1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

202

κατασκευῆς δεῖται, ἀλλ' ἀρκεῖται τῇ ἀποφάσει. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Μὴ γὰρ, ἐὰν φάγῃς, τοῦτό σε εἰς βασιλείαν εἰσάγει; ∆ιὸ καὶ διασύρων αὐτοὺς, ὡς μέγα ἐπὶ τούτῳ φρονοῦντας, οὐχὶ βρῶσιν εἶπε μόνον, ἀλλὰ καὶ πόσιν. Τίνα οὖν ἐστι τὰ εἰσάγοντα; ∆ικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ, ὁ ἐνάρετος βίος, ἡ πρὸς τὸν ἀδελφὸν εἰρήνη, ᾗ ἐναντιοῦται αὕτη ἡ φιλονεικία· ἡ ἐκ τῆς ὁμονοίας χαρὰ, ἢν ἀναιρεῖ αὕτη ἡ ἐπίπληξις. Ταῦτα δὲ οὐ θατέρῳ μόνον, ἀλλὰ ἑκατέροις ἔλεγε· καὶ γὰρ πρὸς ἑκατέρους εἰρῆσθαι καιρὸν εἶχεν. βʹ. Εἶτα, ἐπειδὴ εἶπεν εἰρήνην καὶ χαράν (ἔστι δὲ εἰρήνη καὶ χαρὰ καὶ ἐπὶ πονηρῶν πραγμάτων), ἐπήγαγεν, Ἐν Πνεύματι ἁγίῳ. Ὡς ὅ γε ἀπολλὺς τὸν ἀδελ 60.639 φὸν καὶ εἰρήνην ἀνέτρεψε καὶ τὴν χαρὰν, καὶ ἠδίκησε πλέον ἢ ὁ τὰ χρήματα ἁρπάζων· καὶ τὸ δὴ χεῖρον, ὅτι ἄλλος ἔσωσε, καὶ σὺ ἀδικεῖς καὶ ἀπολλύεις. Ὅταν οὖν ταῦτα μὲν μὴ εἰσάγῃ, ἡ βρῶσις καὶ ἡ δοκοῦσα τελειότης, τὰ δὲ ἀνατρέποντα αὐτὰ εἰσάγει, πῶς οὐ χρὴ καταφρονεῖν τῶν μικρῶν ὥστε τὰ μεγάλα πῆξαι; Εἶτα, ἐπειδὴ καὶ ἀπὸ κενοδοξίας ἠρέμα τοῦτο ἐγίνετο τὸ ἐπιτιμᾷν, ἐπάγει λέγων· Ὁ γὰρ ἐν τούτοις δουλεύων τῷ Χριστῷ, εὐάρεστος τῷ Θεῷ καὶ δόκιμος τοῖς ἀνθρώποις. Οὐ γὰρ οὕτω σε θαυμάσονται τῆς τελειότητος, ὡς τῆς εἰρήνης καὶ τῆς ὁμονοίας ἅπαντες. Τούτου μὲν γὰρ τοῦ καλοῦ πάντες ἀπολαύσονται, ἐκείνου δὲ οὐδὲ εἷς. Ἄρα οὖν τὰ τῆς εἰρήνης διώκωμεν, καὶ τὰ τῆς οἰκοδομῆς τῆς εἰς ἀλλήλους. Τοῦτο πρὸς ἐκεῖνον, ἵνα εἰρηνεύῃ· τοῦτο πρὸς τοῦτον, ἵνα μὴ καταλύῃ τὸν ἀδελφόν. Ἀλλ' ὅμως κοινὰ πάλιν ἀμφότερα ταῦτα πεποίηκεν εἰπὼν, Τῆς εἰς ἀλλήλους, καὶ δείξας ὅτι χωρὶς εἰρήνης οὐκ εὔκολον οἰκοδομεῖν. Μὴ ἕνεκεν βρώματος κατάλυε τὸ ἔργον τοῦ Θεοῦ· τὴν σωτηρίαν τοῦ ἀδελφοῦ οὕτω καλῶν, καὶ ἐπιτείνων τὸν φόβον, καὶ δεικνὺς ὅτι τοὐναντίον οὗ σπουδάζει ποιεῖ. Οὐ γὰρ μόνον οὐκ οἰκοδομεῖς, φησὶν, ὃ νομίζεις, ἀλλὰ καὶ καταλύεις, καὶ οἰκοδομὴν οὐκ ἀνθρωπίνην, ἀλλὰ Θεοῦ, καὶ οὐδὲ μεγάλου τινὸς ἕνεκεν, ἀλλὰ πράγματος εὐτελοῦς· Ἕνεκεν γὰρ βρώματος, φησίν. Εἶτα ἵνα μὴ αἱ τοσαῦται συγχωρήσεις βεβαιώσωσι τὸν ἀσθενέστερον ἐν τῇ πονηρᾷ ὑπολήψει, δογματίζει πάλιν οὕτω λέγων· Πάντα μὲν καθαρά· ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ τῷ διὰ προσκόμματος ἐσθίοντι· τῷ μετὰ συνειδότος πονηροῦ. Ὥστε κἂν ἀναγκάσῃς καὶ φάγῃ, τὸ ὄφελος οὐδέν· οὐ γὰρ τὸ φαγεῖν ποιεῖ ἀκάθαρτον, ἀλλ' ἡ γνώμη, μεθ' ἧς ἐσθίει. Ἂν τοίνυν ἐκείνην μὴ διορθώσῃ, πάντα εἰκῆ πεποίηκας, καὶ μᾶλλον ἔβλαψας· οὐ γάρ ἐστιν ἴσον νομίζειν ἀκάθαρτόν τι, καὶ νομίζοντα ἀκάθαρτον εἶναι, ἀπογεύεσθαι. ∆ύο τοίνυν ἐνταῦθα ἁμαρτάνεις. καὶ τὴν πρόληψιν ἐπιτείνων τῇ φιλονεικίᾳ, καὶ ἀκαθάρτου ποιῶν ἀπογεύεσθαι· ὥστε ἕως ἂν μὴ πείσῃς, μὴ ἀναγκάσῃς. Καλὸν τὸ μὴ φαγεῖν κρέα, μηδὲ πιεῖν οἶνον, μηδὲ ἐν ᾧ ὁ ἀδελφός σου σκανδαλίζεται ἢ προσκόπτει ἢ ἀσθενεῖ. Πάλιν τὸ πλέον ἀπαιτεῖ, ὥστε μὴ μόνον μὴ ἀναγκάζειν, ἀλλὰ καὶ συγκαταβαίνειν αὐτῷ. Καὶ γὰρ καὶ αὐτὸς αὐτὸ πολλαχοῦ ἐποίησεν· ὡς ὅτε περιέτεμεν, ὡς ὅτε ἐξυρᾶτο, ὡς ὅτε ἔθυε τὴν Ἰουδαϊκὴν θυσίαν ἐκείνην. Καὶ οὐ λέγει αὐτῷ, ὅτι Ποίησον, ἀλλ' ἐν τάξει γνώμης αὐτὸ τίθησιν, ἵνα μὴ ἐκεῖνον πάλιν ῥᾳθυμότερον ποιήσῃ τὸν ἀσθενέστερον. Καὶ τί φησι; Καλὸν τὸ μὴ φαγεῖν κρέα. Καὶ τί λέγω κρέα; Κἂν οἶνος ᾖ, κἂν ἄλλο ὁτιοῦν τοιοῦτον σκανδαλίζον, ἀπέχου· οὐδὲν γὰρ ἴσον τῆς σωτηρίας τοῦ ἀδελφοῦ. Καὶ τοῦτο δηλοῖ ὁ Χριστὸς, καὶ ἐξ οὐρανῶν παραγενόμενος, καὶ πάντα παθὼν δι' ἡμᾶς, ἅπερ ἔπαθε. Σκόπει δέ μοι πῶς καὶ ἐκείνου καθικνεῖται, λέγων· Προσκόπτει ἢ σκανδαλίζεται ἢ ἀσθενεῖ. Μὴ γάρ μοι λέγε, φησὶν, ὅτι ἀλόγως, ἀλλ' ὅτι δύνασαι κατορθῶσαι. Καὶ γὰρ ἀρκοῦν ἔχει δικαίωμα εἰς τὸ βοηθεῖσθαι τὴν ἀσθένειαν ἐκεῖνος, καὶ σοὶ βλάβη οὐδεμία· οὐδὲ γὰρ ὑπόκρισις τὸ πρᾶγμά ἐστιν, ἀλλ' οἰκοδομὴ καὶ οἰκονομία. Ἂν μὲν γὰρ ἀναγκάσῃς, καὶ καταλύεται καὶ σοῦ καταγνώσεται, καὶ μᾶλλον οἰκοδομηθήσεται εἰς τὸ μὴ ἐσθίειν· ἐὰν 60.640 δὲ συγκαταβῇς, τέως σε ἀγαπήσει, καὶ οὐχ ἕξει σε ἐν ὑποψίᾳ διδάσκοντα, καὶ λήψῃ λοιπὸν ἐξουσίαν ἀνεπαισθήτως σπείρειν ἐν αὐτῷ τὰ ὀρθὰ δόγματα. Ἂν δὲ καθάπαξ σε μισήσῃ, καὶ τὴν εἴσοδον ἀπέφραξας τῷ λόγῳ. Μὴ τοίνυν