201
Οἶδα καὶ πέπεισμαι ἐν Κυρίῳ Ἰησοῦ, ὅτι οὐδὲν κοινὸν δι' ἑαυτοῦ, εἰ μὴ τῷ λογιζομένῳ τι κοι νὸν εἶναι, ἐκείνῳ κοινόν. αʹ. Πρότερον ἐπιτιμήσας τῷ κρίνοντι τὸν ἀδελφὸν, καὶ ταύτῃ τῆς ἐπιπλήξεως αὐτὸν ἀποστήσας, τότε λοιπὸν καὶ περὶ τοῦ δόγματος ἀποφαίνεται, καὶ μετὰ ἡσυχίας παιδεύει τὸν ἀσθενέστερον, πολλὴν καὶ ἐνταῦθα τὴν πραότητα ἐπιδεικνύμενος. Οὐ γὰρ λέγει, ὅτι ∆ίκην δώσει, οὐδὲ ἄλλο τι τῶν τοιούτων οὐδὲν, ἀλλὰ τὸν φόβον μόνον ἐκλύει τοῦ πράγματος, ὥστε αὐτὸν εὐκολώτερον πεισθῆναι τοῖς παρ' αὐτοῦ λεγομένοις, καί φησιν· Οἶδα καὶ πέπεισμαι. Εἶτα, ἵνα μὴ λέγῃ τις τῶν οὐ πιστῶν, Καὶ τί πρὸς ἡμᾶς, εἰ σὺ πέπεισαι; οὐδὲ γὰρ ἀξιόπιστος εἶ ἀντικαταστῆναι νόμῳ τοσούτῳ καὶ χρησμοῖς ἄνωθεν κατενεχθεῖσιν· ἐπάγει, Ἐν Κυρίῳ· τουτέστιν, Ἐκεῖθεν μαθὼν, καὶ παρ' αὐτοῦ πληροφορηθείς. Οὐκ ἄρα ἀνθρωπίνης διανοίας ἡ ψῆφος. Τί τοίνυν πέπεισαι καὶ οἶδας; εἰπέ. Ὅτι οὐδὲν κοινὸν δι' αὐτοῦ. Τῇ φύσει, φησὶν, οὐδὲν ἀκάθαρτον, ἀλλ' ἀπὸ τῆς προαιρέσεως γίνεται τοῦ μετιόντος· ἐκείνῳ γοῦν γίνεται μόνῳ, καὶ οὐχὶ πᾶσι· Τῷ γὰρ λογιζομένῳ, φησὶ, κοινὸν, ἐκείνῳ κοινόν. Τί οὖν οὐ διορθοῦσαι τὸν ἀδελφὸν, ἵνα μὴ νομίζῃ ἀκάθαρτον; τί δὲ οὐκ ἀπάγεις τῆς τοιαύτης συνηθείας καὶ ὑπολήψεως μετ' ἐξουσίας ἁπάσης, ἵνα μὴ ποιῇ αὐτὸ κοινόν; Φοβοῦμαι, φησὶ, μὴ λυπήσω αὐτόν· διὸ ἐπήγαγεν· Εἰ δὲ διὰ βρῶμα ὁ ἀδελφός σου λυπεῖται, οὐκέτι κατὰ ἀγάπην περιπατεῖς. Εἶδες πῶς τέως αὐτὸν ᾠκειώσατο, δείξας ὅτι τοσοῦτον αὐτοῦ ποιεῖται τὸν λόγον, ὡς ὑπὲρ τοῦ μὴ λυπῆσαι αὐτὸν, μηδὲ ἐπιτάξαι τέως τολμᾷν τὰ σφόδρα ἀναγκαῖα, ἀλλὰ τῇ συγχωρήσει μᾶλλον αὐτὸν ἐφέλκεσθαι, καὶ τῇ ἀγάπῃ; Οὐδὲ γὰρ μετὰ τοῦ λῦσαι τὸν φόβον, ἕλκει καὶ βιάζεται, ἀλλ' ἀφίησιν αὐτὸν ἑαυτοῦ κύριον. Οὐ γάρ ἐστιν ἴσον βρώματος ἀπαγαγεῖν, καὶ λύπῃ περιβαλεῖν. Ὁρᾷς πόσην σπουδὴν ποιεῖται τῆς ἀγάπης; Οἶδε γὰρ, ὅτι πάντα αὕτη κατορθῶσαι δύναται. ∆ιὸ καὶ μεῖζον ἐνταῦθά τι παρ' αὐτῶν ἀπαιτεῖ· Οὐ γὰρ μόνον, φησὶν, αὐτοὺς οὐ χρὴ πρὸς ἀνάγκην ὑμᾶς ἀγαγεῖν, ἀλλ' εἰ δεῖ καὶ συγκαταβαίνειν, μηδὲ τοῦτο ὀκνεῖν. ∆ιὸ καὶ ἐπάγει λέγων· Μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε, ὑπὲρ οὗ Χριστὸς ἀπέθανεν. Ἢ οὐδὲ τοσούτου ἄξιον εἶναι ἡγῇ τὸν ἀδελφὸν, ὡς μηδὲ ἀποχῇ βρωμάτων ὠνήσασθαι αὐτοῦ τὴν σωτηρίαν; Καὶ ὁ μὲν Χριστὸς οὐδὲ δοῦλος γενέσθαι οὐδὲ ἀποθανεῖν παρῃτήσατο δι' 60.638 αὐτόν· σὺ δὲ οὐδὲ βρωμάτων καταφρονεῖς, ἵνα αὐτὸν διασώσῃς; καίτοι γε οὐ πάντας ἔμελλε κερδανεῖν ὁ Χριστὸς, ἀλλ' ὅμως ὑπὲρ ἁπάντων ἀπέθανε, τὸ αὑτοῦ πληρῶν. Σὺ δὲ οἶδας, ὅτι διὰ βρῶμα ἀνατρέπεις αὐτὸν ἐν τοῖς μείζοσι, καὶ ἔτι φιλονεικεῖς, καὶ τὸν οὕτω περισπούδαστον τῷ Χριστῷ, οὕτως εὐκαταφρόνητον εἶναι νομίζεις, καὶ ὃν ἐκεῖνος ἐφίλησεν, ἀτιμάζεις; Κἀκεῖνος οὐχ ὑπὲρ ἀσθενοῦντος μόνον, ἀλλὰ καὶ ὑπὲρ ἐχθροῦ ἀπέθανε· σὺ δὲ οὐδ' ὑπὲρ ἀσθενοῦντος ἀπέχῃ βρωμάτων; καὶ ὁ μὲν Χριστὸς καὶ τὸ μέγιστον ἐπεδείξατο, σὺ δὲ οὐδὲ τὸ ἔλαττον; καίτοι ὁ μὲν ∆εσπότης, σὺ δὲ ἀδελφός. Ταῦτα δὲ καὶ ἐκεῖνον ἱκανὰ ἐπιστύψαι τὰ ῥήματα· δείκνυσι γὰρ αὐτὸν μικρόψυχον ὄντα, καὶ μεγάλων ἀπολελαυκότα παρὰ τοῦ Θεοῦ, καὶ οὐδὲ μικρὰ ἀντιδιδόντα. Μὴ βλασφημείσθω οὖν ὑμῶν τὸ ἀγαθόν· οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ βρῶσις καὶ πόσις. Τὸ ἀγαθὸν ἐνταῦθα ἢ τὴν πίστιν φησὶν, ἢ τὴν μέλλουσαν ἐλπίδα τῶν ἐπάθλων, ἢ τὴν ἀπηρτισμένην εὐσέβειαν. Οὐ γὰρ μόνον, φησὶ, τὸν ἀδελφὸν οὐκ ὠφελεῖς, ἀλλὰ καὶ αὐτὸ τὸ δόγμα, καὶ τὴν χάριν τοῦ Θεοῦ, καὶ τὴν δωρεὰν βλασφημεῖσθαι ποιεῖς. Ὅταν γὰρ μάχῃ, ὅταν φιλονεικῇς, ὅταν λυπῇς, ὅταν σχίζῃς τὴν Ἐκκλησίαν, καὶ λοιδορῇς τὸν ἀδελφὸν, καὶ ἀπεχθῶς ἔχῃς πρὸς αὐτὸν, βλασφημοῦσιν οἱ ἔξωθεν· ὥστε οὐ μόνον οὐδὲν ἐντεῦθεν κατορθοῦται, ἀλλὰ καὶ τοὐναντίον ἅπαν. Τὸ γὰρ ἀγαθὸν ὑμῶν ἡ ἀγάπη, ἡ φιλαδελφία, τὸ ἡνῶσθαι, τὸ συνδεδέσθαι, τὸ μετ' εἰρήνης, τὸ μετ' ἐπιεικείας ζῇν. Εἶτα πάλιν ἐκλύων αὐτοῦ τὸν φόβον καὶ τὴν ἐκείνου φιλονεικίαν, φησίν· Οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ βρῶσις καὶ πόσις. Μὴ γὰρ ἀπὸ τούτων εὐδοκιμῆσαι ἔχομεν; Ὅπερ καὶ ἀλλαχοῦ φησιν· Οὔτε, ἐὰν φάγωμεν, περισσεύομεν· οὔτε, ἐὰν μὴ φάγωμεν, ὑστεροῦμεν. Καὶ οὐδὲ