅτι γὰρ ὁ Χριστὸς αὐτοὺς ταῦτα εἰργάσατο, ἄκουσον αὐτοῦ τοῦτο προλέγοντος καὶ διὰ παραβολῶν, καὶ σαφῶς καὶ διαῤῥήδην· διὰ παραβολῶν, ὡς ὅταν λέγῃ· Τοὺς δὲ μὴ βουληθέντας με βασιλεῦσαι ἀγάγετε ὧδε καὶ κατασφάξατε· καὶ διὰ τοῦ ἀμπελῶνος, καὶ διὰ τοῦ γάμου· σαφῶς δὲ καὶ διαῤῥήδην, ὡς ὅταν ἀπειλῇ, ὅτι Πεσοῦνται ἐν στόματι μαχαίρας, καὶ αἰχμαλωτισθήσονται εἰς τὰ ἔθνη, καὶ ἔσται συνοχὴ ἐπὶ γῆς ἐθνῶν, ἐν ἀπορίᾳ ἠχούσης θαλάσσης καὶ σάλου, ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου· καὶ, Ἔσται θλῖψις τοιαύτη, οἵα οὐδέποτε γέγονεν ἀπ' ἀρχῆς, οὐδὲ μὴ ἔσται. Καὶ ὁ Ἀνανίας δὲ καὶ ἡ Σάπφειρα ὑπὲρ κλοπῆς ὀλίγων ἀργυρίων ὅσην ἔδωκαν δίκην, ἅπαντες ἴστε· τὰς δὲ καθημερινὰς συμφορὰς οὐχ ὁρᾷς; ἢ οὐδὲ ταῦτα γεγένηται; Οὐχ ὁρᾷς καὶ νῦν τοὺς λιμῷ τηκομένους; τοὺς ἐλέφαντι καὶ λώβῃ σώματος κατεχομένους; τοὺς πενίᾳ διηνεκεῖ συζῶντας; τοὺς μυρία ἀνήκεστα πάσχοντας; Πῶς οὖν ἂν ἔχοι λόγον τοὺς μὲν κολάζεσθαι, τοὺς δὲ μὴ κολάζεσθαι; Εἰ γὰρ μὴ ἄδικος ὁ Θεὸς, ὥσπερ οὖν οὐδὲ ἄδικος, πάντως καὶ σὺ δώσεις δίκην ἁμαρτάνων· εἰ δὲ, ἐπειδὴ φιλάνθρωπός ἐστιν, οὐ κολάζει, οὐδὲ τούτους ἔδει κολασθῆναι. Νυνὶ δὲ διὰ ταῦτα ἡμῶν τὰ ῥήματα πολλοὺς καὶ ἐνταῦθα κολάζει ὁ Θεὸς, ἵν' ὅταν τοῖς ῥήμασι μὴ πιστεύσητε τῆς ἀπειλῆς, κἂν τοῖς πράγμασι πιστεύσητε τῆς τιμωρίας· καὶ ἐπειδὴ τὰ παλαιὰ οὐχ οὕτως ἡμᾶς φοβεῖ, τοῖς ἐφ' ἑκάστης γενεᾶς συμβαίνουσι τοὺς κατὰ καιρὸν διορθοῦται ῥᾳθυμοῦντας. Καὶ τίνος ἕνεκεν οὐ πάντας ἐνταῦθα κολάζει, φησίν; Ἵνα δῷ τοῖς ἄλλοις προθεσμίαν μετανοίας. Τίνος οὖν ἕνεκεν οὐ πάντας ἐκεῖ τιμωρεῖται; Ἵνα μὴ πολλοὶ διαπιστήσωσιν αὐτοῦ τῇ προνοίᾳ. Πόσοι λῃσταὶ οἱ μὲν ἑάλωσαν, οἱ δὲ ἀπῆλθον μὴ δόντες δίκην; ποῦ τοίνυν ἡ φιλανθρωπία τοῦ Θεοῦ καὶ ἡ δικαιοκρισία; ἐμὸν γὰρ λοιπόν ἐστιν ἐρέσθαι σε. Εἰ μὲν γὰρ μηδεὶς ὅλως ἐτιμωρεῖτο, εἶχες ἐπὶ τοῦτο καταφυγεῖν· ὅταν δὲ οἱ μὲν δῶσι δίκην, οἱ δὲ μὴ δῶσι, καὶ ταῦτα χεῖρον ἁμαρτόντες, πῶς ἂν ἔχοι λόγον τῶν αὐτῶν πλημμελημάτων μὴ τὰς αὐτὰς εἶναι δίκας; πῶς δὲ οὐκ ἂν δόξειαν ἀδικεῖσθαι οἱ κολασθέντες; Τίνος οὖν ἕνεκεν οὐ πάντες ἐνταῦθα κολάζονται; Ἄκουσον αὐτοῦ τοῦ Χριστοῦ σοι περὶ τούτων